- 底本
- Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:18.0-18.93
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚述国王斯塔费洛斯与其子波特律斯迎候狄俄尼索斯并恳请款待,引领神明步入宝石装饰的华美王宫。
ὀκτωκαιδεκάτῳ Στάφυλος καὶ Βότρυς ἱκάνει, εἰς θαλίην καλέοντες ὀρίδρομον υἷα Θυώνης.
在第十八卷中,斯塔费洛斯与波特律斯前来,邀请奔行山林的梯俄涅之子共赴筵席。
ἤδη δὲ πτερόεσσα πολύστομος ἵπτατο Φήμη
生有双翼且多口的声名早已四处飞扬,
Ἀσσυρίης στίχα πᾶσαν ὑποτροχόωσα πολήων,
巡行过亚述诸城池的行列,
οὔνομα κηρύσσουσα κορυμβοφόρου Διονύσου,
宣扬着佩戴果穗的狄俄尼索斯之名、
καὶ θρασὺν Ἰνδὸν Ἄρηα καὶ ἀγλαόβοτρυν ὀπώρην.
勇悍的印度阿瑞斯,以及缀满华美葡萄串的秋实。
καὶ Στάφυλος Σατύρων στρατιὴν ἀσίδηρον ἀκούων
闻知萨堤洛斯那不带寸铁的军队、
ὄργιά τʼ ἀμπελόεντα καὶ Εὔια θύσθλα Λυαίου
缠绕葡萄藤的秘仪与吕埃俄斯的欧伊俄斯祭礼,
Βάκχον ἰδεῖν μενέαινε· καὶ υἱέα Βότρυν ἐπείγων
斯塔费洛斯渴望亲睹巴克科斯;
κοίρανος Ἀσσυρίων ἀνεμώκεος ὑψόθι δίφρου
这位亚述统治者在高耸的风驰战车上催促着儿子波特律斯,
ἤντετο βοτρυόεντι παρερχομένῳ Διονύσῳ.
前去迎候结满果穗、正经由彼处的狄俄尼索斯。
τὸν μὲν ἰδὼν ἐπιόντα καὶ ἀργυρόκυκλον ἀπήνην
见狄俄尼索斯驾着银轮马车迎面而来,
πορδαλίων τε λέπαδνα καὶ ἡνία φαιδρὰ λεόντων
配着豹群的颈带与雄狮的金辉缰绳,
βότρυς ἀκερσικόμης1 ἀνεσείρασεν ἅρμα τοκῆος·
留着长发的波特律斯勒住了父亲的战车。
καὶ Στάφυλος σκηπτοῦχος ἑοῦ κατεπήλατο δίφρου
手持王杖的斯塔费洛斯跳下车舆,
πορδαλίων στατὸν ἴχνος ὀπιπεύων Διονύσου·
凝视着狄俄尼索斯座下立定不动的豹群;
καὶ ποδὸς ὀκλάζοντος ἐπὶ χθονὸς ἴχνος ἐρείδων,θαλλὸν ἐλαιήεντα θεουδέι χειρὶ τιταίνωνκαὶ φιλίῳ Διόνυσον ἄναξ μειλίξατο μύθῳ·
他屈膝踏足于地面,以敬神之手伸出橄榄枝,以亲切的话语安抚狄俄尼索斯:
πρὸς Διὸς ἱκεσίοιο, τεοῦ, Διόνυσε, τοκῆος,
“看在庇佑求告者的宙斯——即你的生身之父——以及诞下神子的塞墨勒份上,
πρὸς Σεμέλης θεόπαιδος, ἐμὸν μὴ παῖδα παρέλθῃς.
