- 底本
- Origenes. Origenes Werke, Vol 3. Klostermann, Erich, editor. Leipzig: Hinrichs, 1901.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2042.tlg013.humanitext-grc1:4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-24
针对否认被召上来的是真正的撒母耳这一相反论点,作者通过考察圣经本身的叙事结构(话者身份)展开反驳,指出被信为圣灵所著的圣经叙事直接写明被看见和说话的就是撒母耳本人。
Ταῦτα μὲν ἐρεῖ ὀ μὴ βουλόμενος ἀγῶνα παραδέξασθαι, ὅτι Σαμουήλ ἐστιν ὄντως ὁ ἀναχθείς·1 ἐπεὶ δὲ δεῖ εὐγνώμονα εἶναι ἐν τῷ ἀκούειν τῶν γραφῶν, πιθανῶς καταβομβήσαντος ἡμῶν τοῦ λόγου2 καὶ ἀληθῶς δυναμένου ταράξαι καὶ κινῆσαι ἡμᾶς, ἴδωμεν πότερόν ποτε νενόηται ἡ γραφὴ τῷ τοῦτο μὴ παραδεξαμένῳ, ἢ ἀπὸ ἐνδόξων μὲν ἐπιχειρεῖ, ἐναντία δὲ λέγει τοῖς γεγραμμένοις. τίνα γάρ ἐστιν τὰ γεγραμμένα; »καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι;‘τίνος πρόσωπόν ἐστιν τὸ λέγον· »εἶπεν ἡ γυνή«; ἀρα τὸ πρόσωπον τοῦ ἁγίου πνεύματος, ἐξ οὗ πεπίστευται ἀναγεγράφθαι ἡ γραφή, ἢ ἄλλου τινός; τὸ γάρ διηγηματικὸν πρόσωπον πανταχοῦ ὡς ἴσασιν καὶ οἱ περὶ παντοδαποὺς γενόμενοι λόγους) ἐστὶ πρόσωπον τοῦ συγγραφέως· συγγραφεὺς δ’ ἐπὶ τούτων τῶν λόγων πεπίστευται εἶναι οὐκ ἄνθρωπος, ἀλλὰ συγγραφεὺς τὸ πνεῦμα τὸ ἅγιον τὸ κινῆσαν τοὺς ἀνθρώπους. οὐκοῦν τὸ πνεῦμα τὸ ἅγιον λέγει· »καὶ εἶπεν ἡ γυνή· τίνα ἀναγάγω σοι; καὶ εἶπεν· Σαμουὴλ μοι«. τίς λέγει· »καὶ εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ, καὶ ἐβόησεν ἡ γυνὴ φωνῇ μεγάλῃ λέγουσα«; ἐροῦμεν πρὸς ἐκεῖνον τὸν τοσαῦτα ἡμῶν καταβομβήσαντα καὶ μυρία εἰρηκότα ὡς ἄρα Σαμουὴλ οὐκ ἠν ἐν ᾅδου· »εἶδεν ἡ γυνὴ τὸν Σαμουήλ«, ἡ διηγηματικὴ φωνὴ τοῦτο ἔφησεν, »καὶ ἐβόησεν ἡ γυνὴ φωνῇ μεγάλῃ καὶ εἶπεν πρὸς Σαούλ· ἵνα τί παρελογίσω με; καὶ σὺ εἶ Σαούλ. καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· τί γάρ ἐστιν; μὴ φοβοῦ· τί ἑώρακας; καὶ εἶπεν ἡ γυνὴ πρὸς τὸν Σαούλ· θεοὺς εἶδον ἀναβαίνοντας ἐκ τῆς γῆς. καὶ εἶπεν αὐτῇ· τί