- 底本
- Gregory, of Nazianzus. Christus Patiens tragoedia christiana, quae inscribi solet Christos paskhōn. Brambs, Johann Georg, editor. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2022.tlg003.humanitext-grc1:1.1688-1.1771
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
约瑟与约翰(或另一位门徒)就犹大的惨烈结局以及不信的犹太子民将面临的毁灭预言进行对话。他们探讨了基督降入阴间、复活以及对忠贞之人的永恒救赎应许,约翰亦透露了自己获得神圣智慧的源泉。
οὐδέν τι μαθὼν τῶν θεοπρόπων ἄπο,1
未曾从神托之人那里学习任何东西,
αὐτοὺς δὲ μᾶλλον πάντα διδάξας τάδε.
反而亲自教导了他们这一切。
Οὗτος δ’ ἃ μέλλει πήματ’ ἐκπλήσειν, φράσω,
这个人将要承受的苦难,我将说明,
ἀπεμπολητὴς αἰσχρὸς ἐξ ὀπαόνων.
那位随从中的可耻背叛者。
Αὐτὸς μὲν εἶπας, ὡς μανεὶς ἄλγους ὕπο
你自己说过,他如何因痛苦而发狂,
βρόχοις κρεμαστοῖς ὑπέβαλε τὴν δέρην·
将脖子挂在悬吊的绳套中;
πεσὼν δ’ ἔπειτα δίχα λακίσει τάλας
随后倒下,可怜的他将裂成两半,
ἴδῃ τε δεινὸν ἦμαρ· οὐδὲ παύσεται
看到可怕的日子;那不幸的人也不会
κακῶν ὁ τλήμων οὐδὲ τὸν καταιβάτην
摆脱灾祸,即使越过下行的
ᾅδην διαβὰς ἥσυχος γενήσεται,
冥府,也无法得到安宁,
στένων ἄληκτα καὶ βοῶν σφοδροῖς πόνοις,
他将无休止地呻吟,在剧痛中呼喊,
καὶ νᾶμα πυρὸς τόνδε δ’ ὑποδέξεται.
烈火的溪流将接纳这个人。
Ὦ φίλος, ὡς εἰς δεινὰ φὴς ἐλθεῖν κακὰ
噢,朋友,你竟说所有人,连同我自身和我的同胞,
πάντας, κἄμ’ αὐτὸν συγγόνους τ’ ἄρδην ἐμούς·
都将被彻底卷入可怕的灾难之中;
κἀγὼ δ’ ὁ τλήμων βαρβάρους ἀφίξομαι;
难道可怜的我,也必将流落到蛮族之地吗?
ἢ ποῖ τράπωμαι πατρίδος πορθουμένης;
还是说在祖国遭到掠夺之时,我该逃往何处?
Ὦ πάμμεγ’ ἐμπνέουσα βαρβάροις ποτὲ
噢,曾经对蛮族吐露极大威势的
πόλις, τὸ κλεινὸν οὔνομ’ ἀφαιρῇ τάχα.
城市啊,你那显赫的名声很快就会被剥夺。
Χαῖρ’, ὦ μέλαθρον, χαῖρε, πατρῴα πόλις·
再见,我的府邸,再见,祖国的城市;
λίπω λίπω σε, δυστυχῶς δοῦλος γεγὼς,
让我离开,让我离开你,不幸地沦为奴隶,
αἰχμαῖς ἁλωτός· βαρβάρων δ’ ἴδω πέδον,
被枪矛所俘;让我亲见蛮族的土地,
εἰ μὴ γέροντ’ ὄντα με προφθάσει πότμος,
除非死期提前降临在我这老者身上,
ὃν εἴθ’ ἴδοιμι πατρίδος μένων πέδῳ·
但愿我能在留守祖国土地时看见它;
συνῆκα γὰρ, θέσφατον ὡς οὕτως ἔχει.
因为我已明白,神谕确是如此。
Τὸ μὲν σὸν εὐδόκιμον, εὐσεβὲς γέρον·
老人啊,你的志向令人赞赏且虔诚;
ὁ δ’ ἐγγενής σοι λαὸς ἐκτίσει δίκην,
但你的同胞子民必将偿付代价,
ὡς ἀξίαν μὲν λίαν, ἀλγεινὴν δ’ ὅμως·
虽然这完全是他们应得的,但依然令人痛楚;
αὐτὸς δ’ ἑαυτὸν αἰτιάσθω τῆς δίκης.
让他们为这惩罚而自责吧。
Οὐ γάρ τι λέξει πρὸς πρόφασιν,2 ὡς τάχα
因为他们决不能以此为借口,仿佛说:
οὐκ ἦλθεν, οὐκ ἤμυνεν οὐδ’ ἐπεστράφη,
“他未曾来临,未曾援助,也未曾眷顾”,
εὐεργετῶν πάλαι τε καὶ νῦν εὐτρόπως.
