← 波菲利

导论

§1.3-1.16

论述五概念的目的与方法

波菲利向克律萨奥里奥斯说明,为理解亚里士多德范畴论及定义、划分和证明,有必要以导论形式简要阐述五概念;并声明避开关于共相之实在性的深刻存在论问题,仅专注于古人尤其是逍遥学派的逻辑学进路。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0

Ὄντος ἀναγκαίου, Χρυσαόριε, καὶ εἰς τὴν τῶν παρὰ Ἀριστοτέλει κατηγοριῶν διδασκαλίαν τοῦ γνῶναι1 τί γένος καὶ τί διαφορὰ τί τε εἶδος καὶ τί ἴδιον καὶ τί συμβεβηκός, εἴς τε τὴν τῶν ὁρισμῶν ἀπόδοσιν καὶ ὅλως εἰς τὰ περὶ διαιρέσεως καὶ ἀποδείξεως χρησίμης οὔσης τῆς τούτων θεωρίας, σύντομόν σοι παράδοσιν ποιούμενος πειράσομαι διὰ βραχέων ὥσπερ ἐν εἰσαγωγῆς τρόπῳ τὰ παρὰ τοῖς πρεσβυτέροις ἐπελθεῖν, τῶν μὲν βαθυτέρων ἀπεχόμενος ζητημάτων, τῶν δ’ ἁπλουστέρων συμμέτρως στοχαζόμενος. αὐτίκα περὶ τῶν γενῶν τε καὶ εἰδῶν τὸ μὲν εἴτε ὑφέστηκεν εἴτε καὶ ἐν μόναις ψιλαῖς ἐπινοίαις κεῖται εἴτε καὶ ὑφεστηκότα σώματά ἐστιν ἢ ἀσώματα καὶ πότερον χωριστὰ ἢ ἐν τοῖς αἰσθητοῖς καὶ περὶ ταῦτα ὑφεστῶτα, παραιτήσομαι λέγειν2 βαθυτάτης οὔσης τῆς τοιαύτης πραγματείας καὶ ἄλλης μείζονος δεομένης ἐξετάσεως· τὸ δ’ ὅπως περὶ αὐτῶν καὶ τῶν προκειμένων λογικώτερον οἱ παλαιοὶ διέλαβον καὶ τούτων μάλιστα οἱ ἐκ τοῦ περιπάτου, νῦν σοι πειράσομαι δεικνύναι.

克律萨奥里奥斯啊,对于在亚里士多德那里的范畴论的教导而言,知晓何为属、何为种差、何为种、何为固有属性、何为偶性是必需的,并且对于定义的给出,以及普遍地对于有关划分和证明的事情而言,对这些的考察都是有用的,因此我为你作一个简要的传授,尝试简短地、如同以导论的方式,去梳理古人那里的见解,避开较为深刻的探究,而适度地着眼于较为平易者。直截而言,关于属和种——究竟它们是自存的,还是仅仅置于单纯的概念之中;究竟即便自存,它们是物体还是非物体;以及究竟它们是分离的,还是在感觉对象中并依附于感觉对象而自存——我将拒绝谈论,因为这样的探求极为幽深,需要另一场更大的考察;然而古人,而且其中尤其是逍遥学派的人,关于它们以及呈现在前的论题,是如何更为逻辑学地把握的,我如今将尝试向你展示。

语法注2 条
  1. 1.0Ὄντος ἀναγκαίου ... τοῦ γνῶναι

    属格独立结构。带定冠词的属格不定式短语 τοῦ γνῶναι ... 作为无人称形容词分词 Ὄντος ἀναγκαίου 的实质主语(真主语),并与分词在格上一致保持属格。整个分句构成导出后文主动词 πειράσομαι 的原因与前提。

  2. 1.0τὸ μὲν εἴτε ... παραιτήσομαι λέγειν

    中性单数定冠词 τὸ 将其后的一系列选言间接疑问从句(εἴτε ... εἴτε ...)名词化,作为宾格成分充当 παραιτήσομαι λέγειν 的宾语(或主题宾格)。它通过 μὲν ... δέ 与随后的 τὸ δ’ ὅπως ... δεικνύναι 构成工整的对照结构。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2034.tlg006.humanitext-grc1:1.3-1.16