τὸ εἶδος αὐτοῖς; καὶ εἶπεν αὐτῷ· ἀνὴρ πρεσβύτερος ἀναβαίνων, καὶ αὐτὸς περιβεβλημένος διπλοΐδα ἐφούδ«. λέγει αὐτὴν ἑωρακέναι καὶ τὸ ἱμάτιον3 τὸ ἱερατικόν. οἶδα δὲ ὅτι ὁ ἐκ τοῦ ἐναντίου [ἐκ τοῦ] λόγου λέγει· »οὐ θαῦμα· αὐτὸς γὰρ ὁ σατανᾶς μετασχηματίζεται εἰς ἄγγελον φωτός. οὐ μέγα οὖν, εἰ καὶ οἱ διάκονοι αὐτοῦ μετασχηματίζονται ὡς διάκονοι δικαιοσύνης«. ἀλλὰ τί ἐστιν ὅπερ »εἶδεν ἡ γυνή«; »τὸν Σαμουήλ«. καὶ διὰ τί οὐκ εἴρηται· εἶδεν ἡ γυνὴ δαιμόνιον, ὃ προσεποιεῖτο εἶναι Σαμουήλ; ἀλλὰ γέγραπται ὅτι »ἔγνω Σαοὺλ ὅτι Σαμουήλ ἐστιν«. εἰ μὴ ἦν Σαμουήλ, ἔδει γεγράφθαι· ἐνόμιζεν Σαοὺλ εἶναι αὐτὸν Σαμουήλ. νῦν δὲ γέγραπται· »ἔγνω Σαούλ«, οὐδεὶς δὲ ἔγνω τὸ μὴ ὄν·4 »ἔγνω« οὐν »Σαοὺλ ὅτι Σαμουήλ ἐστιν« »καὶ ἔπεσεν | | ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν‘. εἶτα πάλιν τὸ πρόσωπον τῆς γραφῆς· »καὶ εἶπεν Σαμουὴλ πρὸς Σαούλ· ἵνα τί παρώργισάς με τοῦ ἀναγαγεῖν με;« εἶπεν‘φησὶν ἡ γραφὴ ᾗ δεῖ πιστεύειν) »εἶπεν Σαμουήλ· ἵνα τί παρώργισάς με τοῦ ἀναγαγεῖν με;« εἶτα πρὸς τοῦτο ἀποκρίνεται Σαούλ· »σφόδρα οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν ἐμοί, καὶ ὁ θεὸς ἀπέστη ἀπ’ ἐμοῦ καὶ οὐκ ἀπεκρίθη μοι ἔτι, καίγε ἐν χειρὶ τῶν προφητῶν καὶ ἐν τοῖς ἐνυπνίοις ἐκάλεσα τοῦ δηλῶσαί μοι τί ποιήσω«. πάλιν ἡ γραφὴ οὐκ ἄλλως εἶπεν, ἀλλ’ ὅτι αὐτὸς Σαμουὴλ ἔφη· »καὶ ἵνα τί ἐπηρώτησάς με; καὶ κύριος ἀπέστη ἀπὸ σοῦ((. ἀληθεύει ἢ ψεύδεται ταῦτα λέγων· κύριος ἀπέστη ἀπὸ σοῦ καὶ ἐγενήθη κατὰ σοῦ καὶ ἐποίησεν ἄλλον αὑτῷ, ὃν τρόπον ἐλάλησεν ἐν χειρί μου, καὶ διαρρήξει τὴν βασιλείαν ἐκ χειρός, καὶ δαιμόνιον προφητεύει περὶ βασιλείας Ἰσραηλιτικῆς; τί φησιν ὁ ἐναντίος λόγος; ὁρᾶτε ὅσος ἀγών ἐστιν ἐν τῷ λόγῳ τοῦ θεοῦ, χρείαν ἔχων καὶ ἀκροατῶν δυναμένων ἁγίων ἀκούειν λόγων, μεγάλων καὶ ἀπορρήτων τῶν περὶ τῆς ἐξόδου, ἔτι ἐπαπορουμένων τε τῶν προτέρων οὐδὲ τῶν δευτέρων σαφῶν ὄντων.
