← 俄利根

马太福音古注

§7.5-7.9

通过祈求探寻美德与上帝的恩赐

作者注解了登山宝训中关于“圣物给狗”以及“祈求就给你们”的经文,阐明了通过祈祷与实践寻求美德的三个阶段。接着将饼与鱼寓意为知识与精神食粮,解释了神赐予的好礼物即是圣灵,并探讨了习惯性犯罪如何使邪恶成为堕落者的“本性”。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.5

ΚΕΦ. Ζ΄. Στιχ. ε΄. Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων......

第7章第5节:“不要把圣物给狗,也不要把你们的珍珠丢在猪前……”

§7.6

Στιχ. ϛ΄. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Ἵνα μὴ ἀγνοῶσιν οἱ μαθηταὶ, τίνες εἰσὶν κύνες, ἢ χοῖροι ἐν τοῖς ἀκροαταῖς, ἐπιμόνως ζητήσατε, φησὶν, ἐκ Θεοῦ, καὶ ἀποκαλύπτεται ὑμῖν πάντα. Ἀρχὴ μὲν γὰρ ἀρετῆς τὸ δι’ εὐχῆς γνῶναι τὸ ἀγαθόν· εἶτα τὸ εἰδέναι πῶς δεῖ ὁδεῦσαι τὴν ἀρετήν· τρίτον τὸ διὰ τῶν ἔργων κρούειν ἀνοιγῆναι αὐτῷ τὴν θύραν. Τοῦτο γὰρ σημαίνει ἡ διὰ τῶν χειρῶν κροῦσις. Τρισσῶς1 γὰρ ἡ τῶν σωτηρίων δογμάτων ἀλήθεια λαμβάνεται, ἐπιμελεῖ εὐχῇ, καὶ τοῦ ἡγεμονικοῦ ἐν τῷ ζητεῖν τὰ θεῖα καταστάσει,2 καὶ περὶ τοῦ εὑρεῖν συναισθήτως τῆς τῶν κεκρυμμένων Γραφῶν ἀσφαλείας τὸ βάθος,3 ἀκριβεῖ πολυπραγμοσύνῃ· οὕτω γὰρ ἀνοίγεσθαί φησι τὰς Γραφάς.

第6节:“你们祈求,就给你们;寻找,就寻见;叩门,就给你们开门。” 免得门徒不知道听众之中谁是狗或猪,“你们要向神迫切寻找,”他说,“一切就都向你们显明了。”因为美德的开端是通过祈祷认识善;其次是知道应当如何行在美德中;第三是通过行为叩门,使门为自己敞开。因为用手叩门所表示的正是这一点。救恩教理的真理是通过三种方式被领受的:通过勤勉的祈祷,通过在寻找神圣事物时确立主导理性,以及通过关于在感悟隐藏圣经之确定性的同时寻找其深奥处的精确探求;因为他说,圣经就是这样被开启的。

§7.9

Στιχ. θ΄. Τίς ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Στιχ. ι΄. Καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Ὅρα δὲ εἰ...... γνῶσις τροφὴ, ἧς ἄνω οὐκ ἔστι σώζεσθαι·4 οἷον ὁ περὶ τοῦ πῶς βρωτέον ἀκριβὴς λόγος. Ἰχθὺς δὲ καὶ οἷον ὄψον φιλομαθεῖ τὸ εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα, καὶ ὅσα ἑξῆς ἡ σοφία λέγει. Οὔτε ἀντὶ τοῦ ἄρτου λίθον δίδωσιν ὁ Θεὸς, ὃν ὁ διάβολος ἐσθίεσθαι ὑπὸ τοῦ Ἰησοῦ ἐβούλετο· οὔτε ἀντὶ ἰχθύος ὄφιν, ὃν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθὺν ἐσθίειν Αἰθίοπες. Πῶς δὲ τοὺς μαθητὰς πονηροὺς ἐκάλεσεν; Εἰ γὰρ καὶ ἠκολούθουν ἐκ προαιρέσεως, ἀλλ’ εἶχον τὸ τρεπτὸν τοῦ ἀνθρωπίνου. Μόνον δὲ ἄτρεπτος ἦν καὶ θεότητι καὶ ἀνθρωπότητι ὁ τοῦ Θεοῦ Υἱός. Δόματα δὲ ἀγαθὰ καλεῖ τὰς πνευματικὰς δωρεάς. Ὁ δὲ Λουκᾶς Πνεῦμα ἅγιον εἶπεν, ἀντὶ τοῦ εἰπεῖν ἀγαθά. Καὶ οὐδὲν τὸ διάφορον. Τὸ γὰρ ἅγιον Πνεῦμα αὐτό ἐστι τὸ φῶς ἀγαθόν· διὸ καὶ τοῖς μετόχοις αὐτοῦ δίδωσιν ἀγαθά. Τοῖς δὲ ἄγαν πονηροῖς, διὰ τὸ ἀνενδότως ἁμαρτάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται· οἷός ἐστιν ὁ Σατανᾶς καὶ οἱ δαίμονες. Δύναται γάρ τις καὶ τούτους φύσει κακοὺς εἰπεῖν, καίπερ μὴ φύσει κακοὺς δημιουργηθέντας, ἀλλ’ ἐξ αὐτοπροαιρέτου κακίας ἀπεσκληκότας.5