狄俄尼索斯啊,莫要弃我的儿子而去。
ἔκλυον, ὡς ὑπέδεκτο τεὸν γενετῆρα Λυκάων,
我曾听闻,吕卡翁如何与诸福神一同接待你的生父,
αὐτὸν ὁμοῦ μακάρεσσι, καὶ υἱέα χειρὶ δαΐξας
却亲手斩杀其子纽克提摩斯,
Νύκτιμον ἀγνώσσοντι τεῷ παρέβαλλε τοκῆι,
供奉给你一无所知的生父,
καὶ Διὶ παμμεδέοντι μιῆς ἔψαυσε τραπέζης,
并在阿卡迪亚的疆界旁与统御万方的宙斯同席共餐;
Ἀρκαδίης παρὰ πέζαν· ὑπὲρ Σιπύλου δὲ καρήνων
又闻人们传述,在西皮罗斯的绝顶之上,
Τάνταλος, ὡς ἐνέπουσι, τεὸν ξείνισσε τοκῆα,
坦塔罗斯曾款待你的生父,
δαιτρεύσας δʼ ἑὸν υἷα θεοῖς παρέθηκεν ἐδωδήν·
将自己的儿子切碎制成食物献于诸神面前。
καὶ Πέλοπος πλατὺν ὦμον, ὅσον θοινήσατο Δηώ,2
然而对于珀罗普斯被得俄食去的那部分宽阔肩膀,
μορφώσας ἐλέφαντι, νόθῳ τεχνήμονι κόσμῳ,
克洛诺斯之子以象牙精工假制相替,
υἱέα δαιτρευθέντα πάλιν ζώγρησε Κρονίων,
使遭割裂的儿子起死回生,
ἔμπαλιν ἀλλήλοις μεμερισμένα γυῖα συνάπτων.
重新将割碎的肢体接合完好。
ἀλλὰ τί σοι, Διόνυσε, Λυκάονα παιδοφονῆα
然而,狄俄尼索斯啊,
ξεινοδόκον μακάρων, καὶ Τάνταλον ἠεροφοίτην
我何须向你提及杀子款待诸神的吕卡翁,或是那漫步天际、
νεκταρέων ὀνόμηνα δολόφρονα φῶρα κυπέλλων,
窃取甘霖神杯的巧诈之贼坦塔罗斯,
δήιον ἀμβροσίης καὶ νέκταρος ἄνδρα πιφαύσκων;
将那敌视琼浆玉液的狂徒一一历数?
Ζῆνα καὶ Ἀπόλλωνα μιῇ ξείνισσε Μακελλώ
马凯罗曾于一席之间款待宙斯与阿波罗;
καὶ Φλεγύας ὅτε πάντας ἀνερρίζωσε θαλάσσῃ
当震地之神以三叉戟击穿整座岛屿、
νῆσον ὅλην τριόδοντι διαρρήξας ἐνοσίχθων,
将普莱吉埃斯人尽数拔起沉入大海时,
ἀμφοτέρας ἐφύλαξε καὶ οὐ πρήνιξε τριαίνῃ.
他保全了她们二人,未以三叉戟将她们覆灭。
καὶ σύ, φέρων μίμημα τεοῦ ξενίοιο τοκῆος,
你亦当效仿你好客的父尊,
εἰς μίαν ἠριγένειαν ἐμῶν ἐπίβηθι μελάθρων·
莅临我之门庭哪怕仅仅一个清晨;
δὸς χάριν ἀμφοτέροις, καὶ Βότρυϊ καὶ γενετῆρι.
请将这份恩惠施与我们二人——施与波特律斯,亦施与他的生父。”
ὣς εἰπὼν παρέπεισεν· ἑῷ δʼ ἐποχήσατο δίφρῳ.
