← 诺努斯

狄奥尼索斯谭

§16.323-16.405

尼西亚的绝望与同名城邦的建立

潘神艳羡狄俄尼索斯的妙计并为自己的失恋哀叹,而尼西亚醒后发现受辱,悲愤交加欲自戕并图谋向神明复仇未果;随后她诞下狄俄尼索斯之女泰勒忒,神明则以其名建立了尼西亚城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
323

καί κεν ἐμῶν ἐτέλεσσα πολύπλανον οἶστρον Ἐρώτων

“若我曾望见那沉睡而沉醉的顽拗处女厄科,

ὑπναλέην μεθύουσαν ἰδὼν δυσπάρθενον Ἠχώ.1

我也早已了却我爱欲的飘忽狂乱。

325

ἱλήκοι νομὸς οὗτος, ἐπεὶ παρὰ γείτονι πηγῇ

愿这片牧场宽恕!

ἀρδεύω τάδε μῆλα, φιλακρήτῳ δὲ ῥεέθρῳ

当我在邻近的泉旁饮这些羊群时,

παρθενικὰς Διόνυσος ἀθελγέας εἰς γάμον ἕλκει.

狄俄尼索斯却用嗜纯酒之清流将坚贞的少女们拖入婚姻。

φάρμακον εὗρεν Ἔρωτος ἑὸν φυτόν· ἐρρέτω αἰγῶν,

他寻得自己的草木作为爱欲的良药!山羊的奶去休吧,

ἐρρέτω ἡμετέρων ὀίων γλάγος· οὐ δύναται γὰρ

我们绵羊的乳汁去休吧!

330

εἰς πόθον ὕπνον ἄγειν ἢ παρθένον εἰς γάμον ἕλκειν.

因为它们无法引沉眠入情欲,亦无法将处女拖入婚姻。

μοῦνος ἐγώ, Κυθέρεια, βιάζομαι· ὤμοι Ἐρώτων·

唯有我,库忒瑞亚啊,遭受着强暴!哀哉爱神!

σύριγξ Πανὸς ἔφευγεν ἀνυμφεύτους ὑμεναίους

潘神的排箫已逃离了未谐的婚礼,

καὶ γάμον ἀρτιτέλεστον ἀνευάζει Διονύσου

以自发的曲调欢呼狄俄尼索斯新近成就的婚配;

αὐτομάτοις μελέεσσι· τὸ δὲ πλέον ἠθάδι μολπῇ

更有甚者,

335

φθεγγομένης Σύριγγος ἀμείβετο σύνθροος Ἠχώ.

同声相应的厄科以惯常的歌声应和着发声的叙林克斯。

νυμφιδίης Διόνυσε μέθης θελξίμβροτε ποιμήν,

婚醉的狄俄尼索斯啊,令人迷醉的牧人,

ὄλβιος ἔπλεο μοῦνος, ἀναινομένης ὅτι νύμφης

唯有你蒙享福祉,因为面对抗拒的新娘,

εὗρες ἀοσσητῆρα γαμοστόλον οἶνον Ἐρώτων.

你寻得了作为爱神婚礼装点者的美酒作为襄助!”

τοῖον ἔπος κατέλεξε δυσίμερος ἀχνύμενος Πάν,

受挫于情欲而悲伤的潘神倾吐了这番言辞,

340

ζῆλον ἔχων καὶ ἔρωτα τελεσσιγάμοιο Λυαίου.

对成就婚配的吕埃俄斯怀着嫉妒与爱恋。

καὶ τελέσας φιλότητα καὶ εἰνοδίης πόθον εὐνῆς

狄俄尼索斯遂了情意,满足了对路旁卧榻的渴求,

ἀφράστῳ Διόνυσος ἀνῃώρητο πεδίλῳ.

踏着不可言说的鞋履凌空飞去。

νύμφη δʼ ἐγρομένη ποταμηίδι μέμφετο πηγῇ,

苏醒过来的仙女责怨着河泉,对睡神、

ὕπνῳ χωομένη καὶ Κύπριδι καὶ Διονύσῳ,

塞浦路斯女神及狄俄尼索斯怒火中烧,

345

ὄμβρῳ δακρυόεντι κατάρρυτος· ἀχνυμένη δὲ

泪雨倾盆;悲戚中,

ἔκλυε Νηιάδων γαμίης ἔτι λείψανα μολπῆς,

她听闻水仙们婚礼歌声残留的余响,

καὶ λεχέων κήρυκα ποθοβλήτοιο Λυαίου

望见作为受情欲击中之吕埃俄斯床榻宣告者的卧榻,

ἡμερίδων πετάλοισι κατάσκιον εἶδε χαμεύνην

那卧榻被葡萄藤的叶片遮蔽,

νεβρίσι νυμφιδίῃσι πυκαζομένην Διονύσου,

铺着狄俄尼索斯婚礼的小鹿皮,

350

κρυπταδίων λεχέων αὐτάγγελον· εἶδε καὶ αὐτὴν

成为隐秘床笫的无言明证;

μίτρην παρθενίην γαμίης πλήθουσαν ἐέρσης.

