- 底本
- Porphyrius, Isagoge Sive Quinque Voces. Commentaria in Aristotelem Graeca IV.1, ed. A. Busse, Berlin: Reimer 1887, pp. 1-22. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2034.tlg006.humanitext-grc1:1.17-3.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
波菲利梳理了“属”一词的三种含义(血统群体、生殖之本原以及逻辑学上的属),并针对哲学家所探求的第三种含义提出了描摹说明——“在‘是什么’中对若干在种上有差异的事物作述说的东西”,进而通过与个体、种、固有属性、种差和偶性的对照,逐一检验了该说明的各个构成要素。
Περὶ γένους. Ἔοικεν δὲ μήτε τὸ γένος μήτε τὸ εἶδος ἁπλῶς λέγεσθαι. γένος γὰρ λέγεται καὶ ἡ τινῶν ἐχόντων πως πρὸς ἕν τι καὶ πρὸς ἀλλήλους ἄθροισις, καθ’ ὃ σημαινόμενον τὸ Ἡρακλειδῶν λέγεται γένος ἐκ τῆς ἀφ’ ἑνὸς σχέσεως, λέγω δὴ τοῦ Ἡρακλέους, καὶ τοῦ πλήθους τῶν ἐχόντων πως πρὸς ἀλλήλους τὴν ἀπ’ ἐκείνου οἰκειότητα, κατὰ ἀποτομὴν τὴν ἀπὸ τῶν ἄλλων γενῶν κεκλημένου.1 λέγεται δὲ καὶ ἄλλως πάλιν γένος ἡ ἑκάστου τῆς γενέσεως ἀρχὴ εἴτε ἀπὸ τοῦ τεκόντος εἴτε ἀπὸ τοῦ τόπου ἐν ᾧ τις γέγονεν. οὕτως γὰρ Ὀρέστην μὲν ἀπὸ Ταντάλου φαμὲν ἔχειν τὸ γένος, Ὕλλον δὲ ἀφ’ Ἡρακλέους, καὶ πάλιν Πίνδαρον μὲν Θηβαῖον εἶναι τὸ γένος, Πλάτωνα δὲ Ἀθηναῖον· καὶ γὰρ ἡ πατρὶς ἀρχή τίς ἐστι τῆς ἑκάστου γενέσεως, ὥσπερ καὶ ὁ πατήρ. τοῦτο δὲ ἔοικε πρόχειρον εἶναι τὸ σημαινόμενον· Ἡρακλεῖδαι γὰρ λέγονται οἱ ἐκ γένους κατάγοντες Ἡρακλέους καὶ Κεκροπίδαι οἱ ἀπὸ Κέκροπος καὶ οἱ τούτων ἀγχιστεῖς. καὶ πρότερόν γε ὠνομάσθη γένος ἡ ἑκάστου τῆς γενέσεως ἀρχή, μετὰ δὲ ταῦτα καὶ τὸ πλῆθος τῶν ἀπὸ μιᾶς ἀρχῆς οἷον Ἡρακλέους, ὃ ἀφορίζοντες καὶ ἀπὸ τῶν ἄλλων χωρίζοντες ἔφαμεν τὸ ὅλον ἄθροισμα Ἡρακλειδῶν γένος. ἄλλως δὲ πάλιν γένος λέγεται, ᾧ ὑποτάσσεται τὸ εἶδος, καθ’ ὁμοιότητα ἴσως τούτων εἰρημένον· καὶ γὰρ ἀρχή τίς ἐστι τὸ τοιοῦτο γένος τῶν ὑφ’ ἑαυτὸ καὶ δοκεῖ καὶ τὸ πλῆθος περιέχειν πᾶν τὸ ὑφ’ ἑαυτό. Τριχῶς οὖν τοῦ γένους λεγομένου περὶ τοῦ τρίτου παρὰ τοῖς φιλοσόφοις ὁ λόγος· ὃ καὶ ὑπογράφοντες ἀποδεδώκασι γένος εἶναι λέγοντες τὸ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει ἐν τῷ τί ἐστι κατηγορούμενον οἷον τὸ ζῷον. τῶν γὰρ κατηγορουμένων τὰ μὲν καθ’ ἑνὸς λέγεται μόνου, ὡς τὰ ἄτομα οἷον Σωκράτης καὶ τὸ οὗτος καὶ τὸ τοῦτο, τὰ δὲ κατὰ πλειόνων, ὡς τὰ γένη καὶ τὰ εἴδη καὶ αἱ διαφοραὶ καὶ τὰ ἴδια καὶ τὰ συμβεβηκότα κοινῶς ἀλλὰ μὴ ἰδίως τινί. ἔστι δὲ γένος μὲν οἷον τὸ ζῷον, εἶδος δὲ οἷον ὁ ἄνθρωπος, διαφορὰ δὲ οἷον τὸ λογικόν, ἴδιον δὲ οἷον τὸ γελαστικόν, συμβεβηκὸς δὲ οἷον τὸ λευκόν, τὸ μέλαν, τὸ καθέζεσθαι. τῶν μὲν οὖν καθ’ ἑνὸς μόνου κατηγορουμένων διαφέρει τὰ γένη τῷ ταῦτα κατὰ πλειόνων ἀποδοθέντα κατηγορεῖσθαι, τῶν δὲ αὖ κατὰ πλειόνων τῶν μὲν εἰδῶν, ὅτι τὰ μὲν εἴδη εἰ καὶ κατὰ πλειόνων κατηγορεῖται ἀλλ’ οὐ διαφερόντων τῷ εἴδει ἀλλὰ τῷ ἀριθμῷ· ὁ γὰρ ἄνθρωπος εἶδος ὢν Σωκράτους καὶ Πλάτωνος κατηγορεῖται, οἳ οὐ τῷ εἴδει διαφέρουσιν ἀλλήλων ἀλλὰ τῷ ἀριθμῷ, τὸ δὲ ζῷον γένος ὂν ἀνθρώπου καὶ βοὸς καὶ ἵππου κατηγορεῖται, οἳ διαφέρουσι καὶ τῷ εἴδει ἀλλήλων ἀλλ’ οὐχὶ τῷ ἀριθμῷ μόνον. τοῦ δ’ αὖ ἰδίου διαφέρει τὸ γένος, ὅτι τὸ μὲν ἴδιον καθ’ ἑνὸς μόνου εἴδους, οὗ ἐστιν ἴδιον, κατηγορεῖται καὶ τῶν ὑπὸ τὸ εἶδος ἀτόμων, ὡς τὸ γελαστικὸν ἀνθρώπου μόνου καὶ τῶν κατὰ μέρος ἀνθρώπων, τὸ δὲ γένος οὐχ ἑνὸς εἴδους κατηγορεῖται ἀλλὰ πλειόνων τε καὶ διαφερόντων. τῆς δ’ αὖ διαφορᾶς καὶ τῶν κοινῇ συμβεβηκότων διαφέρει τὸ γένος, ὅτι εἰ καὶ κατὰ πλειόνων καὶ διαφερόντων τῷ εἴδει κατηγοροῦνται αἱ διαφοραὶ καὶ τὰ κοινῶς συμβεβηκότα, ἀλλ’ οὐκ ἐν τῷ τί ἐστι κατηγοροῦνται. ἐρωτησάντων γὰρ ἡμῶν ἐκεῖνο καθ’ οὗ κατηγορεῖται ταῦτα,2 οὐκ ἐν τῷ τί ἐστιν, φαμέν, κατηγορεῖται, ἀλλὰ μᾶλλον ἐν τῷ ποῖόν τί ἐστιν. ἐν γὰρ τῷ ἐρωτᾶν ποῖόν τί ἐστιν ὁ ἄνθρωπός φαμεν ὅτι λογικόν, καὶ ἐν τῷ ποῖόν τι ὁ κόραξ φαμὲν ὅτι μέλαν· ἔστιν δὲ τὸ μὲν λογικὸν διαφορά, τὸ δὲ μέλαν συμβεβηκός· ὅταν δὲ τί ἐστιν ἄνθρωπος ἐρωτηθῶμεν, ζῷον ἀποκρινόμεθα· ἦν δὲ ἀνθρώπου γένος τὸ ζῷον. ὥστε τὸ μὲν κατὰ πλειόνων λέγεσθαι τὸ γένος διαστέλλει αὐτὸ ἀπὸ τῶν καθ’ ἑνὸς μόνου τῶν ἀτόμων κατηγορουμένων, τὸ δὲ διαφερόντων τῷ εἴδει διαστέλλει ἀπὸ τῶν ὡς εἰδῶν κατηγορουμένων ἢ ὡς ἰδίων, τὸ δὲ ἐν τῷ τί ἐστι κατηγορεῖσθαι χωρίζει ἀπὸ τῶν διαφορῶν καὶ τῶν κοινῇ συμβεβηκότων, ἃ οὐκ ἐν τῷ τί ἐστιν ἀλλ’ ἐν τῷ ποῖόν τί ἐστιν ἢ πῶς ἔχον ἐστὶν κατηγορεῖται ἕκαστον ὧν κατηγορεῖται.3 οὐδὲν ἄρα περιττὸν οὐδὲ ἔλλειπον περιέχει ἡ τοῦ γένους ῥηθεῖσα ὑπογραφὴ τῆς ἐννοίας.
