- 底本
- Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2042.tlg077.humanitext-grc1:1.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本文分析了马太福音1章18节中的“出生”与福音书开头的“生成”在神学上的区别,以口头言语转化为文字为喻解释了基督的道成肉身,并讨论了祂出生的双重性。
Στιχ. ιη΄. Τοῦ δὲ Ἰησοῦ ἡ γέννησις οὕτως ἦν. ....... Ὧδε μὲν γεννήσεως μέμνηται ὁ εὐαγγελιστὴς, κατ’ ἀρχὰς δὲ τοῦ Εὐαγγελίου, τῆς γενέσεως.1 Ἐνταῦθα μὲν γὰρ λέγει· Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν, ἐκεῖ δὲ, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ. Τίς οὖν ἡ διαφορὰ τῆς γεννήσεως καὶ τῆς γενέσεως; καὶ ὡς ἀμφότερα ἐπὶ Χριστοῦ λαμβάνεται; Ὥσπερ ὁ λόγος οὗτος ὁ προφορικὸς κατὰ τὴν οἰκείαν φύσιν ἀναφής ἐστι καὶ ἀόρατος· ὅταν δὲ ἐν βιβλίῳ γραφῇ, καὶ οἱονεὶ σωματωθῇ, τότε καὶ ὁρᾶται καὶ ψηλαφᾶται· οὕτως καὶ ὁ ἄσαρκος τοῦ Θεοῦ Λόγος καὶ ἀσώματος, οὔτε ὁρώμενος, οὔτε γραφόμενος κατὰ τὴν θεότητα, ἐπειδὴ ἐσαρκώθη, καὶ ὁρᾶται καὶ γράφεται. Διὰ τοῦτο, ὡς σαρκωθέντος, καὶ βίβλος ἐστὶ τῆς αὐτοῦ γενέσεως. Ἀλλ’ οὐκ ἐξῄτηται ἐνθάδε τὸ, διὰ τί εἶπε βίβλος, καὶ οὐκ εἶπεν ὅρασις, ἢ λόγος· ἀλλὰ τὸ, τί ἐστι γέννησις, καὶ τί γένεσις; Διαφέρει γένεσις καὶ γέννησις. Γένεσις μὲν γάρ ἐστι παρὰ Θεοῦ πρώτη πλάσις· γέννησις δὲ ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν παράβασιν ἐξ ἀλλήλων διαδοχή. Καὶ ἔτι, ἡ μὲν γένεσις τὸ ἄφθαρτον ἔχει καὶ ἀναμάρτητον· ἡ δὲ γέννησις τὸ παθητὸν καὶ ἁμαρτητικόν. Ὁ οὖν Κύριος,2 τῆς μὲν γενέσεως τὸ ἀναμάρτητον φυσικῶς λαβὼν, τὸ ἄφθαρτον οὐ προσέλαβε· τῆς δὲ γεννήσεως τὸ παθητὸν εἰληφὼς, τὸ ἁμαρτητικὸν οὐ προσέλαβε, τὸν πρῶτον τοῖς κατ’ ἄμφω μέρεσιν Ἀδὰμ φέρων ἀμείωτον. Οὐκοῦν εἴη ἂν ἐπὶ Χριστοῦ γένεσις μὲν, οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος,3 ἀλλ’ ὁδὸς ἀπὸ τοῦ ἐν μορφῇ Θεοῦ ὑπάρχειν εἰς τὸ ἀναλαβεῖν τὴν τοῦ δούλου μορφήν· ἡ δὲ γέννησις αὐτοῦ διπλῆ γέγονε, καθ’ ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς. Τὸ μὲν γὰρ ἐκ γυναικὸς γεννηθῆναι καθ’ ἡμᾶς· τὸ δὲ μὴ ἐκ θελήματος σαρκὸς, ἢ ἀνδρὸς, ἀλλ’ ἐκ Πνεύματος ἁγίου, ὑπὲρ ἡμᾶς. Ὅπερ καὶ τὴν μέλλουσαν προανεφώνει * γέννησιν, ἣν ἡμῖν ἔμελλεν ἐκ Πνεύματος χαρίσεσθαι.
第18节:“耶稣的出生是这样的……” (1–2) 在这里,福音书作者提到了“出生”,但在福音书的开头,他提到了“生成”。因为在这里他说:“耶稣基督的出生是这样的”,而在那里说:“耶稣基督的生成之书”。那么,出生与生成有什么区别?这两者又如何应用于基督?正如这口头的言语,按其自身的本性是无形且不可见的,但当它被写在书上,仿佛化为身体时,便既能被看见,也能被触摸;同样,神无肉身、无形体的道,按其神性既不可见,也无法描绘,但因祂成了肉身,便既能被看见,也能被描绘。因此,作为成了肉身者,也有关于祂生成的书。然而,这里所探讨的,并不是祂为什么说“书”而不说“异象”或“话语”,而是:什么是出生,什么是生成?生成与出生是不同的。因为生成是来自神的最初创造;而出生则是因着违背诫命、在死亡的定罪下彼此之间的相继。而且,生成具有不朽性和无罪性,而出生则具有受苦性和有罪性。因此,主自然地接受了生成的无罪性,却没有接纳其不朽性;接受了出生的受苦性,却没有接纳其有罪性,从而在两个方面都毫无损缺地承载了第一个亚当。因此,在基督身上,生成不是从无到有的过渡,而是从以神的形象存在,走向接纳仆人形象的道路;而祂的出生则是双重的:依我们的方式,以及超越我们的方式。因为由妇人所生是依我们的方式,而并非由血肉之意、也非由人意,而是由圣灵所生,则是超越我们的方式。这也就预示了那未来的出生,即祂将要借着圣灵赐予我们的出生。
- 1.18γεννήσεως μέμνηται ... τῆς γενέσεως
动词 μέμνηται(μιμνήσκομαι“提及”的第三人称单数完成时)接属格。在前半句中,γεννήσεως 是其直接宾语;在后半句中,τῆς γενέσεως 同样作为该动词的属格宾语,此处动词被省略。
- 1.18Ὁ οὖν Κύριος
主语 Κύριος(主)之下并列了两个形成对比的分词短语(λαβών 与 εἰληφώς),最后的主格分词 φέρων 起到了类似谓语的功能。
- 1.18οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος
此句受介词 ἐκ 和 εἰς 的支配。τοῦ μὴ ὄντος 是带冠词的现在分词(中性单数属格),意为“非存在”,否定词 μὴ 用于否定一般概念;而 τὸ εἶναι 是带冠词的不定式(中性单数宾格),起名词作用,意为“存在”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(5 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 注 1 处
- 2026-11-24 AI校阅 — number 1 处
- 2026-11-24 AI校阅 — postfix 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 译文 1 处
