← 俄利根

申命记注记残篇(源自链状注释)

§14.19

洁净与不洁鸟类所象征的人类恶德

引用申命记中关于鸟类的规定,将高飞或贪婪的鸟类解释为傲慢、贪婪、侵害他人等人类恶德的象征。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.19

ΚΕΦ. ΙΔ΄. Στίχ. ιθ΄. (Πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ἔσται. Τῶν πετεινῶν, οἶμαι, ὅσα μὲν σκόλοπας ἔχει κατωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις, καθαρὰ εἶναι βούλεται· ὅσα δὲ μὴ, ἀκάθαρτα.) Ἀποφάσκει τοίνυν ὁ νόμος τὸν ἀετὸν, καὶ τὸν γρύπα, καὶ τὸν ἁλιάετον, καὶ μέντοι καὶ τὸν γύπα. Διίπταται γὰρ ὑψοῦ τὰ τοιάδε, καὶ τοῖς ἀνωτάτω λίαν ἐναμβρύνεσθαι φιλεῖ, καὶ μισεῖ τὰ κάτω· Νεοσσοὶ γὰρ, φησὶ, γυπὸς τὰ ὑψηλὰ πέτανται. Τοιουτωσὶ δέ πως ὁ ἐξοφρυσσάμενον1 ἄγαν, καὶ ἐπῃρμένον ἔχων ἐν ἑαυτῷ τὸν νοῦν, καὶ τοῦ μὲν ἐπιεικοῦς καὶ μετρίου φρονήματος ὑπερορᾷν ἠθισμένος, ἥκιστα δὲ ἀγαπῶν τὸ τοῖς ταπεινοῖς συναπάγεσθαι. Συγκαταψέγει δὲ τούτοις καὶ τὸν ἰκτῖνα, καὶ τὰ ὅμοια αὐτῷ· δι’ ὧν εὖ μάλα σημαίνεται τό τε ἁρπάζειν εἰδὸς καὶ δεινὸν εἰς κακουργίαν ἀνθρώπων γένος. Καὶ τούτων μὲν πρωτότυπος ἰκτὶν, οὐ θατέρου γε μὴν ὁ μελανώτατος καὶ βαθύς. Σκοτεινοὶ δέ πως καὶ οὐχ ἅπασιν ἐναργεῖς οἱ δρομεῖς εἰς πονηρίαν καὶ ἀσυμφορεῖς τοῖς πολλοῖς, ἔν γε δὴ σφίσιν αὐτοῖς παρέχοντες μοχθηρίαν. Παραπέφυκέ πως ἀεὶ τοῖς τὴν ἐπάρατον ἀλαζονείαν ἠῤῥωστηκόσι τὸ πλεονεκτεῖν ἐθέλειν· οὓς οὐ δύναται τὸ τυχὸν2 καὶ πολυτρόποις κακουργίαις ἐκπλεονεκτεῖν εὑρήμασιν· καθαρπάζειν δὲ οὕτω καὶ τοῦτο ἀπλήστως. Ταύτῃ τοι συνάπτει λέγων εὐθύς· Καὶ στρουθίον, καὶ λάρον. Ἄπληστα γὰρ οἶμαι ταυτὶ, τὸ παρεμπῖπτον ἀεὶ συλλέγοντα. Εἶτά φησιν, ὅτι ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταράκτην, καὶ ἶβιν, καὶ προσφορίονα, καὶ πελεκᾶνα, καὶ κύκνον. Καταγράψει δ’ ἂν ἐφ’ ἑαυτοῖς καὶ τάδε, καὶ τοὺς ὠμοὺς καὶ ἀγρίως ἑτέρους ἐπιβουλεύοντας, καὶ ἀσχέτως ἐπιφυομένους οἷς ἂν δύναιντο τυχόν· ὡς καὶ αὐτὸν ὑποφέρει οὐ παραιτεῖσθαί τι τὸν ἐπὶ ζωῇ κίνδυνόν τε καὶ φόβον. Ὁ μὲν γὰρ ἱέραξ καταθρώσκει τε δεινῶς παντὸς ἀσθενεστέρου πετεινοῦ, καὶ κατὰ στρουθίων ἵεται, καὶ διόλλυσι λαβών. Καταράκτης γε μὴν καὶ ἶβις καὶ πορφυρίων, προσθείην δ’ ἂν ὅτι καὶ πελεκᾶνον, ἐπιβαίνονται ταῖς ἰχθύσι, καὶ τρυφὴν ποιοῦνται τὸν ἐκείνων ὄλεθρον. Τοιοῦτοι δὲ πάντες, ὅσον ἦκ’ ἐς τρόπους ἀγριότητα, οἳ παρ’ οὐδὲν ἡγούμενοι τὸ διολλύναι τινὰς διά γε τῶν σφίσιν αὐτοῖς ἡδὺ, οἱ τὸν τῆς φιλαλληλίας παρωσάμενοι νόμον, καὶ τοῖς τῆς ἀγάπης προσκεκρουκότες θεσμοῖς. ΚΕΦ. ΙϚ΄.

