- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:18.94-18.187
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斯塔费洛斯王廷大摆筵席款待狄俄尼索斯一行,马隆与国王一家在沉醉中狂歌劲舞后安寝;拂晓时分,狄俄尼索斯从预示未来与吕枯耳戈斯之战的凶梦中惊醒。
ταύρων ζατρεφέων ἀγέλην καὶ πώεα μήλων
……命人宰杀肥育的公牛群与羊群,
δαιτρεύειν1 Σατύροισι βοοκραίρου Διονύσου.
供奉给顶生犄角的狄俄尼索斯的萨堤洛斯们。
καὶ Σταφύλου σπεύδοντος ἔην ταχυεργὸς ἀπειλὴ
在斯塔费洛斯的催促下,
δμωσὶν ἀμοιβαίοισιν· ἐπερρώοντο δὲ πολλοὶ
轮班的仆役们领受了雷厉风行的指令;
εἰλαπίνης δρηστῆρες· ἐδαιτρεύοντο δὲ ταῦροι
众多奔忙的侍宴者来回穿梭;
καὶ νομάδων ὀίων λιπαραὶ στίχες. ἦν δὲ χορείη·
公牛与大批肥沃的放牧羊群被宰割割裂。舞步欢腾,
καὶ δόμον εὐφόρμιγγα θυώδεες ἔπνεον αὖραι,
琴声悠扬的厅堂中拂过阵阵芬芳的微风,
εὐόδμου δὲ πόληος ἀνεκνίσσωσαν ἀγυιάς·
香气洋溢的城池街道弥漫着脂膏的香烟;
ἀμφιλαφεῖς δʼ ἐμέθυσσαν ὅλον δόμον ἰκμάδες οἴνου.
满溢的酒浆让整座王宫沉醉。
κύμβαλα δʼ ἐπλατάγησε, παρʼ εὐκελάδῳ δὲ τραπέζῃ
铙钹齐鸣,在喧闹的餐桌旁,
Πανιάδες σύριγγες ἐβόμβεον, ἔβρεμον αὐλοὶσυμπλεκέες, καὶ κύκλος ἐριγδούποιο βοείης
潘神的排箫低吟,交织的笛声呜咽,
διχθαδίοις πατάγοισιν ἐπεσμαράγησε μελάθρῳ,
震耳欲聋的牛皮鼓面以双手双重拍击震颤着大殿,
καὶ κτύπος ἦν κροτάλων ἐπιδόρπιος. ἐν δʼ ἄρα μέσσῳ
餐后的拍板脆响回荡。在这中央,
οἰνοβαρὴς τρομεροῖο φέρων ποδὸς ἄστατον ὁρμὴν
马隆满身酒气,迈着颤抖双足的不稳步伐,
ἤιεν ἔνθα καὶ ἔνθα Μάρων, δεδονημένος οἴστρῳ,
在迷狂中颠簸着穿梭来往,
ὄρθιον ἐκ δαπέδοιο παλίσσυτον ἴχνος ἑλίσσων,
自地面拔起双足往复回旋,
χεῖρας ἑὰς διδύμων Σατύρων ὑπὲρ ὦμον ἐρείσας
将双手搭在两名萨堤洛斯的肩头显露在中央;
μεσσοφανής· ἑτέρου δὲ ποδὸς κουφίζετο παλμῷ
他借着旁人足踏跃动的力量支撑起轻盈的身躯,
ἀλλοτρίῳ,2 ξανθωπὸν ἔχων χρόα, μεσσόθι, πέμπων
居于当中,面呈微黄肤色,
πορφυρέας ἀκτῖνας ὅλῳ στίλβοντι προσώπῳ,
整张闪亮的脸庞泛着紫红光辉,
ἀντίτυπον μίμημα Σεληναίῃσι κεραίαις,
与月神弯角的反光争辉;
λαιῇ μὲν νεόδαρτον ἐθήμονος ἔγκυον οἴνου
他左手举着新剥下的兽皮囊,
αὐχενίῳ ζωστῆρι περίπλοκον ἀσκὸν ἀείρων,
里面装满熟悉的葡萄酒,套在颈带之中,
δεξιτερῇ δὲ κύπελλον· ἐκυκλώσαντο δὲ Βάκχαι
右手则握着酒杯。巴克科斯的信女们围拢着他,
γηραλέον σκαίροντα ποδῶν ἑτεραλκέι ταρσῷ,
这老者以互不相衡的双足腾挪跳跃,
οἷα πεσεῖν μέλλοντα τινασσομένοιο καρήνου,
随着头颅颤晃仿佛随时倾跌,
οὔ ποτε πεπτηῶτα. μεθυσφαλέες δὲ καὶ αὐτοὶ
却始终未曾倒下。侍女与仆役们自身亦醉态踉跄,
ἀμφίπολοι καὶ δμῶες ἐβακχεύοντο χορείῃ,
在狂舞中尽情陶醉,
γευσάμενοι πρώτιστον ἀήθεος ἡδέος οἴνου.
