← 诺努斯

狄奥尼索斯谭

§16.237-16.322

尼卡亚沉醉与狄俄尼索斯的侵犯

在墨利亚嘲讽之后,尼卡亚饮下葡萄酒之河的泉水沉醉昏睡,狄俄尼索斯趁机占有了她;大地与草木为之铺设婚床,死去的许谟诺斯的幽灵在梦中斥责她,潘神与萨堤洛斯则对美酒的威力心生艳羡。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
237

εἰς γάμον, εἰς ὑμέναιον ἄγειν πειθήμονα κούρην·1

——用抚慰心灵的言辞将顺从的少女引向婚姻、引向婚礼之歌。

οὐ Σεμέλην ἱκέτευεν, ἕως ἐτύχησεν ἐρώτων.

他对塞墨勒未曾恳求,直到如愿以偿;

οὐ Δανάην παρέπεισεν, ἕως σύλησε κορείην·

他对达那厄未曾劝诱,直到夺去她的童贞。

240

Ζηνὶ συναπτομένην Ἰξίονος οἶσθα γυναῖκα

你知道伊克西翁之妻与宙斯交合之事,

καὶ γάμιον χρεμέτισμα καὶ ἱππείους ὑμεναίους·

知晓那婚礼的嘶鸣与骏马的婚配;

Ἀντιόπης ἐδάης φιλοπαίγμονα θεσμὸν Ἐρώτων

你也知晓爱神们对安提俄珀施展的戏谑法则,

καὶ Σάτυρον γελόωντα νόθον μιμηλὸν ἀκοίτην.

以及那化作冒牌伪装配偶的嬉笑萨堤洛斯。”

ὣς φάτο κερτομέουσα νόον δειδήμονα Βάκχου.

她这般嘲弄着巴克科斯怯懦的心思,

245

καὶ δρυὸς ἐντὸς ἵκανεν ὁμήλικος. ἐν δὲ κολώναις

随即遁入了与她同龄的橡树之中。在群丘之上,

ἀσχαλόων Διόνυσος ὁμάρτεε θυιάδι κούρῃποσσὶν ἐρωμανέεσσι, καὶ ὠκυπέδιλος Ἀμαζὼν

焦虑不安的狄俄尼索斯以情狂的步伐伴随着那狂乱的少女,

ἄστατος ἄκρα κάρηνα μετήιε δύσβατα πέτρης,

而轻著皮履的亚马孙少女则飘忽不定地踏过险峻难行的岩石峰顶,

ἴχνος ἐρευνητῆρος ὑποκλέπτουσα Λυαίου.

抹去踪迹避开搜寻者吕埃俄斯。

250

καὶ φλογερῷ Φαέθοντος ἱμασσομένης χρόα πυρσῷ2

在法厄同如火的烈焰抽打下,

ἄβροχα διψαλέης τερσαίνετο χείλεα κούρης·

渴极的少女干瘪的唇未沾半点甘霖;

καὶ δόλον ἀγνώσσουσα γυναιμανέος Διονύσου

她浑然不知迷恋女色的狄俄尼索斯的诡计,

ξανθὸν ὕδωρ ἐνόησε φιλακρήτου ποταμοῖο,

望见了嗜纯酒之河金黄色的泉水,

καὶ πίεν ἡδὺ ῥέεθρον, ὅθεν πίον αἴθοπες Ἰνδοί·

畅饮了昔日黑肤印度人饮用过的甜美细流。

255

καὶ φρένα δινηθεῖσα μέθῃ βακχεύετο κούρη,

少女心神昏乱,因醉意而陷入狂迷,

καὶ κεφαλὴν ἐλέλιζε μετήλυδα δίζυγι παλμῷ,

以异样的双重震颤摇晃着头颅,

καὶ διδύμην ἐδόκησεν ἰδεῖν πολυχανδέα λίμνην

眼波流转中仿佛看见了双重的广阔湖泊;

ὄμματα δινεύουσα· βαρυνομένου δὲ καρήνου

头颅沉重之际,

δέρκετο θηροβότου διπλούμενα νῶτα κολώνης·

她望见走兽啮草的群山脊背化作双重。

260

καὶ τρομεροῖσι πόδεσσιν ὀλισθήσασα κονίῃ

她战栗的双脚在尘土中滑倒,

εἰς πτερὸν αὐτοκύλιστος3 ἐσύρετο γείτονος Ὕπνου·

自行翻滚着滑入了邻近的睡神的羽翼;

καὶ γαμίῳ βαρύγουνος ἐθέλγετο κώματι νύμφη.