第14章。第19节:“凡有翅膀爬行的物,对你们都是不洁净的。” (在飞鸟中,我想,凡是在脚掌之上的膝盖下方有跳跃之距的,律法意在看作洁净;而没有的,则是不洁净的。)因此,律法禁止了雕、狗头雕、红头雕,乃至秃鹰。因为这类鸟飞得极高,极喜欢在最高处炫耀,而厌恶低处。因为他说:“秃鹰的雏鸟飞在高处。” 那些极度扬眉吐气、心怀高傲之意、习惯于蔑视温和适度之思想、绝不喜欢与卑微者同行的人,大致也是如此。此外,他将鸢及同类的鸟与这些一同谴责;借着这些,极好地预示了那一类精于掠夺且在作恶上极其可怕的人。在这些鸟中,鸢是原型,而另一种极其黑且深色的则不然。那些奔向邪恶、对大众无益的人,在他们自己中间制造着邪恶,他们多少是阴暗的,并非对所有人都是显而易见。对那些患有可咒诅之傲慢病症的人来说,总是渴望占便宜的心理不知怎的总是伴随着他们;寻常的事物无法满足他们,他们要通过多样的恶谋来占便宜,并如此贪得无厌地将此掠夺。正因如此,他随即接着说:“和鸵鸟,以及海鸥。” 因为我想这些是贪得无厌的,总是收集偶然遇到的东西。接着他说,鹰及同类的鸟,夜鹰,鸬鹚,朱鹭,紫水鸡,鹈鹕和天鹅也是不洁净的。而这些鸟也会在自己身上描绘出那些残酷、野蛮地算计他人,并无情地袭击他们碰巧能够袭击的人。以至于他自己也忍受着,丝毫不推辞那关乎性命的危险和恐惧。因为鹰凶猛地扑向一切比它弱小的飞鸟,冲向麻雀,抓住它们并将其毁灭。再者,鸬鹚、朱鹭和紫水鸡,我还可以加上鹈鹕,都扑向鱼类,并以它们的毁灭为享乐。凡在品性上沦于凶残的人都是这样:他们为了自己所喜悦之物而视毁灭他人如无物,他们推开了彼此相爱的律法,冒犯了爱的诫命。第16章。

§16.19

Στίχ. ιθ΄. Καὶ ἐξαίρει λόγους δικαίων.

第19节:“并且除去义人的言语。”

§16.20

Στίχ. κ΄. Δικαίως τὸ δίκαιον διώξῃ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Φώτιον καὶ Ἀνδρέαν πρεσβυτέρους ἐπιστολῆς. Τουτέστιν, μετὰ τὸ γινώσκειν καὶ πεπαιδεῦσθαι τοὺς τῆς δικαιοσύνης λόγους, διώξεις καὶ ἐπιζητήσεις τὸ δίκαιον, καθαρεύων πάσης προσπαθείας· καὶ ταύτῃ τὸ δίκαιον δίκαιος ὢν ζητήσεις, καὶ πανταχόθεν περιπεφραγμένος, καὶ ἔσω τῶν ὅρων τῆς δικαιοσύνης ἱστάμενος. Πολλοὶ γὰρ αὐτὸ τὸ ἐθέλειν δίκαιοι εἶναι, μεθυσθέντες τὸν νοῦν διὰ τῆς δικαιοσύνης ἀκριβοῦς αὐτῶν, δικαιοσύνης τὴν δικαιοσύνην ἠδίκησαν. Ὅθεν καὶ ὁ συνετὸς Ἐκκλησιαστὴς, μᾶλλον δὲ ὁ τῆς συνέσεως παιδευτὴς (Χριστὸς γάρ ἐστιν ὁ ἀληθὴς Ἐκκλησιαστὴς, τῆς Ἐκκλησίας ἡ κεφαλή, καὶ τοῦ Θεοῦ Πατρὸς ἡμῶν ἡ ἀνωτάτω καὶ ἐνυπόστατος σοφία καὶ λόγος), ἄγχων τὸ πέρα μέτρου, κἂν ἐπὶ τὰ δεξιὰ φέρηται, παραινεῖ· Μὴ γίνου δίκαιος πολὺ, καὶ μὴ σοφίζου περισσά. ΚΕΦ. ΙΘ΄.