因为他们生平初次品尝到这陌生而甜美的佳酿。
καὶ Σταφύλου βασιλῆος ἀριστώδινα γυναῖκαΒακχιὰς ἀμπελόεσσα Μέθην ἐμέθυσσεν ἐέρση·
葡萄藤上的巴克科斯甘露亦令斯塔费洛斯王生育贵子的妻子墨忒沉醉;
ἡ δὲ καρηβαρέουσα πιεῖν πάλιν ᾔτεε Βάκχας,
她头昏脑涨,在吕埃俄斯的酒瓮周围跳跃,
οἰνοδόκον κρητῆρα περισκαίρουσα Λυαίου·
不住地向信女们索酒;
καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,
她晃动着昏眩的头颅,以双重颤动摇摆,
ὤμῳ ἐπικλίνουσα κόμην ἑτεραλκέι ῥιπῇ
以失衡的冲势将发丝偏倚在一侧肩头,
ἄστατος, ἔνθα καὶ ἔνθα παλίντροπος· ἀμφὶ δὲ γαίῃ
摇摇晃晃,四处回转;
πυκνὰ πεσεῖν μέλλουσαν ὀλισθηροῖσι πεδίλοις
当她踏着滑溜的鞋履频频欲跌倒于地时,
θυιάδα χερσὶ λαβοῦσα Μέθην ὠρθώσατο Βάκχη.
一位巴克科斯信女伸手扶住了狂乱的墨忒,将她立直。
καὶ Στάφυλος μεμέθυστο· φιλακρήτῳ δὲ κυπέλλῳ
斯塔费洛斯亦酩酊大醉;因那贪恋纯酒的杯盏,
βότρυος οἰνωθέντος ἐφοινίσσοντο παρειαί·
醉酒的波特律斯脸颊泛起绯红。
καὶ πάις ἀρτιγένειος ἅμα Σταφύλῳ γενετῆρι
那初生髭须的少年与生父斯塔费洛斯一同,
ἀπλεκέας πλοκαμῖδας ἀήθεϊ δήσατο κισσῷ
以陌生的常春藤束起未编的秀发,
μιτρώσας στεφανηδόν· ἐπʼ ἴχνεσι δʼ ἴχνος ἀμείβων
如冠冕般缠裹其额;
ποσσὶν ὁμοζήλοισιν ἕλιξ ὠρχήσατο Βότρυς,
波特律斯与父亲步步相随,以竞相争胜的步伐盘旋起舞,
δεξιὸν ἐκ λαιοῖο μετήλυδα ταρσὸν ἑλίσσων·
右足紧随着左足旋转;
καὶ Στάφυλος σκίρτησε ποδῶν βητάρμονι παλμῷ,
斯塔费洛斯亦以舞者跳跃的步伐腾跃,
καμπύλον ἴχνος ἄγων τροχαλῷ κυκλούμενον ὁλκῷ,
迈着曲折的回转之步,
βότρυος ὀρχηστῆρος ἐπʼ αὐχένι πῆχυν ἐρείσας·
将手臂搭在起舞的波特律斯颈项上;他身形摇晃,
καὶ ποτὸν εὐφήμησε χοροπλεκέος Διονύσου
披散的卷发在肩头翻飞摇曳,
ἄστατος, ἔνθα καὶ ἔνθα καθειμένα βόστρυχα σείων
颂扬着编织舞步的狄俄尼索斯之饮;
ὤμῳ ἐπαΐσσοντα· μέθη δʼ ἐχόρευε καὶ αὐτή.