新娘被昏沉的婚睡压重了四肢,沉迷难醒。

τὴν μὲν ἰδὼν εὕδουσαν Ἔρως ἐπεδείκνυε Βάκχῳ,

望见她睡去,厄洛斯怜悯着许谟诺斯,

ὕμνον ἐποικτείρων· νέμεσις δʼ ἐγέλασσεν ἰδοῦσα.

向巴克科斯指出了她;复仇女神见状嗤嗤冷笑。

265

καὶ δολόεις Διόνυσος ἀδουπήτοισι κοθόρνοις

诡计多端的狄俄尼索斯踏着无声的高底皮靴,

εἰς γάμον ἄψοφος εἷρπε ποδῶν τεχνήμονι παλμῷ.

迈着灵巧而无响的步伐悄然走向婚礼。

κούρης δʼ ἐγγὺς ἵκανε· καὶ ἀτρέμας ἄκρον ἐρύσσας

他来到少女近旁,

δεσμὸν ἀσυλήτοιο φυλάκτορα λύσατο μίτρης4

用节制的手掌轻轻牵动那守护未遭玷污之带的结扣末端,

φειδομένῃ παλάμῃ, μὴ παρθένον ὕπνος ἐάσῃ.

将其解开,免得睡眠离弃了处女。

270

γαῖα δὲ κηώεσσαν ἀναπτύξασα λοχείην

大地展露出芬芳的产床,

φυταλιὴν ὤδινε, χαριζομένη Διονύσῳ,

为取悦狄俄尼索斯而孕育出繁茂的植株;

πολλὴν δʼ ἀμπελόεσσαν ἐλαφρίζουσα καλύπτρην

轻托起繁茂的葡萄藤帷幕,

πλεκτὴ βοτρυόεντι κάμαξ ἐβαρύνετο καρπῷ·

编织的支架被硕果累累的葡萄压得低垂。

καὶ λέχος ἦν πετάλοισι κατάσκιον· ἡμερίδων γὰρ

床榻被浓荫遮蔽,

275

αὐτοφυὴς μίτρωσεν ἕλιξ εὐάμπελον εὐνήν·καὶ πολὺς ἔνθα καὶ ἔνθα μετάρσιος οἴνοπι καρπῷ

因为葡萄藤自生的卷须如缎带般环绕着丰茂的卧榻,

Κυπριδίοις ἀνέμοισιν ἐσείετο βότρυς ἀλήτης,

处处高悬的紫黑果实随爱欲的清风摇曳飘荡,

ἀμφοτέρους δʼ ἐπύκαζε· σελινοφόρῳ δὲ κορύμβῳἱμερόεις ἐμέθυσσεν ὁμόζυγος οἰνάδος ὄρπηξ

将二人完全庇护;而头顶欧芹花冠的迷人葡萄幼枝,

280

πλεκτὸν ἀεξομένης ἐπιβήτορα κισσὸν ὀπώρης.5

引醉了缠绕在繁茂果实上与之相配的常春藤。

καὶ δολόεις γάμος ἦεν ὀνειρείης τύπον εὐνῆς

这便是一场带有如梦卧榻印记的诡谲婚礼,

ὕπνον ἔχων συνάεθλον· ἐνοσφίσθη δὲ κορείης

将睡眠当作赛会中的同伴;

παρθενικὴ κνώσσουσα, καὶ ἔδρακε πομπὸν Ἐρώτων

沉睡的处女被夺去了贞洁,望见了爱神的引路人——睡神,

ὕπνον ὑποδρηστῆρα μεθυσφαλέων ὑμεναίων.

