← 俄利根

出埃及记选集

§23-26

律法条例、奴隶释放与节期的属灵意义

作者定义了圣经中的各种术语,并说明释放希伯来奴隶和安息日预示着在基督里的自由。此外,作者结合实际的农业条件和个人的具体处境,论述了出产之月和收割初熟之物等节日的属灵意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§24

« Καὶ ταῦτα τὰ δικαιώματά μου, ἃ παραθήσῃ ἐνώπιον αὐτῶν. Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, » καὶ τὰ ἑξῆς. Ἀναγκαῖον ἐξετάσαι τί νόμος, καὶ τί πρόσταγμα, τί δὲ δικαιώματα, καὶ κρίματα, καὶ μαρτύρια, καὶ ἐντολαί. Δικαιώματα μὲν οὖν ἐστι, τὸ ἐνθάδε εἰρημένον, « Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, » καὶ τὰ ἑξῆς, περὶ αὐτοῦ εἰρημένα· κρίμα δὲ, ἵνα ἱερέως θυγάτηρ ἐὰν μοιχευθῇ, πυρὶ κατακαίηται·1 ἐντολαὶ δὲ, « Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι·» πρόσταγμα δὲ, « Καταβὰς διαμάρτυραι τῷ λαῷ, καὶ πλυνάτωσαν τὰ ἱμάτια αὐτῶν· » μαρτύρια δὲ, « Διαμαρτύρομαι ὑμῖν σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν. »

「『这些是你在他们面前所要颁布的法规。你若买希伯来人作奴仆,』等等。」有必要考察什么是律法,什么是命令,什么是法规、审判、见证和诫命。因此,所谓法规,是指此处所说的‘你若买希伯来人作奴仆’等等关于他的规定;而审判则是指:祭司的女儿若行淫,就该被火烧死;诫命则是:‘除了我以外,你不可有别的神;’命令则是:‘你下去警告百姓,叫他们洗净衣服;’见证则是:‘我今日呼天唤地向你们作见证。’

§25

« Ἕξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἔτει τῷ ἑβδόμῳ, ἀπελεύσεται ἐλεύθερος δωρεάν. » Σημαίνει ἡ ἐν τῷ ἑβδόμῳ ἐλευθέρωσις, ἔτι δὲ καὶ ἡ ἐν τῷ σαββάτῳ τῶν ἔργων κατάπαυσις τὴν ἐν χάριτι ἡμῖν διὰ Χριστοῦ ἐλευθερίαν.

「『他要服侍你六年;但在第七年,他可以白白地自由离去。』」第七年的释放,以及安息日对劳作的歇息,预示着我们在基督里凭恩典享有的自由。

§26

« Προσάξει αὐτὸν ὁ κύριος αὐτοῦ πρὸς τὸ κριτήριον τοῦ Θεοῦ. » Ἀκύλας καὶ Σύμμαχος εἶπον, « πρὸς τοὺς θεούς. » Θεοὺς δὲ τοὺς κριτὰς ὀνομάζουσι, καὶ θεοῦ κριτήριον, τὴν τούτων ψῆφον.2

「『他的主人要带他到神的审判所前。』」阿奎拉和叙马赫斯说:“到诸神面前。”因为他们将审判官们称为‘诸神’,并将他们的判决称为‘神的审判所’。

§27

« Τρεῖς καιροὺς τοῦ ἐνιαυτοῦ ἑορτάσατέ μοι. Τὴν ἑορτὴν τῶν ἀζύμων φυλάξασθε. Ἑπτὰ ἡμέρας ἔδεσθε ἄζυμα, καθάπερ ἐνετειλάμην σοι, κατὰ τὸν καιρὸν τοῦ μηνὸς τῶν νέων. Ἐν γὰρ αὐτῷ ἐξῆλθες ἐξ Αἰγύπτου. Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενὸς, καὶ ἑορτὴν τοῦ θερισμοῦ πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου. » Αἱ ἑορταὶ τοίνυν τοῦ Θεοῦ, οἷς ἐστι πνεῦμα, πνευματικαί εἰσι·3 καὶ οὐδεὶς χοϊκὸς ἑορτάζει τὰς ἑορτὰς πνευματικῶς. « Τίς γὰρ συμφωνία δικαιοσύνης καὶ ἀνομίας; » ἵνα μὴ τὰ ἑξῆς λέγω.4 Οὐ δύναται χοϊκὸς ἑορτάσαι ἑορτὰς πνευματικὰς, ὥσπερ οὐδὲ πνευματικὸς ἑορτὴν χοϊκήν. Καὶ μετ’ ὀλίγα. Τί ἐστιν ὁ μὴν τῶν νέων; τοὺς αἰσθητοὺς φήσεις καρπούς· οὔπω ἐνέστηκεν ὁ μὴν τῶν νέων, τοῦ ἐνιαυτοῦ φέρε εἰπεῖν ὀψιμωτέρου ὄντος.5 Τὸ δὲ, ἐὰν γένηταί ποτε ἐνιαυτὸς, ὥστε μηδὲ φέρειν τὴν γῆν τοὺς καρποὺς, ἆρα δυνάμεθα ἑορτάζειν ἐν τῷ μηνὶ τῶν νέων, ὡς κεκέλευκεν ὁ Θεὸς ἑορτάζειν τοὺς ἑορτάζοντας; Οὐκοῦν δεῖ κατ’ ἐνιαυτὸν τὴν ἑορτὴν ἑορτάζειν. Ἐπαπορῶ δὲ πάλιν καὶ περὶ τοῦ δευτέρου νόμου, τοῦ κατὰ τὴν ἑορτὴν τὴν δευτέραν. Φησὶ· γὰρ « ἑορτὴν τοῦ θερισμοῦ τῶν πρωτογεννημάτων. » Ἐάν τις σπείρῃ, καὶ μὴ γένωνται οἱ καρποὶ πρῶτοι, ἀλλὰ τελευταῖοι, οὗτος οὐκ ἂν δύναιτο ἑορτάσαι τὴν ἀρχὴν τοῦ θερισμοῦ τῶν πρωτογεννημάτων. Δεῖ γὰρ ἔχειν σε γεννήματα, ἵνα δυνηθῇς ἑορτάζειν. Τί δὲ, ἂν χώραν μὴ ἔχω, πῶς ἂν δυναίμην τὴν ἑορτὴν ταύτην ἑορτάζειν, τῆς λέξεως λεγούσης, « Καὶ ἑορτὴν θερισμοῦ τῶν πρωτογεννημάτων ποιήσεις τῶν ἔργων σου, ὧν ἐὰν σπείρῃς ἐν τῷ ἀγρῷ σου; » οὐκ ἔσπειρα, οἰκοδόμος εἰμί· οὐκ ἔσπειρα, ὑφάντης εἰμί· ἀγρὸν οὐκ ἔχω, πῶς δύναμαι τὴν δευτέραν ἑορτάζειν ἑορτήν; Καὶ δὴ καὶ περὶ τὴν τρίτην, « Καὶ ἑορτὴν συντελείας ἐπ’ ἐξόδῳ τοῦ ἐνιαυτοῦ. »