尽管他自古及今,都以合宜的方式施予恩惠。
Τίνας γὰρ οὐκ ἔστειλε κήρυκας πάλαι;
因为他古时何曾没有派遣使者?
οἵων δὲ δώρων οὐκ ἔπλησέ νιν ξένων,
他又何曾没有用奇妙的恩赐充满他们?
ὃν ἐξαγαγὼν καὶ πικρᾶς τυραννίδος
他曾将他从残酷的专制中领出,
ἐθνῶν ἄνακτ’ ἔθηκε πανσθένως μέγαν,
凭全能使其成为伟大的万民之王,
ὅτ’ ἀμφὶ Βασὰν τήν τ’ Ἀμορραίων χθόνα
当在巴珊和阿摩里人的土地周围,
ἐθνῶν ἀρίστοις ἐμπεσὼν κατὰ στόμα
迎面袭击最优秀的万民之时,
ἔρρηξε πέλτην, τῷ δὲ δουλώσας στρατὸν
他击碎了盾牌,并将他们的军队奴役
παρέσχεν· ὧνπερ λακτίσας πολλὴν χάριν
赐予了他;然而,他却踢开了这深重的恩惠,
προὔδωκεν αὐτὸν εἰς φόνον μιαιφόνοις·
将他出卖给嗜杀的刽子手们杀害;
ὃς ὕστερον μὲν ἦλθεν, εἰς καιρὸν δ’ ὅμως·
他虽在后来才来,但依然适得其时;
θεοπρόποι γὰρ καὶ νόμος πολλοῖς χρόνοις
因为神托之人与律法在漫长岁月中
ἱδροῦντες, αἰχμάζοντες οὐχ εὗρον πέρας,
流汗奋斗,也未能寻得终点,
Χριστῷ δὲ φῶς ἓν ἡλίου καταρκέσει3
但对于基督而言,一日的阳光便已足够,
ᾅδου δόμους πέρσαντι θἠτέρᾳ πάλιν
去摧毁冥府的府邸,而在另一日,
πρὸς γαῖαν ἐλθεῖν, συντεμόντ’ ἄλγη βροτῶν·
再次回到地上,缩短凡人的痛苦;
τῶν γὰρ ἕκητι πτωχικὴν λαβὼν στολὴν
因为为了这些凡人,他披上乞丐的衣袍
εἴσεισιν ᾅδην· πολλὰ δὴ κεῖθεν σκῦλα
进入冥府;必将从那里夺取许多战利品,
ἄρας φανεῖται νερτέρων ἐπίσκοπος
携之显现为阴间死者的主宰,
κτανών τε φρουροὺς καὶ παραστάτας πυλῶν
在杀死了守卫和门侧的卫兵之后,
ἐκεῖθεν ἔλθῃ πᾶσί τε γνωσθήσεται
从那里出来,并被众人承认为
ἀρωγὸς, αὐτόριζος ὢν εὐεργέτης,
救助者,那出自根源的恩人,
ὃν ἐγγενὴς ἔκτεινε λαὸς ἐν φθόνῳ.
也就是同胞子民因嫉妒而杀害的那位。
Οἱ δ’ οὐδὲν αὐτῷ συγγενεῖς πεφυκότες
而那些在天性上与他毫无血缘关系的人,
κτηθέντες αὐτῷ τοὶ μὲν ἐν χωστοῖς τάφοις,
被他收纳,有的在筑起的坟墓中,
οἵδ’ ἔν τ’ ὄρει τε καὶ σπέει καὶ γῆς βάθει
有的在山岭、洞穴与大地的深处,
ψυχρὰν ἄησιν δίψιόν τε πῦρ Θεοῦ
将忍耐承受冷冽的风和天主渴望的火,
μενοῦσι καρτεροῦντες, οὐκ ἐν δεμνίοις
坚忍地等待,而不躺在温床之上,
οὐδ’ ἐν χιτῶσι τρυφεροῖς ἐγκείμενοι,
亦不身披奢华的衣袍,
οὐδ’ ἐν ζαχρύσοις δώμασιν κοιμώμενοι,
亦不在黄金满溢的府邸中安眠,
τοὶ δ’ ἐν μαχαίραις καὶ σπάθῃ τε καὶ ξίφει
另有一些人在短刀、大刀和长剑下
πίπτοντες ἐμφανοῦσι πίστιν ἀσφαλῆ,
倒地,显出坚定的信仰,
οὐχ ἣν ὁ πράτης καὶ σφαγεῖς εὐεργέτου,
绝非那出卖者和恩人杀害者们的信仰,
οὓς ἐκτῖσαι δίκαιόν ἐστι τὴν δίκην.