充当了这醉步踉跄之婚配的侍从。

285

πνοιὴ δʼ ὑψιπόρῳ σκιρτήματι θυιάδος ὕλης

狂暴树林高扬腾跃的疾风,

ἄστατος αὐτοβόητος ἀνέπλεκεν ὕμνον Ἐρώτων,

飘忽自鸣地编织起爱神的赞歌,

καὶ μέλος ἠνεμόφοιτον ὀρεσσαύλων ὑμεναίων

山野婚礼乘风巡游的旋律,

αἰδομένοις στομάτεσσιν ἀμείβετο παρθένος Ἠχώ,

得到了羞涩双唇的山谷仙女厄科的回应,

Πανιὰς ὑστερόφωνος· ὑπὲρ δαπέδου δὲ χορεύων

那是一位迟滞发声的潘神仙女。在平地之上翩翩起舞,长笛尖声鸣响,吹奏着:

290

αὐλὸς ἐπεσμαράγησεν Ὑμὴν Ὑμέναιε λιγαίνων·

“许门,噢,许门纳俄斯!”

ἱμερόεις γάμος οὗτος ὀρεστιὰς ἴαχε πεύκη.

山中的松树也高呼: “这婚礼何其迷人!”

ψυχὴ δʼ ἠνεμόφοιτος ἀναΐξασα νομῆος

放羊人乘风漫游的幽灵腾然而起,在夜梦中折磨着沉睡的少女:

παρθένον ὑπναλέην νυχίοις ἐρέθιζεν ὀνείροις·

“婚配圆满的少女啊,

εἰσὶ καὶ ἱμείροντος Ἐρινύες, εὔγαμε κούρη·

即便是怀着渴求之人也有复仇女神!

295

νυμφίον εἰ φύγες Ὕμνον, ἐνυμφεύθης Διονύσῳ·

你若逃脱了新郎许谟诺斯,却委身于狄俄尼索斯!

λοξὰ θεμιστεύεις, θαλαμηπόλε παρθένε νύμφη·

侍奉深闺的处女新娘啊,你的裁决何其偏颇:

κτείνεις γὰρ ποθέοντα, καὶ οὐ γαμέοντα διώκεις.6

因你杀害了渴望你的人,却不追击娶你的人。

παρθένε, χάλκεον ὕπνον ἐρασσαμένῳ πόρες Ὕμνῳ·

处女啊,你赐给了爱恋你的许谟诺斯以青铜般的沉眠;

παρθένε, νήδυμος ὕπνος ἀπώλεσε σεῖο κορείην.

处女啊,甜蜜的酣眠却毁灭了你的贞洁。

300

οἰκτρὸν ἴδες γελόωσα δεδουπότος αἷμα νομῆος·

你曾笑着看见倒毙牧人凄惨的鲜血;

οἰκτρότερον στενάχουσα τεῆς ἴδες αἷμα κορείης.

如今你却呻吟着,看见了自己童贞更为凄惨的鲜血。”

ὣς φαμένη σκιόεντι πανείκελος ἔσσυτο καπνῷ

言罢,那被情欲击中的放羊人含泪的灵魂,

ψυχὴ δακρυόεσσα ποθοβλήτοιο νομῆος,

如幽暗的青烟般疾驰而去,

Ταρταρίην δʼ ἀκίχητος ἐδύσατο πανδόκον αὐλήν,

避开一切追寻进入了广纳万物的冥府庭院,

305

Βάκχου ζῆλον ἔχουσα μεθυσφαλέων ὑμεναίων.

对巴克科斯那醉步蹒跚的婚礼满怀嫉恨。

καὶ λιγυροῖς δονάκεσσι γαμήλιον ἦχον ἀράσσων,

善颂的潘神用尖锐的芦笛吹打出婚乐之声,

ζῆλον ὑποκλέπτων ὑποκάρδιον, ὑμνοπόλος Πὰν

暗藏着心底的嫉妒,

μεμφόμενον μέλος εἶπεν ἐς ἀλλοτρίους ὑμεναίους.

为这异己的婚礼唱起怨怼之歌。

καί τις ἐρωμανέων Σατύρων παρὰ γείτονι λόχμῃ

邻近林莽中一位迷恋情爱的萨堤洛斯,

310

θηητὴρ ἀκόρητος ἀθηήτων ὑμεναίωνΒακχείην ἀγόρευεν, ἰδὼν εὐπάρθενον εὐνήν·

作为这场前所未见之婚礼的不知足的看客,望见巴克科斯那美貌处女的床榻,说道:

Πὰν κερόεις, ἔτι μοῦνος ἔχεις δρόμον εἰς Ἀφροδίτην;

“长角的潘神啊,你难道还要孤身一人奔向阿佛洛狄忒?