第9节:“你们中间谁有儿子求饼,反给他石头呢?”第10节:“求鱼,反给他蛇呢?” 且看知识是否就是食物,没有它人就无法得救;例如关于应当如何吃喝的精确道理。而鱼以及类似配菜的事物,对于好学者而言,就是去认识世界的构造、元素的运行、开始和终结与中间,以及智慧书接下来所说的一切。神既不给石头代替饼——那是魔鬼想要让耶稣吃下的;也不给蛇代替鱼——那是那些不配吃鱼的埃塞俄比亚人所吃的。然而,主为什么称门徒为“恶人”呢?因为他们虽然是出于自由选择而跟随,但仍具有人类本性的易变性。只有神的儿子在神性与人性中都是不变的。而祂所谓的“好礼物”是指属灵的恩赐。路加则说“圣灵”以代替说“好东西”。这并没有什么不同。因为圣灵本身就是那美好的光;因此祂也把好东西赐给分享祂的人。但对于极恶之人,由于他们毫不妥协地犯罪,在某种意义上,邪恶成了他们的本性;正如撒旦和魔鬼那样。因为人也可以称他们在本性上是恶的,尽管他们并非在受造时本性如此,而是因自选的邪恶而变得顽固。

语法注5 条
  1. 7.6Τρισσῶς

    副词 τρισσῶς(以三种方式),修饰动词 λαμβάνεται。

  2. 7.6τοῦ ἡγεμονικοῦ ἐν τῷ ζητεῖν τὰ θεῖα καταστάσει

    与格名词 καταστάσει(通过确立/安定)表示手段,属格 τοῦ ἡγεμονικοῦ(主导理性、统治原则)作为其主语性属格发挥作用。介词短语 ἐν τῷ ζητεῖν τὰ θεῖα(在寻找神圣事物时)修饰整个名词短语。

  3. 7.6συναισθήτως τῆς τῶν κεκρυμμένων Γραφῶν ἀσφαλείας τὸ βάθος

    副词 συναισθήτως(感悟到/意识到)支配属格 τῆς ... ἀσφαλείας(确定性),而宾格 τὸ βάθος(深奥处)则是介词短语 περὶ τοῦ εὑρεῖν(关于寻找)中不定式 εὑρεῖν 的直接宾语。

  4. 7.9ἧς ἄνω οὐκ ἔστι σώζεσθαι

    手稿中的 ἄνω(上方的)是支配属格的介词 ἄνευ(没有)的笔误。它与关系代词 ἧς(其,即知识)结合,表示“没有它”。οὐκ ἔστι 是表示可能性的无人称表达(意为“不可能”),后接不定式 σώζεσθαι。

  5. 7.9ἀπεσκληκότας

    动词 ἀποσκέλλω(干枯、变得顽固)的完成时主动分词(阳性复数宾格),修饰宾格不定式句中的逻辑主语 τούτους(即使他们)。它与由 καίπερ 引导的让步分词 δημιουργηθέντας(虽然不是被创造为……)形成对比,表示因自选邪恶而导致的顽固状态。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 注 1 处
  • 2026-11-24 AI校阅 — 译文 1 处
  • 2026-09-22 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg2042.tlg077.humanitext-grc1:7.5-7.9