让他们偿付惩罚是正当的。
Σὲ δ’ ἐξαναστὰς εὐχερῶς ἐκρύσεται,
他复活后将轻易救助你,
ὃν εὐπρεπῶς τέθεικας ἐν καινῷ τάφῳ,
因你合宜地将他安放在新墓中,
καὶ μακάρων ἐς αἶαν ἐγκαθιδρύσει,
并且他会将你安置在福乐之土,
σάλπιγγος ἠχῇ νεκρέγερτον δεικνύων.
伴随着号角的鸣响,显明你已从死者中复活。
Δεῖ γάρ σε τὴν φονῶσαν ἐκλιπεῖν πόλιν
因为你必须离开这杀戮的城市,
καὶ πραέων οἰκεῖν σε δάπεδον, μάκαρ,
去居住在柔和之人的土地上,福乐的人啊,
θεὸν φανέντα, φθιτὸν ἀμείψαντά σε4
随着他显现为天主,而你交换了必死的命运,
πάχος βρότειόν τ’ ἀποβαλόντα φθορᾶς,
脱去了朽坏的凡人肉体的重担,
ἣν ἐξ ἀπάτης ἔσχες, ὡς θνητὸς γεγώς.
这是你作为必死者因欺骗而获得的。
Τῶνδ’ οὐδὲν ᾔδειν ἐκ λόγων θεοπρόπων,
从神托的言语中,我对这些一无所知,
Διδασκάλου δ’ ἔγνωκα τοῖς στέρνοις κλιθείς·5
而是靠着靠在导师的胸膛上,才得以明白;
οὕτως ἔσεσθαι τοὺς Θεῷ φιλουμένους
蒙天主所爱之人将会如此,
ἐγὼ συνῆκα Δεσπότου στέρνοις πεσὼν,
我伏在主宰的胸膛上时领悟了这一切,
ὥστ’ ἐξ ἀβύσσου πόλλ’ ἀπαντλήσας σοφά.
宛如从深渊中汲取了无尽的智慧。
Σοφοῦ παρ’ ἀνδρὸς χρὴ σοφόν τι μανθάνειν.
从智者那里,应当学习智慧之事。
Πέποιθας αὐτὸν δ’ αὖθις ἰδεῖν ἐν χθονί;
你深信能再次在地上看见他吗?
Πέποιθα· δείξει τοὐπιὸν σέλας Θεοῦ·
我深信;天主即将来临的光芒会显明这一点;
μίαν μόνην μεῖναί με δεῖ τὴν αὔριον.
我只需等待明天这一日。
Ἡμῖν μὲν ὡς μέγας τις ἥκων ἐκ Θεοῦ,
对我们而言,作为从天主而来的伟大者,
ἁπλῶς τε θανὼν, ὡς βροτὸς τυμβεύεται
虽单纯死去,却如凡人一般被葬在坟墓中。
- 1.1688οὐδέν τι μαθὼν τῶν θεοπρόπων ἄπο
分词 μαθὼν(以及随后的 διδάξας)修饰前文 §1.1686-1687 中的主语“出于天主者(ἐκ Θεοῦ)”。此句通过否定从神托之人(θεοπρόποι,即预言者)那里的被动学习,强调了基督自身的能动教导(διδάξας),形成对比结构。
- 1.1716Οὐ γάρ τι λέξει πρὸς πρόφασιν
动词 λέξει(第三人称单数将来时)的主语是前文 §1.1713 中出现的单数集合名词 ὁ ἐγγενής λαός(同胞子民)。短语 πρὸς πρόφασιν 是意为“作为借口”的副词性词组,引出由 ὡς(§1.1716)所引导的表示借口内容的名词性从句。
- 1.1731Χριστῷ δὲ φῶς ἓν ἡλίου καταρκέσει
利益与格 Χριστῷ 受将来时动词 καταρκέσει(对……足够)支配,与之呼应的有与格分词 πέρσαντι(§1.1732)以及依附其上的不定式 ἐλθεῖν(§1.1733)。此句表达了在仅一日的阳光(φῶς ἒν ἡλίου)这一极短时间内,基督便完成了降入阴间与复活的救赎。
- 1.1758θεὸν φανέντα, φθιτὸν ἀμείψαντά σε
此处宾格分词一致关系与主语判定较为复杂。修饰宾格 θεὸν(作为神)的分词 φανέντα(显现)其主语为基督;而随后的分词 ἀμείψαντα(交换、脱去)以及 ἀποβαλόντα(§1.1759)则修饰紧随其后的宾格代词 σε(你,指约瑟)。
- 1.1762Διδασκάλου δ’ ἔγνωκα τοῖς στέρνοις κλιθείς
此句基于《约翰福音》13章23节中蒙爱门徒靠在耶稣胸膛上的描写。属格 Διδασκάλου 既可以理解为修饰与格 τοῖς στέρνοις(胸膛)的所有属格,也可以理解为直接与被动分词 κλιθείς(依靠)相关联的源泉/关联属格。