καὶ σὺ διωκομένης πότε νυμφίος ἔσσεαι Ἠχοῦς;

你何时也能成为被追逐的厄科的新郎?

καὶ σὺ δόλον πότε τοῖον ἀοσσητῆρα τελέσσεις

你何时也能施展这般巧计作为援手,

315

ὑμετέρων ἐπίκουρον ἀνυμφεύτων ὑμεναίων;

来救助你们未成眷属的婚礼?

Πὰν φίλε, καὶ σὺ γένοιο φυτοσκάφος ἀντὶ νομῆος,

亲爱的潘神,但愿你也成为栽植者而非牧人;

ποιμενίην δʼ ἀπόειπε καλαύροπα καὶ παρὰ πέτρῃ

弃绝牧杖吧,

λεῖπε βόας καὶ μῆλα· τί σοι ῥέξουσι νομῆες;

将牛羊留在岩石之旁!牧人们能为你做何事?

ἔγρεο, καὶ σὺ φύτευε γαμοστόλον οἶνον Ἐρώτων.

醒来吧,你也去栽植那装点爱神婚礼的美酒!”

320

οὔ πω μῦθος ἔληγε, καὶ ἴαχεν αἰγίβοτος Πάν·

言语未毕,放牧山羊的潘神便大声叫嚷:

αἴθε πατήρ με δίδαξε τελεσσιγάμου δόλον οἴνου·

“但愿父亲曾教过我这促成婚礼之酒的巧计!

αἴθε νοοσφαλέος σταφυλῆς, ἅτε Βάκχος, ἀνάσσω·

但愿我也如巴克科斯一般,掌管那迷乱人心的葡萄!”

语法注6 条
  1. 16.237εἰς γάμον, εἰς ὑμέναιον ἄγειν πειθήμονα κούρην

    承接前一段落末尾“σὸς γενέτης οὐκ οἶδε πόθου θελξίφρονι μύθῳ”的不定式结构(οὐκ οἶδε 支配 ἄγειν),意为“你的父亲不知晓用抚慰心灵的言辞将顺从的少女引向婚姻”。

  2. 16.250ἱμασσομένης χρόα πυρσῷ

    ἱμασσομένης 是现在中被动态分词(属格阴性单数),与后文的 κούρης 一致。χρόα 为关系对格(说明对格):“肌肤被法厄同如火的烈焰抽打着”。

  3. 16.261αὐτοκύλιστος

    形容词 αὐτοκύλιστος 用作状语/表语以修饰主语,意为“自行翻滚着”。它与前面的分词 ὀλισθήσασα 相配合,描绘出她失控跌入沉睡的情状。

  4. 16.268ἀσυλήτοιο φυλάκτορα λύσατο μίτρης

    φυλάκτορα 是阳性名词(φυλάκτωρ)的单数宾格,作前文 δεσμόν 的同位语:“解开了那作为未遭玷污之带的守卫者的结扣”。ἀσυλήτοιο 为史诗属格,修饰 μίτρης。

  5. 16.280κισσὸν ὀπώρης

    在 πλεκτὸν ἀεξομένης ἐπιβήτορα κισσὸν ὀπώρης 中,ἐπιβήτορα 作 κισσόν 的同位语(“缠绕攀附在生长中的秋实[葡萄]上的常春藤”),ὀπώρης 为宾格性属格。主语为 ὄρπηξ(葡萄嫩枝),宾语为 κισσόν,表现出葡萄的醉意浸染常春藤的诗意夸张。

  6. 16.297κτείνεις γὰρ ποθέοντα, καὶ οὐ γαμέοντα διώκεις

    鲜明的对照句结构,其中 οὐ 否定动词 διώκεις:一方面杀害了 ποθέοντα(渴望者,即许谟诺斯),另一方面却不去追击/追究 γαμέοντα(成婚者,即狄俄尼索斯,呼应前句 θεμιστεύεις 的司法比喻)。幽灵借此讽刺其裁决不公。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2045.tlg001.humanitext-grc2:16.237-16.322