- 底本
- Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2042.tlg013.humanitext-grc1:5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
作者指出,了解这一叙事及其探讨对于明白死后的生命至关重要,并通过指出魔鬼不可能拥有关于大卫王权、扫罗的罪罚、以色列的战败以及扫罗之死的精准预言知识,来反驳反对者的观点。
ἀλλ’ ὁ λόγος ἔτι ἐξετάζεται. Λέγω δὲ ὅτι ἀναγκαία καὶ ἡ ἱστορία καὶ ἡ ἐξέτασις ἡ περὶ αὐτῆς, ἵνα ἴδωμεν τί ἡμᾶς ἔχει μετὰ τὴν ἔξοδον.1 »λελάληκεν ἐν χειρί μου, καὶ διαρρήξει κύριος τὴν βασιλείαν ἐκ χειρός σου καὶ δώσει αὐτὴν τῷ πλησίον σου τῷ Δαβίδ«. δαιμόνιον δὲ οὐ δύναται εἰδέναι τὴν βασιλείαν Δαβὶδ τὴν ὑπὸ τοῦ κυρίου χειροτονηθεῖσαν. »καθότι οὐκ ἤκουσας τὴν φωνὴν τοῦ κυρίου, οὐκ ἐποίησας ὀργὴν θυμοῦ αὐτοῦ ἐν Ἀμαλήκ«. ταῦτα οὐκ ἔστι ῥήματα θεοῦ; οὐκ ἔστιν ἀληθῆ; ἀληθῶς γὰρ οὐκ ἐποίησεν τὸ θέλημα κυρίου Σαούλ, ἀλλὰ »περιεποιήσατο τὸν βασιλέα Ἀμαλὴκ ἐφ’ ᾡ2 καὶ πρὸ τῆς κοιμήσεως αὐτοῦ καὶ ἐπὶ τῆς ἐξόδου ὠνείδισεν Σαμουὴλ τῷ Σαούλ· »καὶ διὰ τοῦτο τὸ ῥῆμα τοῦτο ἐποίησέν σοι κύριος ἐν τῇ ἡμέρᾳ ταύτῃ· καὶ δώσει κύριος καίγε τὸν Ἰσραὴλ ἐν χειρὶ ἀλλοφύλων«. περὶ ὅλου λαοῦ θεοῦ δύναται δαιμόνιον προφητεῦσαι ὅτι κύριος μέλλει παραδιδόναι τὸν Ἰσραήλ; »καίγε τὴν παρεμβολὴν Ἰσραὴλ παραδώσει κύριος αὐτὴν ἐν χειρὶ ἀλλοφύλων. τάχυνον δὲ Σαούλ· αὔριον καὶ σὺ καὶ οἱ υἱοί σου μετ’ ἐμοῦ«. καὶ τοῦτο δύναται εἰδέναι δαιμόνιον, περὶ βασιλέα χειροτονηθέντα μετὰ προφητικοῦ,3 ὅτι αὔριον ἔμελλεν ἐξελεύσεσθαι ὁ Σαοὺλ τὸν βίον καὶ οἱ υἱοὶ αὐτοῦ μετ’ αὐτοῦ; »αὔριον σὺ καὶ οἱ υἱοί σου μετ’ ἐμοῦ«.
但该论点仍在受检验中。 我说,无论是这叙事还是关于它的检验都是必要的,以便我们能知道在离世之后有什么在等待着我们。‘[主]已借我的手说了话,主必从你手中夺去国度,赐给你的同伴大卫。’而魔鬼无法知道那由主所任命的大卫的国度。‘因为你没有听从耶和华的声音,没有在亚玛力人中执行他的烈怒。’这些难道不是上帝的话吗?难道不是真实的吗?因为扫罗确实没有遵行主的旨意,反而‘放过了亚玛力人的王’,为此,撒母耳在自己长眠之前以及离世之时,都曾责备扫罗。‘因此,耶和华在今日向你行了这事;并且耶和华也必将以色列人交在非利士人的手里。’关于上帝的全体子民,魔鬼能够预言主将要把以色列人交出去吗?‘耶和华也必将以色列的军兵交在非利士人的手里。扫罗,你当快快行事;明日你和你儿子们必与我同在。’对于一位伴随着先知预言而被任命的国王,魔鬼能够知道这一点吗——即扫罗明天就要结束生命,而他的儿子们也必与他一同去?‘明日你和你儿子们必与我同在。’
- 5τί ἡμᾶς ἔχει μετὰ τὴν ἔξοδον
疑问代词 τί 既可以作主语也可以作宾语。在此最合适的理解是作主语,以 ἡμᾶς 为宾语,意为“在死后有什么在等待(维系)着我们”,指人离世后灵魂的状态。
- 5ἐφ’ ᾧ
介词 ἐπί 与中性关系代词与格 ᾧ 的结合,表示原因(“为此”、“因该事”)。其先行词指代前文“扫罗放过亚玛力人王”这一过错。
- 5μετὰ προφητικοῦ
介词 μετά 接表示“先知性职位”或“先知性权能”的形容词中性属格名词化 προφητικόν。这表明扫罗是在先知(撒母耳)的印证和伴随下被立为王的。