墨忒自身亦翩翩起舞,
πῆχυν ἐπικλίνουσα καὶ υἱέι καὶ παρακοίτῃ.
将手臂同时搭在儿子与丈夫身上,
μεσσατίη Σταφύλου καὶ Βότρυος· ἦν δὲ νοῆσαι
立于斯塔费洛斯与波特律斯之间;
τερπωλὴν τριέλικτον ὁμοπλέκτοιο χορείης.
人们可见交织成一处的舞蹈所展现的三重回旋之乐。
καὶ Πίθος ὠμογέρων, πολιὴν ἀνέμοισι τινάσσων,
老当益壮的皮托斯亦在风中晃动白发,
χεύματος ἡδυπότοιο βεβυσμένος ἄχρις ὀδόντων
甜美酒浆灌塞至牙关,
οἰνοβαρὴς ἐχόρευε, μεθυσφαλὲς ἴχνος ἑλίσσων·
身负酒力起舞,踏着沉醉颠簸的步伐;
καὶ γλυκεραῖς λιβάδεσσιν ἐρευγομένων ἀπὸ λαιμῶν
自咽喉中咳出的甘甜酒滴,
ξανθὴν ἀφριόωσαν ἑὴν λεύκαινεν ὑπήνην.
将他泡沫翻腾的黄褐短须染得雪白。
καὶ πίον εἰς ὅλον ἦμαρ· ἀφυσσομένων δὲ κυπέλλων
他们痛饮了整整一日;随着一杯杯酒被饮尽,
ἑσπερίην χθόνα πᾶσαν ὑπόσκιος ἔσκεπεν ὄρφνη
昏暗的暮色自天际幽幽黑透,
ἀκροκελαινιόωσα, καὶ αἰόλα φέγγεϊ λεπτῷ
笼罩了整片西方大地,
ἄστρα καταυγάζων ἐμελαίνετο δίχροος ἀήρ,
双色的大气以微弱光芒照亮闪烁的星辰,渐渐变黑,
δυομένου Φαέθοντος ὑπὸ σκιοειδέι κώνῳ,
随着法厄同沉落于阴影圆锥之下,
βαιὸν ὀπισθοκέλευθον ἔχων ἔτι λείψανον Ἠοῦς·
天际仅余曙光些许迟滞的残痕;
καὶ ζόφον ἐχλαίνωσεν ἑῷ χροῒ σιγαλέη νὺξ
宁静的黑夜为肌肤披上昏暗的斗篷,
οὐρανὸν ἀστερόεντι διαγράψασα χιτῶνι.
以星光璀璨的长袍划过穹苍。
οἱ δὲ μετὰ κρητῆρα μέθης, μετὰ δεῖπνα τραπέζης
狂饮的酒瓮与桌上的盛宴既毕,
βότρυς ὁμοῦ γενετῆρι καὶ οἰνοχύτῳ Διονύσῳ
波特律斯与生父以及倾倒佳酿的狄俄尼索斯一同,
κεκριμένοι στοιχηδὸν ἐυστρώτων ἐπὶ λέκτρων
整饬地分卧于铺设完备的睡榻之上,
ὕπνου δῶρον ἕλοντο καὶ ὡμίλησαν ὀνείροις.
领受睡眠的恩赐,与梦境相伴。
ἀλλʼ ὅτε δὴ ῥοδέοις ἀμαρύγμασιν ἄγγελος Ἠοῦς
然而,
ἀκροφαὴς ἐχάραξε λιπόσκιον ὄρθρος ὀμίχλην,
当曙光的信使黎明以玫瑰色光芒自天边刺破残留阴影的薄雾时,
εὐχαίτης τότε Βάκχος ἑώιος ἄνθορεν εὐνῆς,
留有美发的巴克科斯满怀胜利的期冀从清晨的卧榻上一跃而起;
ἐλπίδι νικαίῃ δεδονημένος· ἐννύχιος γὰρ
因在夜间,
Ἰνδῴην ἐδάιζε γονὴν κισσώδεϊ θύρσῳ,
他借常春藤环绕的杖刺杀戮着印度的子嗣,
ὑπναλέης μεθέπων ἀπατήλιον εἰκόνα χάρμης.