言罢,他好言说服了神明;狄俄尼索斯尾随其后,
ὀλβίζων ἑὸν οἶκον, ἐφεσπομένου Διονύσου·
国王登上了自己的战车,为家门得幸而欣喜。
καὶ θρασὺς ἱππείην ἀνεκούφισε Βότρυς ἱμάσθλην,
勇武的波特律斯扬起马鞭,
ταυρείην δʼ ἑλικηδὸν ἐρημάδα πέζαν ὁδεύωνἤλασε πάτριον ἅρμα, καὶ ἡγεμόνευε Λυαίῳ
沿陶罗斯蜿蜒荒僻的山麓地带驱赶父亲的战车,
Ἀσσυρίην ἐπὶ γαῖαν· ἐπαυχενίοις δὲ λεπάδνοις
引导吕埃俄斯进入亚述之地。
χρύσεα Μυγδονίοιο δεδεγμένος ἡνία δίφρου3
布罗米俄斯的御者马隆将密格多尼亚战车的金缰套于兽项皮带上,
ἡνίοχος Βρομίοιο Μάρων, ἀκόρητος ἱμάσθλης
不知疲倦地挥舞长鞭,
θηρονόμου μάστιγος ἀφειδέα ῥοῖζον ἰάλλων,
发出驱驭猛兽之鞭的无情呼啸,
πορδαλίων ἤλαυνεν ἀελλήεσσαν ἀπήνην·
驾驭着豹群风驰电掣的大车。
καὶ Σάτυροι προθέοντες ἀνεκρούσαντο χορείην,
萨堤洛斯们奔跑在前,开始起舞,
ἀμφιπερισκαίροντες ὀρίδρομον ἅρμα Λυαίου·
在吕埃俄斯巡历山野的战车周围欢腾跃动;
πολλὴ δʼ ἔνθα καὶ ἔνθα φιλάνθεμος ἔτρεχε Βάκχη
众多钟爱鲜花的巴克科斯信女四处奔走,
δύσβατον οἶμον ἔχουσα βατῷ ποδί, καὶ πτύχα πέτρης
以轻捷的步伐踏过险峻路径,
στεινὴν κλιμακόεσσαν ἐμέτρεεν ὠκέι ταρσῷ,
以轻快的脚掌丈量狭窄如梯的岩石裂隙,
καὶ παλάμῃ κροτάλιζε καὶ εὐρύθμοισι πεδίλοις,μόχθον ὑποκλέπτουσα βαθυκρήμνοιο κελεύθου,
拍击掌心,以节律分明的鞋履踏步,
οἰστρομανής· καὶ Πᾶνες ἐθήμονος ὑψόθι πέτρης
在狂喜的迷醉中忘却深渊险径的劳顿。
ποσσὶν ἐυκνήμισιν ἐπωρχήσαντο κονίῃ,
潘神们在惯常的岩石上以生有健美小腿的双足在尘土中起舞,
ἀστιβέος πρηῶνα διαστείχοντες ἐρίπνης.
跨越无人踏足的陡峭悬崖。
ἀλλʼ ὅτε νισσομένοισι φάνη βασιλήιος αὐλὴ
然而,
τηλεφανὴς στίλβουσα λίθων ἑτερόχροϊ κόσμῳ,
当那因诸般异色宝石之美而自远处灿然生辉的王宫映入行旅者的眼帘时,
εὐχαίτης τότε Βότρυς ὄχον πατρῷον ἐάσας
留有美发的波特律斯跃下父亲的车辆,
εἰς δόμον ὠκυπέδιλος ἔβη, προκέλευθος ὁδίτης,
身着轻便步履作为先锋信使疾步奔入府中,
ἐντύνων ἅμα πάντα, φιλοστόργῳ δὲ μενοινῇ
将一切事务同时备齐,
ὥπλισε πιαλέης ἑτερότροπα δεῖπνα τραπέζης.
满怀深情地在丰盛的餐桌上摆布异样佳肴。
ὄφρα μὲν εἰσέτι Βότρυς ἐκόσμεε δαῖτα Λυαίῳ,τόφρα δὲ ποικιλόδωρος ἄναξ ἐπεδείκνυε Βάκχῳ
正当波特律斯尚在为吕埃俄斯筹备筵席之际,
κάλλεα τεχνήεντα λιθοστρώτοιο μελάθρου,
厚施百宝的君王正向巴克科斯展示着石铺大殿的工巧之美:
τῶν ἄπο μαρμαρέη πολυδαίδαλος ἔρρεεν αἴγλη,
殿中流溢出璀璨夺目的流光溢彩,
σύγχροος ἠελίοιο καὶ ἀντιτύποιο σελήνης·
与日光及辉映的月色同辉。
τοῖχοι δʼ ἀργυρέοισιν ἐλευκαίνοντο μετάλλοις,
墙壁敷饰银质矿物而显洁白;
καὶ μερόπων σπινθῆρας ἐπαστράπτουσα προσώπῳ
在凡人眼前迸射火星的,
λύχνις ἔην, λύχνοιο φερώνυμος· εἶχε καὶ αὐτὴν
乃是得名于灯火的闪光石;
οἶκος ἐρευθιόωντι κεκασμένος αἴθοπι πέτρῳ
华室之内尚有倚衬着风信子石的酒色紫晶,
οἰνωπὴν ἀμέθυστον ἐρειδομένην ὑακίνθῳ·
并饰以灼热红艳的宝石;
αὐγὴν δʼ αἰθαλόεσσαν ἀπέπτυεν ὠχρὸς ἀχάτης,
苍白的玛瑙吐露暗淡烟光,
καὶ φολίδων στικτοῖσι τύποις ἀμάρυσσεν ὀφίτης·
蛇纹石闪烁斑驳鳞纹,
Ἀσσυρίη δὲ μάραγδος ἀνήρυγεν ἔγχλοον αἴγλην.
