- 底本
- Origenes. Origenis Opera Omnia, Volume 7 (Patrologia Graeca, Tomus 17). La Rue, Charles de, editor; La Rue, Charles Vincent de, editor. Paris: J. P. Migne, 1857.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2042.tlg070.humanitext-grc1:20.5-20.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
通过新约和使徒的教导,对申命记第20章的战争规条(如传令官的呼喊和“和平提议”)进行属灵的注释。
Στίχ. ε΄. Τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν, καὶ οὐκ ἐνεκαίνισεν αὐτήν; Εἰς τὸ αὐτό. Τύπος οὖν ἄρα τοῦ παροικίαν ἡγεῖσθαι μὴ ἀνεχομένου τὴν παροῦσαν ζωήν, ὁ οἰκίαν οἰκοδομῶν, καὶ ταῖς περὶ ταῦτα φιλεργασίαις σπουδαίως ἐγκείμενος· τοῦ δὲ φιλοκτήμονος καὶ φιλοκερδοῦς, ὁ ἀμπελῶνα φυτεύων. Τὸν δὲ γυναικομανῆ καὶ τεθραυσμένον, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἐπιδόντα τὸν νοῦν, κατασημαίνειεν ἂν γυναικὸς μνηστεῖαι. Προσιόντι1 γὰρ τῇ τοῦ στρατοκήρυκος φωνῇ, τῆς ἱερᾶς καὶ μαχιμωτάτης ἀποχωροῦσι πληθύος. Ἃ δὲ ἦν εἰκὸς τοὺς τοιούσδε συνειλημμένους ἐννοεῖν τε καὶ λέγειν, ταῦτα δὴ φθάσας ὁ κῆρυξ ἀναφωνεῖ. Ἢ οὐκ ἀληθὲς τούτοις τὰ τοιαῦτα νομίζειν; Εἰώθασι φιλοῦντες ἐν διωγμοῖς τὸ ἀφερέπονον2 ἀγαπᾷν, καὶ ταῖς ὑπὲρ τῆς εἰς Θεὸν ἀγάπης κατακολουθεῖν σπουδαῖς, ἐννοοῦντες, ὅτι, εἴ τι γένοιτο παθεῖν ἀγωνιζομένους, οἴκων τε καὶ κτήσεων, καὶ τῶν παρὰ σφίσιν τετιμημένων ἐκπίπτουσιν ἐπιθυμιῶν.
第5节:“谁建造了新房屋,尚未奉献呢?” 论同一处。所以,建造房屋并热心专注于与此相关之勤劳工作的人,是那不肯将今生视为寄居之人的预表;而栽种葡萄园的人,则是贪爱产业、贪爱利益之人的〔预表〕。与女子订婚暗示着那迷恋女色、心灵破碎、将心思意念降服于肉体情欲的人。因为当听到军中传令官的声音而靠近时,他们便退出了神圣且极具战斗力的群体。而那些陷入此类事物的人自然会想到并说出的话,传令官抢先宣告了。或者,他们这样认为难道不是真确的吗?那些在迫害中习惯于喜爱免于劳苦、并跟随对神之爱的热忱的人,往往会认为,如果他们在奋斗中遭遇了什么痛苦,他们就会失去房屋、财产以及他们中间所珍视的欲望。
Στίχ. η΄. Τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ; Τοῦ αὐτοῦ. Ὁ τοῖς γηΐνοις ἐγκείμενος, καὶ οἰκίας οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς τῆς φιλοσαρκίας ἡδοναῖς ἡττώμενος, ἔσται που πάντως δειλός τε καὶ ἄναλκις.
第8节:“谁是那心里惧怕胆怯的人呢?” 同上。那执着于尘世之物、建造房屋、种植葡萄园、屈服于肉体之爱的快乐的人,想必在各方面都将是胆怯且软弱无力的。
Στίχ. ι΄. Ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτήν. Ὅμοιον τοῦ· Εἰς ἣν δὲ πόλιν εἰσέλθητε, ἐξετάζετε, τίς ἐξ αὐτῶν ἄξιός ἐστιν. Τὸ δὲ, μετ’ εἰρήνης, ὅμοιον τῷ ἀποστολικῷ· ὅτι Δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι.