论属。 似乎属和种都不是单义地被言说的。因为某些与某一事物并彼此之间处于某种关系者的汇聚也被称为属,按照此一含义,“赫拉克勒斯后裔的属[血族]”之所以被言说,是出于源于一个人的关系——我指赫拉克勒斯——以及彼此之间具有源于他的亲属关系的群体的关系,它是通过与其余诸属截断区分而被称呼的。又在另一种意义上,每人生殖的本原再次被称为属,无论来自生育者还是来自某人出生之处。因为我们确实以此方式说奥瑞斯忒斯的属源于坦塔洛斯,许罗斯源于赫拉克勒斯,又说品达在属上是忒拜人,柏拉图是雅典人;因为祖国与父亲一样,也是每人生殖的一种本原。而且这个含义似乎是显而易见的;因为那些血统源于赫拉克勒斯之属的人被称为赫拉克勒斯后裔,源于凯克洛普斯者及其亲族被称为凯克洛普斯后裔。首先被命名为“属”的是每人生殖的本原,而在此之后,源自单一本原(如赫拉克勒斯)的群体也被如此命名,我们通过限定它并与其他人区分开来,称整个汇聚为“赫拉克勒斯后裔的属”。又在另一种意义上,种从属于其下的东西被称为属,这或许是依照与这些含义的相似性而被言说的;因为这样的属也是其统辖之下诸事物的一种本原,并且似乎也包摄了其统辖之下的全部群体。既然属是以这三种方式被言说的,那么哲学家那里的论述便是关于第三种的;他们通过给出描摹说明来规定它是属,说属是“在‘是什么’中对若干在种上有差异的事物作述说的东西”,例如动物。因为在述说项中,有些仅就单一一者而被言说,如同个体,例如苏格拉底以及“这个人”和“这件物”;另一些则就若干事物而被言说,如同属、种、种差、固有属性,以及共同属于某物而非唯独属于它的偶性。属例如动物,种例如人,种差例如有理性的,固有属性例如能笑的,偶性例如白的、黑的、坐着。因此,属与仅就单一一者作述说之物的区别,在于它们被归属于若干事物并作述说;而在就若干事物作述说者之中,它与种的区别在于,种即使就若干事物作述说,却不是就种上有差异者,而是就数目上有差异者作述说;因为人作为一个种,被用来述说苏格拉底和柏拉图,他们彼此不是在种上有差异,而是在数目上有差异,而动物作为一个属,被用来述说人、牛和马,它们彼此不仅在数目上有差异,而且在种上也有差异。属与固有属性的区别又在于,固有属性仅就它是其固有属性的单个种作述说,并且就该种之下的诸个体作述说,正如能笑的仅就人并就个别的人作述说,而属则不是就一个种作述说,而是就若干且有差异的种作述说。属与种差以及共同偶性的区别又在于,种差和共同偶性即使就若干且在种上有差异者作述说,却不是在“是什么”中作述说的。因为当我们问及这些东西被用来述说的那一事物时,我们说,它们并非在“是什么”中被述说,而更多是在“是何种样”中被述说。因为在询问人是何种样时,我们说是有理性的,在询问乌鸦是何种样时,我们说是黑的;有理性的属于种差,而黑的属于偶性;然而,每当我们被问及人是什么时,我们回答是动物;而动物曾是人的属。因此,属就若干事物被言说,将其自身与仅就单个个体作述说的事物区分开来;就种上有差异者被言说,将其与作为种或作为固有属性作述说的事物区分开来;而在“是什么”中被述说,则将其同种差与共同偶性隔开,后者在它们所述说的每一事物中,不是在“是什么”中被述说,而是在“是何种样”或“处于何种状态”中被述说。由此可见,所陈述的属的概念的描摹说明既不包含多余之物,也不包含欠缺之物。
- 1.1κεκλημένου
完成体被动态分词 κεκλημένου 为中性属格单数,在性、数、格上与介词短语 ἐκ ... καὶ τοῦ πλήθους 中的名词 τοῦ πλήθους 一致。虽然小句的主语是中性主格的 τὸ Ἡρακλειδῶν γένος,但该分词在句法上作为修饰语依附于由 ἐκ 所统辖的群体(πλῆθος)。
- 1.1ἐρωτησάντων γὰρ ἡμῶν ἐκεῖνο καθ’ οὗ κατηγορεῖται ταῦτα
ἐρωτησάντων ἡμῶν 构成属格绝对结构,ἐκεῖνο 是动词 ἐρωτάω 所带的表示询问对象(事物)的宾格宾语。随后的关系代词从句 καθ’ οὗ κατηγορεῖται ταῦτα 则以 ἐκεῖνο 为先行词对其进行修饰(“这些项所用来述说的那一事物”)。
- 1.1ἕκαστον ὧν κατηγορεῖται
关系代词 ὧν 要么包含了其先行词(ἐκείνων ὧν),要么是在句法省略或同化作用下由本应存在的 καθ’ ὧν 弱化而来的属格形式。ἕκαστον 既可以指作为主语的各个述说项(种差和偶性),也可以分配性地指称被述说的各个对象。