经历着睡梦中虚妄的战阵。
καὶ κτύπον εἰσαΐων Σατύρων καὶ δοῦπον ἀκόντων
听闻萨堤洛斯的声音与投枪的喧响,
φλοῖσβον ὀνειρείης ἀπεσείσατο δηιοτῆτος,
他抖落了梦中鏖战的喧扰,
ὕπνον ἀποσκεδάσας πολεμήιον· εἶχε δὲ θυμῷ
驱散了兵戈的睡意;然而在他心头,
μαντιπόλου φόβον αἰνὸν ἀπειλητῆρος ὀνείρου·
仍留有预言般具有威胁之梦的深深恐惧。
μιμηλῆς γὰρ ὄπωπε μάχης ἴνδαλμα Λυκούργου
原来,他目睹了作为未来兆头的吕枯耳戈斯之战的模拟幻象:
ἐσσομένων προκέλευθον, ὅτι3 θρασὺς ἔνδοθι λόχμης
密林深处的悬崖峭壁上,
δύσμαχος ἐκ σκοπέλοιο λέων λυσσώδεϊ λαιμῷ
一头凶顽难御的猛狮自咆哮的喉咙发出狂啸,
Βάκχον ἔτι σκαίροντα καὶ οὐ ψαύοντα σιδήρου
令尚在嬉戏、
εἰς φόβον ἐπτοίησε, καὶ ἤλασεν ἄχρι θαλάσσης
未持铁器的巴克科斯惊惶失措,迫使他逃避恶兽的威吓,
κρυπτόμενον πελάγεσσι, πεφυζότα θηρὸς ἀπειλήν·
一路遁至大海,隐匿于波涛之中;
καὶ φόβον ἄλλον ὄπωπε, λέων θρασὺς ὅττι γυναῖκας
他又见另一重恐惧:凶暴的猛狮张开巨口,
θυρσοφόρους ἐδίωκε, κεχηνότος ἀνθερεῶνος,
以利爪使〔她们〕染血,
αἱμάσσων ὀνύχεσσι, χαρασσομένων δὲ γυναικῶν
追逐佩带权杖的女子们;女子们遭抓撕之际,
μύστιδος ἐκ παλάμης ἐκυλίνδετο θύσθλα κονίῃ,
秘仪的供物自神秘的手中滚落尘埃,
κύμβαλα δʼ ἐν χθονὶ κεῖτο· μεταστρεφθεῖσα δὲ Βάκχη
铜钹散落于地;然而一名巴克科斯信女蓦然转身,
δεσμὰ λεοντείοισιν ἐπεσφήκωσε γενείοις
将束带死死勒紧在雄狮的颚骨之上。
- 18.95δαιτρεύειν
不定式作宾语,接续前一文段末尾的主句(ἀμφιπόλους δʼ οἴστρησεν ἄναξ καὶ δμῶας ἐπείγων),表示国王督促侍从去宰割牛羊供奉萨堤洛斯们。
- 18.112ἑτέρου δὲ ποδὸς κουφίζετο παλμῷ ἀλλοτρίῳ
描写醉酒的马隆依附于两位萨堤洛斯之态。ἀλλοτρίῳ 修饰 παλμῷ(借由他人之足的跳跃),意指马隆将沉重的醉躯倚靠在伴随他的萨堤洛斯们的腾跃步伐上以借力减轻负担。
- 18.177ἐσσομένων προκέλευθον, ὅτι
ὅτι 从句为同位语/说明性从句,具体阐释 ἴνδαλμα(幻影)的内容。ἐσσομένων προκέλευθον 作表语性同位短语,意为“作为未来之事的先兆/前驱”。