亚述绿宝石喷薄出嫩绿辉芒。
κιονέῃ δὲ φάλαγγι περιστρωθέντα μελάθρων
殿宇由柱列环绕,
χρύσεα δουρατέης ἐρυθαίνετο νῶτα καλύπτρης
覆顶木椽上的金箔在华美的穹顶下泛着红晕;
ἀφνειοῖς ὀρόφοισι· πολυσχιδέων δὲ μετάλλωνφαιδρὸν ἐυψήφιδι πέδον ποικίλλετο τέχνῃ·
地面借多重矿石以精美镶嵌工艺绘就绚烂图景;
καὶ πυλεὼν περίμετρος ἐυγλύπτῳ τινὶ δούρῳ
宽阔的门廊上,
λεπτοφυῆ τύπον εἶχε νεοπρίστων ἐλεφάντων.
精雕细琢的木料承托着新锯象牙的纤巧形姿。
τοῖα γέρων σκηπτοῦχος ἐδείκνυε μάρτυρι Βάκχῳ·
持杖的老王向作见证的巴克科斯一一展现这般景致;
καὶ μόγις ἴχνος ἔκαμψεν ἔσω θεοδέγμονος αὐλῆς
他携着狄俄尼索斯的手,
χειρὸς ἔχων Διόνυσον· ὁ δὲ βραδυπειθέι ταρσῷ
好不容易才将步履引至迎神的大殿之中。而神明则以迟缓的步履,
πλαζομένην ἑλικηδὸν ἑὴν ἐτίταινεν ὀπωπήν·
目光回转游移;
καὶ θεὸς ἀστερόεσσαν ἐθάμβεεν ἤνοπι κόσμῳ
目睹这位好客君王那饰以耀眼明金、
ξεινοδόκου βασιλῆος ἰδὼν χρυσήλατον αὐλήν.
宛若星空斑斓的殿宇,神明不禁惊叹万分。
ἀμφιπόλους δʼ οἴστρησεν ἄναξ καὶ δμῶας ἐπείγων,
于是君王催促起侍女,加紧吩咐仆役。
- 18.12ἀκερσικόμης
作主格阳性单数修辞语,修饰人名“波特律斯”(即便部分印本写作小写字母β),指蓄着未剪长发的年轻波特律斯。
- 18.27ὅσον θοινήσατο Δηώ
关系从句“ὅσον θοινήσατο Δηώ”(得俄所食之量)作为先行词“Πέλοπος πλατὺν ὦμον”(珀罗普斯的宽阔肩膀)的限定同位语,界定了被象牙替换的具体部分。
- 18.48Μυγδονίοιο δεδεγμένος ἡνία δίφρου
完成时分词“δεδεγμένος”取中间态主动意义(“握持、接掌”),后接宾格宾语“ἡνία”(缰绳)。
- 18.71ὧν ἄπο
带后置介词的“ὧν ἄπο”(即ἀπὸ ὧν)指代前述殿堂的镶嵌玉石与华美构件(“κάλλεα”或所暗指的诸般宝石),表示光辉由此流溢散发。
未在正文中定位