她也看见自己的处女带浸满了婚礼的甘露。

καὶ ῥοδέας ἐχάραξε παρηίδας, ἀμφοτέρους δὲ

她抓破了玫瑰般的双颊,捶打着双腿,用凄切的声音悲呼:

μηροὺς πληξαμένη κινυρῇ βρυχήσατο φωνῇ·

“哀哉我的贞洁,

ὤμοι παρθενίης, τήν ἥρπασεν Εὔιον ὕδωρ·

欧伊俄斯之水将其夺去!

355

ὤμοι παρθενίης, τὴν ἥρπασεν ὕπνος Ἐρώτων·

哀哉我的贞洁,爱神的酣眠将其夺去!

ὤμοι παρθενίης, τὴν ἥρπασε Βάκχος ἀλήτης.

哀哉我的贞洁,漫游的巴克科斯将其夺去!

ἐρρέτω Ὑδριάδων δολόεν ποτόν, ἐρρέτω εὐνή.

让水仙们诡诈的饮泉去休吧,让卧榻去休吧!

νύμφαι Ἁμαδρυάδες, τίνα μέμψομαι; ἡμετέρην γὰρ

树仙们啊,我该怨责何人?沉睡、

ὕπνος, Ἔρως, δόλος, οἶνος ἐληίσσαντο κορείην.

爱神、诡计与美酒掠夺了我们的童贞。

360

παρθενικὰς ἀπέειπε καὶ Ἄρτεμις· ἀλλὰ καὶ αὐτὴ

阿耳忒弥斯亦弃绝了处女;

τίπτέ μοι οὐ φυγόδεμνος ὅλον δέμας ἔννεπεν Ἠχώ;

然而全身避开婚榻的厄科自身,为何竟未向我告知?

τίπτέ μοι εἰς ἐμὸν οὖας, ὅσον μὴ Βάκχον ἀκοῦσαι,2

为何庇图斯未曾向我耳边轻语,声音微弱得免教巴克科斯听见?

οὐ Πίτυς ἐψιθύριζε καὶ οὐκ ἐφθέγξατο Δάφνη·

为何达佛涅未曾出声:

παρθενική, πεφύλαξο πιεῖν ἀπατήλιον ὕδωρ ;

‘处女啊,当心莫饮那欺妄之水!’?”

365

ἔννεπε, καὶ πολύδακρυν ἀνέβλυσεν ὄμβρον ὀπωπῆς.

她这般说着,双眼喷涌出大片泪雨。

καί ποτε μὲν μενέαινε κατʼ αὐχένος ἆορ ἐρεῖσαι,ἄλλοτε δʼ αὐτοκύλιστος ἀπʼ οὔρεος ἤθελε πίπτειν

有时她狂怒地想要拔剑自刎,有时又欲从山巅自行滚落,在最后的尘埃中倒栽滑跌;

ὑστατίῃ προκάρηνος ὀλισθήσασα κονίῃ·καὶ γαμίης μενέαινεν ἀιστῶσαι πόμα πηγῆς,

她本欲毁灭婚礼泉池的饮水,

370

εἰ μὴ ἀμειψαμένη προτέρη χύσις ἰκμάδα Βάκχου

若非先前涌流之水已褪去巴克科斯的醇浆,重新淙淙流淌着清泉,

λευκὸν ὕδωρ κελάρυζε καὶ οὐκέτι χεῦμα Λυαίου.3

不再是吕埃俄斯的甘流。

καὶ Κρονίδην ἱκέτευε καὶ Ἄρτεμιν, ὄφρα τελέσσῃ

她哀求克洛诺斯之子与阿耳忒弥斯,

αὔλια Νηιάδων κεκονιμένα διψάδι χέρσῳ.

愿水仙们的居所蒙受尘土,化为干渴的荒原。

πολλάκι δʼ ὄμμα τίταινε διʼ οὔρεος, εἴ που ἐφεύροι

她屡屡放眼群山,

375

ἴχνιον ἀστήρικτον ἀθηήτου Διονύσου,

寻觅着不可见之狄俄尼索斯漂浮不定的足迹,

ὄφρα βάλῃ τόξοισι γυνὴ θεόν, ὄφρα δαμάσσῃ

好教她身为女子亦能用箭矢射倒神明,

δαίμονα βοτρυόεντα· καὶ ἤθελε μᾶλλον ἐκείνην

降伏那缀满葡萄的神明;

ἄμπελον εὐναίην φλογερῷ πυρὶ πᾶσαν ὀλέσσαι.

她更愿用烈火焚尽整片充作婚榻的葡萄树。

πολλάκι δʼ ἀθρήσασα διʼ οὔρεος ἴχνια Βάκχου

她屡屡望见巴克科斯穿山越岭的足迹,便张弓射向虚空的暴风;

380

ἠερίας τόξευεν ὀιστεύουσα θυέλλας·

她屡屡举起长矛,挺身正对靶子,

πολλάκι δʼ ἔγχος ἄειρε, καὶ εἰς σκοπὸν ἀντίον ἔστη.ὄφρα δέμας πλήξειεν ἀνουτήτου Διονύσου·

欲刺穿不可伤损的狄俄尼索斯的躯体;

ἀλλὰ μάτην προέηκε καὶ οὐκ ἐτύχησε Λυαίου.

