- 底本
- Gregory, of Nazianzus. Christus Patiens tragoedia christiana, quae inscribi solet Christos paskhōn. Brambs, Johann Georg, editor. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1772-1.1856
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约瑟、尼苛德摩与若望等讨论对第三日复活的希望,并陪伴玛利亚等妇女前往住所安歇。玛利亚因儿子的死极度悲伤,彻夜难眠、哀恸不已,天亮后促使其他妇女起程前往城里。
ἐν σινδόσιν μύροις τε, μητρὸς ἐκ θνατᾶς
裹在细麻布和香料中,他从一位必死的母亲
φανείς· τὸν ἐκ κείνης γὰρ ἦν θανεῖν χρεών.1
显现;因为从她而出者注定要死。
Εἰ δ’ ὡς Θεὸς νῦν κυριεύσει καὶ μόρου,
但如果他现在作为天主,连死亡也能主宰,
ἔσται τολοιπὸν, ὡς Θεοῦ Παῖς καὶ μόνος,
那么今后,他作为天主之子且是唯一的,
ἅπασι σεπτὸς τοῖσιν εἰδόσιν Θεός·
将成为所有认识天主之人所敬仰的天主;
πένθος δὲ βαιὸν ὄντι μητρὸς ἐκ θνατᾶς
但对于这位来自必死母亲的他,
κείσθω· τὸν ἐκ κείνης γὰρ ἦν θανεῖν χρέος.
仍应致以微小的哀悼;因为从她而出者注定要死。
Ἡμῖν μὲν οὕτως νῦν τετίμηται φίλος·
对我们而言,这位朋友现在得到了这样的尊崇;
ὃς δ’ εἴ τι πράσσειν ὡς Θεὸς θέλων σθένει,
但如果他作为天主,愿意且有力量行任何事,
καιρὸς πάρεστι· φῶς γὰρ ἡμέρας τρίτης
时机已到;因为第三日的光芒
οὐ μακράν ἐστι, καὶ τὸ πᾶν φανήσεται.
已不遥远,一切都将显明。
Πέποιθα πᾶσιν ἡμέραν ἐλευθέραν
我深信第三日的太阳光芒
ἀκτῖνα τὴν τριταίαν ἡλίου φέρειν.2
将为众人带来自由之日。
Ἴδοιμ’ ἴδοιμι γλυκερόν τ’ ἦμαρ τόδε·
但愿我能看见,看见这甘美的一天;
εἴθ’ εἴθε, φίλος, θαῦμα τοῦτ’ ἴδοιμ’ ἐγώ.
噢,朋友,但愿我能看见这奇迹。
Νῦν δ’ ἀπίωμεν, Νικόδημ’ εὐεργάτα·
但现在我们离去吧,恩人尼苛德摩;
στείχωμεν ἡμεῖς, φίλε, κἀξαιτώμεθα
我们走吧,朋友,让我们祈求,
ὑπέρ τε λαοῦ, καίπερ ὄντος ἀγρίου,
既为了这顽梗的子民,
ὑπέρ τε πάτρης τὸν Θεὸν μηδὲν νέον
也为了祖国,求天主不要降下新的灾祸,
δρᾶν,3 κἂν ἕως πάρεσμεν ἄμφω τῷ βίῳ.
只要我们两人还活在世上一天。
Καὶ σὺ δὲ, φίλε παρθένε, ξὺν παρθένῳ
而你,亲爱的童贞者,也请与童贞女一起,
πρὸς ταῦτα συνάρηξον ἡμῖν τοῖς φίλοις,
在这些事上协助我们这些朋友,
ναὶ καὶ σὺ συνάρηγε καὶ θρηνοῦσά περ,
是的,你也请协助,即使在哀哭中,
δέσποινα, μῆτερ τοῦ διφυοῦς, ὡς λόγος
夫人,具有双重本性者的母亲啊,正如你那孩子
τοῦ παρθένου πείθει με μύστου σοῦ Τέκνου.
所宠爱的童贞门徒的言语说服了我一样。
Ἄπιθι καὶ δύναμιν ἄγγελε βροτοῖς
去吧,向世人宣告他的力量,
σὺν Νικοδήμῳ νυκτέρῳ μύστῃ πάρος,
与先前在夜间暗暗作门徒的尼苛德摩一起,
τανῦν δὲ σὺν σοὶ παμφανεστάτῳ φίλῳ.
而现在他已与你一样,成为了最公开的友人。
Χαίροντες ἴτε μήτι που πτοούμενοι.
