← 俄利根

出埃及记选集

§22#2

属灵的父亲与神的管教的意义

作者讨论了属灵意义上的“父亲”,指出圣洁者的父亲是神,而罪人则以魔鬼和邪灵为无数的父亲。他论证说,神的惩罚是对蒙爱之子的管教而非遗弃,因此信徒应当祈求在今生受惩罚,以求在来生得享安息。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§23#2

Οὐκοῦν ἔχω πατέρα, εἰ μὲν ἅγιός εἰμι, Θεόν· εἰ δὲ ἁμαρτωλός εἰμι, τὸν διάβολον ἔχω πατέρα· ἀλλὰ καὶ τὸν προσεχῶς φέρε εἰπεῖν ἐνεργήσαντα Ἀντίχριστον,1 ἢ ἄγγελόν τινα τοῦ διαβόλου, ἢ δαιμόνιον, οὗ τὴν ἐνέργειαν παρεδεξάμην. Καὶ ἁπαξαπλῶς εἰσί μοι πατέρες μυρίοι, ἐὰν γένωμαι ἁμαρτωλός· ὥσπερ πάλιν ἐὰν γένωμαι δίκαιος, πατήρ μου ἐστὶν ὁ Θεὸς, καθάπερ φησὶν ὁ Σωτὴρ, « Τεκνία, ἔτι μικρὸν μεθ’ ὑμῶν εἰμι. » Καὶ πάλιν, « Θύγατερ, ἡ πίστις σου σέσωκέ σε. » Καὶ πάλιν, «Τέκνον, ἀφέωνταί σου αἱ ἁμαρτίαι. » Οὕτως οἶδα καὶ ἄλλους πατέρας, κατὰ τὸ γεγραμμένον τῷ Ἀβραάμ· «Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου·» οὐ πρὸς τοὺς κατὰ σάρκα πατέρας·2 οὐ γὰρ ἦσαν πιστοὶ, οὐκ ἦσαν ἅγιοι, ὡς δῆλον ἐκ τῆς ἱστορίας τῆς γεγραμμένης περὶ αὐτῶν. Εἰ γὰρ ἅγιος αὐτοῦ ὁ πατὴρ, οὐκ ἂν ἐλέγετο3 αὐτῷ, «Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου. » Ἔχει γὰρ ὁ λόγος τὸ σωματικὸν, ἔχει καὶ τὸ πνευματικόν. Εἰ νενόηκας τοὺς πατέρας, ὅρα λοιπὸν ὅτι ἀπολαμβάνεις σὺ, ὁ παραδεξάμενος τὴν ἐνέργειαν, διὰ τὸ ἡμαρτηκέναι,4 ὑπὸ τοῦ διαβόλου, ἤ τινος τῶν ὑπ’ αὐτὸν πνευμάτων. Γενόμενος οὖν ἐκείνων υἱὸς, ἀπολαμβάνεις ἀπὸ ἀγαθοῦ Θεοῦ σε ἐπισκεπτομένου.5 Οὐ γὰρ ἐπισκέπτεται τὸν πατέρα σου, ἀλλ’ ἐπισκέπτεταί σε, καὶ λέγει σοι, « Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, » καὶ τὰ ἑξῆς· καὶ δίδωσί σοι ὡς ἀγαθός. Ἐπισκέπτεται γάρ σε τὸν υἱὸν τοῦ πονηροῦ πατρὸς, τὰ ἁμαρτήματα ἀποδιδούς. « Ἐπισκέψομαι οὖν ἐν ῥάβδῳ τὰς ἀνομίας » ὑμῶν τῶν ἁγίων· ἐπισκέψομαι δὲ « καὶ ἐν μάστιξι τὰς ἀδικίας αὐτῶν. » Διὰ τί; ἵνα τὸ « ἔλεός μου μὴ διασκεδάσω ἀπ’ αὐτῶν. » Ὅτε γὰρ καταλίπῃ τινὰ, οὐκέτι αὐτὸν κολάζει, οὔτε μαστιγοῖ. « Μαστιγοῖ » γὰρ οὐ πάντας, ἀλλὰ « πάντα υἱὸν ὃν παραδέχεται Κύριος. » Καὶ λέγεται ἐν τῷ προφήτῃ περὶ τῶν πάνυ ἁμαρτωλῶν· « Οὐκ ἐπισκέψομαι ἐπὶ τὰς θυγατέρας ὑμῶν ὅταν πορνεύσωσι, καὶ ἐπὶ τὰς νύμφας ὑμῶν ὅταν μοιχευθῶσι. » Τοσούτῳ χρόνῳ ὁ διάβολος ἁμαρτάνει ἀπὸ κτίσεως, καὶ καταβολῆς κόσμου, καὶ οὔτε πῦρ, οὔτε μάστιξ· οὐ γὰρ ἄξιός ἐστι τῶν κολάσεων τῶν ἀπὸ τοῦ Θεοῦ. Οὐ γὰρ δύναται εἰπεῖν ὁ διάβολος, « Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, » καὶ τὰ ἑξῆς. Ἕκαστος οὖν συνειδὼς ἑαυτῷ ἁμαρτίας,6 εὐχέσθω κολασθῆναι. Καλὸν μὲν γὰρ τὸ μηδὲν ἄξιον κολάσεως πεποιηκέναι. Εἰ δέ τι ἄξιον κολάσεως πεποιήκαμεν, οὕτω κολασθῶμεν, ὥστε ἐνθάδε μὲν ἀπολαβεῖν, μετὰ δὲ ταῦτα εἰς τοὺς κόλπους Ἀβραὰμ ἀναπαύσασθαι.