然而她枉然投掷,未曾击中吕埃俄斯。

καὶ ποταμῷ κεχόλωτο καὶ ὤμοσε, μή ποτε πηγῆς

她对河流怒不可遏,起誓永不再以干渴的双唇饮用泉中欺诈之水;

385

χείλεσι διψαλέοισι πιεῖν ἀπατήλιον ὕδωρ·ὤμοσε καὶ κατὰ νύκτας ἔχειν ἄγρυπνον ὀπωπήν,

她起誓要在漫漫长夜保持清醒的双眼,

ὤμοσε μὴ γλυκὺν ὕπνον ἐν οὔρεσιν ἄλλον ἰαύειν.

起誓不再在群山中安享又一次甜美的睡眠。

καὶ σκύλακας νεμέσησε φυλάκτορας, ὅττι καὶ αὐτοὶ

她亦怨怒守望的猎犬,

οὐ τότε θωρήσσοντο γυναιμανέοντι Λυαίῳ.

因它们当时亦未披坚执锐抗击那迷恋女色的吕埃俄斯。

390

δίζετο δʼ ἀγχονίοιο μετάρσιον ἄλκαρ ὀλέθρου

她用紧套在颈项的纠结套索紧勒喉咙,

θλιβομένη σφιγκτῆρι περίπλοκον αὐχένα δεσμῷ,

寻求自缢之死这一悬空的解救,

μῶμον ἀλευομένη φιλοκέρτομον ἥλικος ἥβης.

借以逃脱同龄青年好嘲的讥讽。

ἀρχαίην δʼ ἀέκουσα λίπεν θηροτρόφον ὕλην,

她羞于在失身之后显现于喜箭女神之前,

αἰδομένη μετὰ λέκτρα φανήμεναι ἰοχεαίρῃ.

遂违心地离开了自古繁育野兽的林莽。

395

καὶ ζαθέης ῥαθάμιγγι γονῆς πλησθεῖσα Λυαίου

她因受染吕埃俄斯神圣的生殖点滴而怀胎受重;

γαστέρι φόρτον ἄειρε· τελειομένης δὲ λοχείης

当临产期满,

θῆλυν ἐμαιώσαντο τόκον ζωθαλπέες Ὧραι,

温煦生命的季节女神们接生了一个女婴,

καὶ δρόμον ἐννεάκυκλον ἐπιστώσαντο Σελήνης·

印证了月神九度回环的轨道。

ἐκ δὲ γάμου Βρομίοιο θεόσσυτος ἤνθεε κούρη,

从布罗米俄斯的婚配中盛开出一位神赐的少女,

400

ἣν Τελετὴν ὀνόμηνεν ἀεὶ χαίρουσαν ἑορταῖς.

她将其命名为泰勒忒,一位永喜节庆的少女,

κούρην νυκτιχόρευτον, ἐφεσπομένην Διονύσῳ,

那是位夜舞的少女,跟随着狄俄尼索斯,

τερπομένην κροτάλοισι καὶ ἀμφιπλῆγι βοείῃ.

欢喜于响板与双面敲击的牛皮鼓。

καὶ πόλιν εὐλάιγγα φιλακρήτῳ παρὰ λίμνῃ

神明在嗜纯酒之湖畔建造了一座美石之城尼西亚,

τεῦξε θεὸς Νίκαιαν, ἐπώνυμον ἣν ἀπὸ νύμφης

以阿斯塔喀亚仙女之名为此城冠名,

405

Ἀστακίης ἐκάλεσσε καὶ Ἰνδοφόνον μετὰ νίκην.

并在屠灭印度的胜利之后以此命名。

语法注3 条
  1. 16.323καί κεν ἐμῶν ἐτέλεσσα πολύπλανον οἶστρον Ἐρώτων ὑπναλέην μεθύουσαν ἰδὼν δυσπάρθενον Ἠχώ.

    过去反事实条件句的结论句(κεν 搭配不定过去时直说语气 ἐτέλεσσα)。条件从句(假定前提)由分词短语 ὑπναλέην μεθύουσαν ἰδὼν…(“假若看见了……”)来充当。

  2. 16.362ὅσον μὴ Βάκχον ἀκοῦσαι

    由 ὅσον μή 搭配不定式构成的限定/结果性习惯搭配,意为“以至于不让巴克科斯听见”,修饰前文的 ἐψιθύριζε(“低语”)。

  3. 16.369καὶ γαμίης μενέαινεν ἀιστῶσαι πόμα πηγῆς, εἰ μὴ ἀμειψαμένη προτέρη χύσις ἰκμάδα Βάκχου λευκὸν ὕδωρ κελάρυζε καὶ οὐκέτι χεῦμα Λυαίου.

    由未完过去时 μενέαινεν(表示企图未遂)作为主句,引出反事实条件从句 εἰ μὴ ... κελάρυζε(未完过去时表示未实现的假定):其逻辑为“若非先前的涌流已换去巴克科斯的汁液、重新流淌清水,她便会毁掉那泉水”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:16.323-16.405