欢喜地去吧,决不要有任何惧怕。
Ὁ βίοτος γὰρ τῆς καλῆς ἡσυχίας
因为那美好恬静的生活,
καὶ τῆς ἀκραιφνοῦς ἀγάπης καὶ φιλίας
那纯洁无瑕的爱德与友谊,
τό τε φρονεῖν εὖ σωφρονεῖν τ’ ἐν τῷ βίῳ
以及在生活中的明智与节制,
τηρεῖ τὰ πάνθ’, ὡς ἀσάλευτα προσμένειν·
能保守一切,使万物不可动摇地留存;
Θεὸς γὰρ οἶδε πάντα καὶ σοφῶς κρίνει.
因为天主知晓一切,并作贤明的审判。
Σύ τοί με πείθεις, σοῖς τε πιστεύω λόγοις
你确实说服了我,我也相信你的话,
τάξιν τε τηρῶν εἶμ’ ἐλεύθερος φόβου.
我守住秩序,便毫无惧怕地前去。
Χώρει· μέλειν γὰρ πάντα οἱ δοκεῖ φίλων,
去吧;因为他似乎关切友人的一切,
αὐτοί τ’ ἐπιγνώσεσθε τοὺς ἐμοὺς λόγους.
你们自己也必将证实我的话。
Ὑμεῖς δ’ ἕπεσθε νῦν, κόραι, σὺν μητρί μου,
少女们,你们现在随我的母亲来,
ἕπεσθε, Χριστὸν καρδίαις ὡπλισμέναι
跟随吧,在心中以基督武装自己,
πτοούμεναί τε μηδὲν, ἀλλ’ ἕπεσθέ μοι·
毫无惧怕,只管跟随我;
δείξω γὰρ οἶκον, ἔνθα νυχεῦσαι δέον.
因为我将向你们指明该度夜的房屋。
Οὐκοῦν ὅδ’ ἐνδέξιος οἶκος· ἐνθάδε
那么这就是右边那所合适的房屋;在此处
τανῦν καταυλίσθητε· καὶ γὰρ εὐφρόνης
暂且安歇吧;因为在我看来,
οὐ βραχὺ παρῴχηκεν, ὡς ὁρῶ, μέρος,
黑夜已过去大半,
ἐγγὺς δ’ ἕως πάρεστιν, ἐκρέει κνέφας.
黎明将至,黑暗正在流逝。
Ἰώ μοι· ἰώ·
呜呼,哀哉!
ψυχῆς μελούσης, καρδίας παχνουμένης,
灵魂忧心忡忡,心灵冰冷。
ὕπνος βλεφάροις τοῖς ἐμοῖς πῶς ἐμπέσῃ;
睡眠怎能落入我的双眼中?
Οἴμοι, Τέκνον μου, σῆς σφαγῆς πανταδίκου·
哀哉,我的孩子,为你遭受那极不义的杀戮;
ὤμοι ταλαίνῃ δραμάτων ἀντιστρόφων·
哀哉,我这不幸的人,面对这命运的逆转;
οὐ γὰρ συνῳδὰ ταῦτα τοῖς ἠλπισμένοις,
因为这些事与先前的期望并不相符,
κἂν συνᾴδωσι τοῖς προηγορευμένοις.
即便它们与先前的预言相合。
Ἔτλην μεγίστας συμφορὰς καὶ πρὶν, Τέκνον,
孩子啊,我以前也曾忍受过极大的灾祸,
ἀρχῆς ἀπ’ ἄκρης σῶν ξένων γενεθλίων·
从你那奇异诞生之初便是如此;
ἀλλ’ εἵπετ’ εὐθὺς συμφοραῖς θυμηδία,
但灾祸之后随即伴随着喜乐,
σοῦ συμπαρόντος καὶ λύοντος ἀνίας·
因你与我同在并消解了我的忧伤;
νῦν δ’ ἄλγος ἀφέρτατον, οἴμοι, πῶς φέρω;
但现在,这无法忍受的痛苦,哀哉,我怎能承受?
Τί γοῦν, τί δράσω νῦν παθοῦσ’ ἀμήχανα;
那么,现在遭受了如此无可奈何之事的我,该怎么办?
θέλξει δ’ ἕδραν ὄμματος ὕπνος πῶς ἄρα;
睡眠又怎能抚慰我那双眼?