「『一年三次,你要向我守节。你要守无酵节。照我所吩咐你的,在出产之月的定时刻,吃无酵饼七天。因为你是在这月从埃及出来的。谁也不可空手朝见我。又要守收割节,就是收割你劳碌所得、初熟之物的节。』」因此,对于有圣灵的人来说,神的节日是属灵的;凡属土的人,没有一个能以属灵的方式守节。 ““正义和不法有什么相合呢?”——免得我再说下去。” 属土的人不能守属灵的节日,正像属灵的人不能守属土的节日一样。稍后又说: “什么是出产之月?你会说是感官的果实;例如当这一年的气候较晚时,出产之月还没有到来。但至于这点:如果某一年发生土地甚至不长果实的情况,我们难道还能在出产之月守节,如同神所命令守节的人去守节那样吗?因此,必须年年守这节日。但我对第二条律法,即关于第二个节日的律法,也同样抱有疑问。因为经上说:“‘收割初熟之物的节。’”如果有人撒了种,而果实没有最先结出,反而在最后结出,这个人就无法守初熟之物收割的开始了。因为你必须有产物,才能守节。此外,若我没有土地呢?经文既然说:‘又要守收割节,就是收割你劳碌所得、你在田间所撒谷物初熟之物的节’,我又怎能守这个节呢?我没有撒种,我是个木匠;我没有撒种,我是个织工;我没有田地,我怎能守这第二个节呢?至于第三个节也是如此:‘在年底收割的节。’”

语法注5 条
  1. 24κρίμα δὲ, ἵνα ἱερέως θυγάτηρ ἐὰν μοιχευθῇ, πυρὶ κατακαίηται

    由连词 ἵνα 引导的从句(ἵνα... κατακαίηται)起名词性补足语的作用,具体定义了 κρίμα(判决)的内容(即“……这件事”)。这属于后期希腊语中发展的说明性或名词性 ἵνα 从句用法,而非古典时期的目的从句。

  2. 26Θεοὺς δὲ τοὺς κριτὰς ὀνομάζουσι, καὶ θεοῦ κριτήριον, τὴν τούτων ψῆφον

    动词 ὀνομάζουσι(他们称)支配了两个平行的双宾格(直接宾语与宾语补足语)结构。前半句中,τοὺς κριτὰς 是直接宾语,Θεοὺς 是宾语补足语(“称裁判官们为神”);后半句中,τὴν τούτων ψῆφον 是直接宾语,θεοῦ κριτήριον 是宾语补足语(“称他们的判决为神的审判所”)。在词序上使用了倒装(hyperbaton),宾语补足语均被置于直接宾语之前。

  3. 27Αἱ ἑορταὶ τοίνυν τοῦ Θεοῦ, οἷς ἐστι πνεῦμα, πνευματικαί εἰσι

    关系代名词 οἷς 省略了先行词(如 τούτοις,“对于那些人”),并作领有与格(“对那些有圣灵的人”),在句中起关涉与格(Dative of Reference)或判断与格的作用。整句意为“对于那些拥有圣灵的人来说,神的节日是属灵的”。

  4. 27ἵνα μὴ τὰ ἑξῆς λέγω

    连词 ἵνα 加上虚拟语气 λέγω 构成了一个不带主句的独立惯用语,表示“更不用说”或“免得我提及”。这里用来向读者表明,接下来的圣经经文(如《哥林多后书》6:14中“光明和黑暗有什么相通呢”)极为显而易见,因而无需详述。

  5. 27τοῦ ἐνιαυτοῦ φέρε εἰπεῖν ὀψιμωτέρου ὄντος

    结构 τοῦ ἐνιαυτοῦ ... ὀψιμωτέρου ὄντος 是属格绝对结构,表示时间或条件(“当/如果这一年的气候较晚时”),中间夹着插入语 φέρε εἰπεῖν(“例如”、“打个比方”)。该插入语在此起到了引入具体假设实例的作用。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(7 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — patch 4 处
  • 2026-09-21 AI校阅 — 原文 3 处
urn:cts:greekLit:tlg2042.tlg050.humanitext-grc1:23-26