第20节:“你要公正地追求公义。” 同上,出自致长老佛提乌和安德烈的书信。这就是说,在认识并受教于公义的言语之后,你要追求并寻求公义,洁净而不存任何偏私;并且这样,你作为义人去寻求公义,四面都有篱笆围护,站立在公义的界限之内。因为许多人正因想要成为义人,心思因自己严苛的公义而沉醉,反倒亏负了公义。因此,那明智的传道者,或更确切地说,那明智的教导者(因为基督是真正的传道者,教会的头,是我们父神至高且具位格的智慧和道),抑制过度之事,即便它趋向右边,也劝诫说:“不要过于公义,也不要过分自作聪明。” 第19章。

§19.21

Στίχ. κα΄. Ψυχὴν ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ. Ταῦτα μὲν ὁ νόμος ὡς ἀσθενεῖς τοὺς Ἰσραηλίτας· ὁ δὲ Κύριος ὁ ταῦτα νομοθετήσας τοῖς ἑαυτοῦ μαθηταῖς φησιν· Ἠκούσατε, ὅτι ἐῤῥήθη· Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ τὰ ἑξῆς. Ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ. Τοῦ αὐτοῦ εἰς τὸ αὐτό. (Ταῦτα μὲν ἐπὶ αἰσθητοῦ καὶ τῶν κατὰ κόσμον· ἐπὶ δὲ τῶν ἡμαρτημένων ἡμῖν οὐδενὸς δεῖται ὁ Θεός. Αὐτὸς γὰρ ἐπόπτης ἁπάντων καὶ κριτής.) Σημειωτέον, ὅτι καὶ τῶν βεβλημένων εἰς τὸν γάμον παραίτησις ἦν τό· Ἀγρὸν ἠγόρασα, καὶ γυναῖκας ἔγημα. ΚΕΦ. Κ΄.

第21节:“以命偿命,以眼还眼。” 律法如此〔对待〕以色列人,视他们为软弱的人;但制定这些律法的主却对自己的门徒说:“你们听见有话说:‘以眼还眼’等等。只是我告诉你们,不要与恶人作对。” 同上,论同一处。(这些是关于可感之事和属世之事的;但对于我们所犯的罪,神不需要任何人。因为祂自己就是万有的监察者和审判者。)应当注意,那些被请赴婚宴之人的推辞也是:“我买了一块田”,以及“我娶了妻子们”。第20章。

语法注2 条
  1. 14.19Τοιουτωσὶ δέ πως ὁ ἐξοφρυσσάμενον

    这是一个主句谓语动词缺失的破格(无主句或破格现象)句。由冠词 ὁ 引导的一系列分词(ἔχων、ἠθισμένος、ἀγαπῶν)整体作为主语呈现,表示“这样的人也(与此相似)”之意。

  2. 14.19οὓς οὐ δύναται τὸ τυχὸν

    中性单数分词 τὸ τυχόν(普通的事物、微不足道的东西)为主语。动词 δύναται 之后在语境中省略了诸如“使……满足”之类的动词(以宾格关系代词 οὕς 为对象),随后接续的不定式短语 ἐκπλεονεκτεῖν(占便宜、欺诈)和 καθαρπάζειν(掠夺)则具体描绘了他们无法遏制的贪婪冲动。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(11 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — insert 1 处
  • 2026-11-24 AI校阅 — number 4 处
  • 2026-11-24 AI校阅 — patch 1 处
  • 2026-11-24 AI校阅 — postfix 4 处
  • 2026-11-24 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg2042.tlg070.humanitext-grc1:14.19