不愿接受这争论——即被召上来的确实是撒母耳——的人,会说这些话。但在听取(阅读)圣经时应当持平,即便那个论点在我们耳边听起来极有说服力、且确实有能力使我们动摇和不安,让我们来看看,不接受这一点的人是否真正理解了圣经,或者他虽然从公认的前提(常识)出发进行论证,却说了与经上所记相反的话。因为经上所记的是什么呢?‘女人说:我为你召谁上来呢?’ 说出‘女人说’的,是谁的身份(话者)呢?难道是被信为圣经撰写源头的圣灵的话者身份,还是其他人的呢?因为(正如那些熟悉各种文献的人也知道的)叙事性的话者在任何地方都是作者的話語身分;而在这些话语中,作者被信为不是人,而是推动了人们的圣灵才是作者。因此圣灵说道:‘女人说:我为你召谁上来呢?他说:为我召撒母耳。’ 是谁说:‘女人看见撒母耳,女人就大声呼喊说’?我们将对那在我们耳边大肆喧嚷、说了无数的话证明撒母耳根本不在阴间的人说:‘女人看见了撒母耳’——这是叙事的声音所说的话;‘女人就大声呼喊,对扫罗说:你为什么欺骗我呢?你就是扫罗。王对她说:有什么事呢?不要怕,你看见了什么?女人对扫罗说:我看见神明从地里上来。扫罗说:他们是什么形状?她说:有一个老年人上来,身穿外袍以弗得。’ 这表明她也看到了祭司的衣袍。但我知道那持相反论调的人会说:‘这不足为奇,因为连撒但也装作光明的天使。所以,他的差役若装作仁义的差役,也不算大事。’ 但那‘女人所看见的’是什么呢?是‘撒母耳’。那为什么不写着:女人看见了一个假装是撒母耳的魔鬼呢?反而记着说:‘扫罗知道是撒母耳。’ 如果不是撒母耳,本该写成:‘扫罗以为他是撒母耳。’ 但现在写着:‘扫罗知道’,而没有人能知道不存在的事物。因此‘扫罗知道是撒母耳,就脸伏于地下拜’。然后又是圣经的话者身份说:‘撒母耳对扫罗说:你为什么召我上来,扰乱我呢?’ ‘说’,(我们必须相信的)圣经说道,‘撒母耳说:你为什么召我上来,扰乱我呢?’ 对此扫罗回答说:‘非利士人极力攻击我,上帝也离开了我,不再借先知或梦回答我;所以我召你来,要你指示我该怎么做。’ 圣经再次没有用别的说法,而是说撒母耳自己说:‘耶和华既离开你,你又何必问我呢?’ (如果他是魔鬼)他说这些话是在说真话还是在撒谎:‘耶和华已经离开你,与你为敌,并且照着他借我手所说的话,为自己立了别人,从你手里夺去国度’?魔鬼会针对以色列的国度做这样的预言吗?相反的论点会说什么呢?你们看到上帝的话语中存在着多么伟大的争论(探求),这需要能够听取关于离世(死后世界)之伟大而奥秘的圣言的听众;因为先前的问题依然存疑,而后面的问题也并不明朗。
- 4ὀ μὴ βουλόμενος ἀγῶνα παραδέξασθαι, ὅτι Σαμουήλ ἐστιν ὄντως ὁ ἀναχθείς
ὅτι从句与ἀγῶνα(争论、难题)同格。它说明了该争论或解释上的困难的具体内容,即“被召上来的确实是撒母耳”这一主张。
- 4καταβομβήσαντος ἡμῶν τοῦ λόγου
独立属格结构。ἡμῶν(我们)是复合动词καταβομβέω(在耳边嗡嗡作响、喧嚷)的宾格性属格,隐喻地表达了相反论点对听众所产生的强烈(且刺耳的)说服效果。
- 4λέγει αὐτὴν ἑωρακέναι καὶ τὸ ἱμάτιον
宾格加不定式结构(ACI)。λέγει(说、表明)的主语在文脉中被理解为“圣经(ἡ γραφή)”或“叙事者”。αὐτήν(她)作不定式ἑωρακέναι(看见)的主语(对格)。
- 4οὐδεὶς δὲ ἔγνω τὸ μὴ ὄν
基于“没有人能认识(确知)不存在的事物”这一认识论原理的论证。因为动词ἔγνω(知道、认出)蕴含着对真相的把握(γνῶσις)而非单纯的误解(δόξα),作者以此为据指出,如果被召上来的只是魔鬼的幻影而非撒母耳本人,圣经绝不会写成“扫罗知道(ἔγνω)”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-10-12)
- 2026-10-12 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 注 1 处