因此,我有父亲:如果我是圣洁的,神就是我的父亲;但如果我是个罪人,我便以魔鬼为父;此外,打个比方,还包括最近在我身上起作用的反基督,或魔鬼的某个使者,或我接受了其作用的邪灵。简而言之,如果我成为罪人,我就有无数个父亲;正如相反地,如果我成为义人,神就是我的父亲,正如救主所说:“「孩子们,我与你们同在的时候不多了。」”又说:“「女儿,你的信救了你。」”又说:“「孩子,你的罪赦了。」”因此,根据对亚伯拉罕所写的话,我也知道其他的父亲:“「你却要归到你列祖(父亲们)那里;」”这不是指他肉身的父亲们;因为他们不是信徒,也不是圣洁的人,这从关于他们的历史记载中可以清楚看出。因为如果他的父亲是圣洁的,就不会对他说:“「你要离开你的本地、亲族和父家。」”因为这话既有肉体的层面,也有属灵的层面。如果你已经理解了这些父亲,那么请看:由于犯了罪,你这个接受了其作用的人,将受到魔鬼或其手下某个邪灵的(惩罚)。因此,你既然成了他们的儿子,就从眷顾(探访)你的美善之神那里承受(管教)。因为祂不惩罚(探访)你的父亲,而是惩罚(探访)你,并对你说:“「女儿,你要听,要想,要侧耳而听,」”等等;并且祂作为美善者赏赐你。因为祂惩罚(探访)你这恶父之子,追讨罪孽。“「因此,我必用杖惩罚」”你们圣徒的“「过犯」”,“「用鞭惩罚他们的罪孽。」”为什么?为的是“「不将我的慈爱从他们收回。」”因为当神撇下某人时,祂便不再惩罚他,也不再鞭打他。因为祂并不是“鞭打”所有人,而是“「鞭打凡主所收纳的儿子。」”在先知书中,针对极大的罪人这样说:“「你们的女儿行淫,你们的新妇行奸,我却不惩罚她们。」”魔鬼从创世和奠定世界基础以来,犯了这么长久的罪,却既没有火,也没有鞭打;因为他不配受来自神的惩罚。因为魔鬼不能说:“「主啊,求你不要在怒中责备我,」”等等。因此,凡自知有罪的人,都应当祈求受惩罚。因为不做出任何配受惩罚的事固然是最好的。但如果我们做出了任何配受惩罚的事,就让我们如此受惩罚,好使我们在此生承受,此后得以安息在亚伯拉罕的怀中。

语法注6 条
  1. 23τὸν προσεχῶς φέρε εἰπεῖν ἐνεργήσαντα Ἀντίχριστον

    插入语 φέρε εἰπεῖν 意为“例如”或“打个比方”。带定冠词 τόν 的定语分词 ἐνεργήσαντα 受到其前副词 προσεχῶς(最近、直接在先前)的修饰。

  2. 23οὐ πρὸς τοὺς κατὰ σάρκα πατέρας

    此处省略了前一句引文中的动词 ἀπελεύσῃ,构成了“而不是(去往)肉身的父亲们那里”的否定补充结构。

  3. 23Εἰ γὰρ ἅγιος αὐτοῦ ὁ πατὴρ, οὐκ ἂν ἐλέγετο

    条件从句中省略了未完成过去时的系动词 ἦν,与主句中的 ἄν 加上直陈式未完成过去时 ἐλέγετο 连用,构成与过去事实相反的虚拟条件句。

  4. 23διὰ τὸ ἡμαρτηκέναι

    介词 διά 支配宾格,此处与完成时带冠词不定式 τὸ ἡμαρτηκέναι 连用,表示行为的起因或理由(因为犯了罪)。

  5. 23ἐπισκεπτομένου

    动词 ἐπισκέπτομαι(探访、惩罚、眷顾)在七十士译本(LXX)的语境下使用,对应希伯来语 paqad,兼具“施恩探望”与“降罚惩治”的双重语义。

  6. 23συνειδὼς ἑαυτῷ ἁμαρτίας

    分词结构中 σύνοιδα 接与格反身代词 ἑαυτῷ 和宾格 ἁμαρτίας,习惯性地表示“意识到自己犯有罪”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 2 处
urn:cts:greekLit:tlg2042.tlg050.humanitext-grc1:22#2