第10节:“你若临近一座城,要攻打它。” 这与那句相似:“你们无论进哪一城,要打听里面谁是配得的。”而“带着和平”则与使徒的话相似:“因为主的仆人不可争竞。”
Στίχ. ιγ΄. Καὶ πατάξεις πᾶν ἀρσενικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας. Τοῦ αὐτοῦ. Μάχαιρα δὲ τοῦ πνεύματος εἴη ἂν ὁ λόγος τοῦ Θεοῦ. Καὶ τὴν μάχαιραν δὲ τοῦ πνεύματος ὅ ἐστι ῥῆμα Θεοῦ, ᾧτινι οἱ θεσπέσιοι μαθηταὶ ἀπέκτεινον ἅπαν ἀρσενικὸν τῆς ἀντικειμένης δυνάμεως, ὡς Σίμωνα καὶ Ἐλύμαν τοὺς μάγους, καὶ τὰ ἰσχυρὰ δὲ αὐτῶν κατέλυον δόγματα· περιεποιοῦντο δὲ τὰς γυναῖκας, καὶ δυναμένας εἰπεῖν ψυχάς· Διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν ἕως ἐπὶ τῆς γῆς· καὶ τὰ νήπια δὲ ὡσαύτως, οἷς καὶ Παῦλος γράφει· Τεκνία, μὴ ταῖς φρεσὶν νήπιοι γίνεσθε, ἀλλὰ τῇ κακίᾳ νηπιαζετε. Καὶ κτήνη δὲ, φησί, περιποιήσατε. Δίκαιος γὰρ οἰκτείρει ψυχὰς κτηνῶν3 αὐτοῦ· τοὺς ἀλογωτέρους διὰ τῶν κτηνῶν αἰνιττόμενος. Κτῆνος ἦν καὶ ὁ Κορνήλιος, κατὰ τὴν ὀπτασίαν τὴν περὶ τῶν τετραπόδων φανεῖσαν τῷ Πέτρῳ.
第13节:“你要用刀刃把其中所有的男丁都杀了。” 同上。而圣灵的宝剑就是神的道。神圣的门徒们用圣灵的宝剑(即神的道),杀死了敌对势力的一切男性(刚强)要素,如行法术的西门和以利马,并瓦解了他们强固的教条;但他们保全了妇女,即那些能够说“主啊,因着对你的敬畏,我们在地上怀了孕”的灵魂;同样也保全了婴孩,保罗也对他们写道:“小孩子们,在心志上不要作小孩子,但在恶事上要作婴孩。”他还说:“也要保全牲畜。”“因为义人顾惜他牲畜的生命”,他借着牲畜来暗示那些较为无理性(无学问)的人。根据彼得所见关于四足兽的异象,哥尼流也是一头牲畜。
- 20.5Προσιόντι
阳性/中性单数与格的现在分词。在此语法上作为关涉与格,意为“对于靠近(传令官之声)的人”或“对于加入(战线)的人”。它在性、数上与阴性与格名词 φωνῇ 不一致,表明这是一种独立的修饰结构,或指代对传令官声音做出反应的特定主体。
- 20.5ἀφερέπονον
形容词 ἀφερέπονος(意为“逃避劳苦的”或“无痛苦的”)的中性单数形式。此处作名词性使用,作为动词不定式 ἀγαπᾷν 的直接宾语,意为“喜爱免于劳苦的状态”。
- 20.13κτηνῶν
κτηνῶν(牲畜的)。此处引用了箴言12章10节“义人顾惜他牲畜(κτηνῶν)的生命”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(13 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — insert 1 处
- 2026-11-24 AI校阅 — 注 1 处
- 2026-11-24 AI校阅 — number 4 处
- 2026-11-24 AI校阅 — patch 1 处
- 2026-11-24 AI校阅 — postfix 3 处
- 2026-11-24 AI校阅 — 译文 2 处
- 2026-09-21 AI校阅 — 原文 1 处