Ἄμμες μὲν, ὦ δέσποινα, χαμαιστρωτίᾳ
夫人啊,我们已在地上铺设的席上
ἀνεκλίθημεν, σώμασιν παρειμέναι,
躺下,身体疲惫不堪,
νέαι, παλαιαὶ, παρθένοι τ’ ἔτ’ ἄζυγες,
年轻的、年老的,还有未婚的童贞女,
ἄλλαι πρὸς ἄλλων νῶτ’ ἐρείσασαι κάρας,
大家把头靠在彼此的背上。
αἵδ’ ἐν παρειαῖς ὑποβαλοῦσαι χέρας,
有的把手托在腮下,
καὶ βαιὸν ἡρπάσαμεν ὕπνου βραχύ τι·
也只稍微偷得了一点点睡眠;
σὺ δ’ οὐχ ὕπνωσας οὐδ’ ἀνέκλινας δέμας,
而你却未曾入睡,也未曾躺下身体,
παννύχιον στένουσα κὠδυνημένη·
整夜都在叹息和痛苦中;
πάσῃ γὰρ ὄμμ’ ἄγρυπνον εὐφρόνῃ στρέφεις.
因为在整个黑夜里你都转动着不眠的双眼。
Ἕως τίνος μείνῃς δὲ προσκαθημένη
你还要这样不眠地坐在那里
ἄϋπνος, ὄμμα μηδόλως μύουσα σόν;
到什么时候,完全不合上你的双眼?
Ἠὼς, ἰδοὺ, πέφηνε, καὶ λεωφόρον
看啊,黎明已经显现,大路上
περιτρέχουσι δῆμος ἄνω καὶ κάτω·
人们正在四处奔忙;
γῆς τ’ ἀναδραμὼν ἥλιος φαεσφόρος
带来光明的太阳已从地平线升起,
ἀκτῖνας ἐξίησι θερμαίνων χθόνα.
放射出光芒温暖着大地。
Υἱὸν τεθέντα νεκρὸν ἰδοῦσαν τάφῳ
既然看见儿子死后被安放在坟墓中,
οὐ δεῖ με θρηνεῖν4 καὶ στένειν καὶ δακρύειν,
难道我不该哀哭、叹息、流泪,
ἕως ἴδοιμι ζῶντα πάλιν ἐκ τάφου;
直到看见他再次活着走出坟墓吗?
ὕπνος δ’ ἄρα μου πῶς βλεφάροις ἐμπέσῃ;
既然如此,睡眠又怎能落入我的双眼中?
Κἀγὼ μελούσῃ καρδίᾳ λήγουσ’ ὕπνου
我也怀着忧虑的心,无法入睡
κεῖμαι, πεδοστιβής γε χαμαιστρωτίᾳ
而躺在地上,
κοὔτ’ ἔβρισ’ οὔτ’ ἐκοίμισα, σφοδρῶν γόων
既没有打盹,也没有睡着,因为听见
σῶν, παρθένε, κλύουσα καὶ στεναγμάτων.
童贞女啊,你那剧烈的哀号与叹息。
Ἔγρεσθ’ ἔγρεσθε· τί, γυναῖκες, μέλλετε;
醒来,醒来!妇女们,你们还在等待什么?
ἔξιτ’, ἄπιτε βαιὸν ὡς πρὸς τὴν πόλιν,
出来吧,朝城里走一点,
- 1.1773τὸν ἐκ κείνης γὰρ ἦν θανεῖν χρεών
"τὸν ἐκ κείνης"(从她而出者)是不定式 "θανεῖν"(死)的逻辑主语(宾格)。此句与无人称句 "ἦν χρεών"(注定……)构成对格不定式结构,表达人子肉身死亡的必然性。
- 1.1783ἡμέραν ἐλευθέραν ἀκτῖνα τὴν τριταίαν ἡλίου φέρειν
由 "πέποιθα"(我深信)引导的对格不定式结构。"ἀκτῖνα τὴν τριταίαν ἡλίου"(第三日的太阳光芒)作不定式 "φέρειν"(带来)的逻辑主语,而 "ἡμέραν ἐλευθέραν"(自由之日)为其直接宾语。
- 1.1790τὸν Θεὸν μηδὲν νέον δρᾶν
作为前文 "κἀξαιτώμεθα"(让我们祈求,原文 "κἀξαιτ;μεθα" 疑似有误)的宾语不定式从句。带有否定词 "μηδὲν" 的不定式 "δρᾶν"(行、降下)其逻辑主语为对格的 "τὸν Θεὸν"(天主)。在此语境下,"νέον"(新的)委婉地指代“新的灾祸”。
- 1.1847Υἱὸν τεθέντα νεκρὸν ἰδοῦσαν τάφῳ οὐ δεῖ με θρηνεῖν
无人称动词 "δεῖ" 的否定形式 "οὐ δεῖ"(难道我不该……吗)后接宾格主语 "με"(我)、分词 "ἰδοῦσαν"(看见,对格阴性单数)以及主要不定式 "θρηνεῖν"(哀哭)的结构。分词的阴性单数形式明确指出了说话者是圣母玛利亚。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — 注 1 处
- 2026-11-24 AI校阅 — 译文 3 处
