← 朱利安

书信集

§67.1

微雕艺术的譬喻与对简短来信的称赞

作者称赞对方简短的来信,将其比作菲狄亚斯及微雕名作在方寸之间熔铸伟大技艺的奇迹,高度赞美对方的文才与德行,并援引狮子与老鼠的寓言,表示绝不吝于回报友谊。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§67.1

Ἦλθες, Τηλέμαχε, φησὶ τὸ ἔπος· ἐγὼ δέ σε καὶ εἶδον ἤδη τοῖς γράμμασι, καὶ τῆς ἱερᾶς σοῦ ψυχῆς τὴν εἰκόνα καθάπερ ὀλίγῃ σφραγῖδι μεγάλου χαρακτῆρος τύπον ἀνεμαξάμην. ἔστι γὰρ ἐν ὀλίγῳ πολλὰ δειχθῆναι· ἐπεὶ καὶ Φειδίας ὁ σοφὸς οὐκ ἐκ τῆς Ὀλυμπίασι μόνον ἢ Ἀθήνησιν εἰκόνος ἐγνωρίζετο, ἀλλ’ ᾔδει καὶ μικρῷ γλύμματι μεγάλης τέχνης ἔργον ἐγκλεῖσαι, οἷον δὴ τὸν τέττιγά φασιν αὐτοῦ καὶ τὴν μέλιτταν, εἰ δὲ βούλει, καὶ τὴν μυῖαν εἶναι· ὧν ἕκαστον, εἰ καὶ τῇ φύσει κεχάλκωται, τῇ τέχνῃ γ’ ἐψύχωται. ἀλλ’ ἐν ἐκείνοις μὲν ἴσως αὐτῷ καὶ ἡ σμικρότης τῶν ζῴων εἰς τὴν κατὰ λόγον τέχνην τὸ εἰκὸς ἐχαρίζετο· σὺ δ’ ἀλλὰ1 τὸν ἀφ’ ἵππου θηρῶντα Ἀλέξανδρον, εἰ δοκεῖ, σκόπει, οὗ τὸ μέτρον ἐστὶ πᾶν ὄνυχος οὐ μεῖζον. οὕτω δ’ ἐφ’ ἑκάστου τὸ θαῦμα τῆς τέχνης κέχυται, ὥστε ὁ μὲν Ἀλέξανδρος ἤδη τὸ θηρίον βάλλει καὶ τὸν θεατὴν φοβεῖ, δι’ ὅλου δυσωπῶν τοῦ σχήματος, ὁ δὲ ἵππος, ἐν ἄκρᾳ τῶν ποδῶν τῇ βάσει τὴν στάσιν φεύγων, ἐν τῇ τῆς ἐνεργείας κλοπῇ τῇ τέχνῃ κινεῖται· ὃ δὴ καὶ αὐτὸς ἡμῖν, ὦ γενναῖε, ποιεῖς. ὥσπερ γὰρ ἐν Ἑρμοῦ λογίου σταδίοις δι’ ὅλου πολλάκις τοῦ δρόμου στεφανωθεὶς ἤδη, δι’ ὧν ἐν ὀλίγοις γράφεις τῆς ἀρετῆς τὸ ἄκρον ἐμφαίνεις, καὶ τῷ ὄντι τὸν Ὀδυσσέα τὸν Ὁμήρου ζηλοῖς, ὃς καὶ μόνον εἰπὼν ὅστις ἦν ἤρκει τοὺς Φαίακας ἐκπλῆξαι. εἰ δέ τι καὶ παρ’ ἡμῶν τοῦ κατὰ σὲ φιλικοῦ καπνοῦ δέει,2 φθόνος οὐδείς. πάντως που καὶ παρὰ τῶν ἡττόνων εἶναί τι χρηστὸν ὁ μῦς τὸν λέοντα ἐν τῷ μύθῳ σώσας ἀρκούντως δείκνυσιν.

“你回来了,忒勒玛科斯,”诗篇这样吟唱;而我也已通过书信见到了你,并将你神圣灵魂的容貌铭刻于心,恰似在微小的印章上摹取伟大的印记。因为在细微之处显现众多事物实为可能;名匠菲狄亚斯不仅以奥林匹亚或雅典的巨像为人熟知,更深谙将高超技艺之功凝铸于微雕之中,诸如人们所称出自他手的蝉、蜜蜂,甚至你若乐意,还有苍蝇;凡此种种,虽按其质料属于青铜,却在技艺之下被赋予了生命。然而在那些造物中,或许生物本身的微小,恰好为依比例施展的技艺增添了逼真之感;但若你首肯,且请观摩那骑在马上狩猎的亚历山大雕像吧,其通体尺度不过指甲大小。可是,技艺的神妙如此流溢于每一细部,以致亚历山大已然向猛兽发难,并以通体的身势威慑着观赏者,令人凛然生畏;而战马仅以蹄尖着地以摆脱静止,凭借技艺对动态的逼真拟态而宛若奔驰。尊贵的朋友,这正是你自己也对我们所做之事。正如在雄辩之神赫耳墨斯的赛场上,早已在整个赛程中屡屡获冠之人一般,你在寥寥数语中所写下的一切,展现了德行的登峰造极,切实效法了荷马笔下的奥德修斯——他仅仅道出自己的身份,便足以令淮阿喀亚人惊叹不已。倘若你还需要从我们这里分得一点你所谓“友爱的青烟”,我们绝无吝惜之意。毕竟,即便卑微之人也能带来裨益,寓言中搭救狮子的那只老鼠已然作了充分的证明。

语法注2 条
  1. 377bσὺ δ’ ἀλλὰ

    这里的 ἀλλά 与祈使语气(σκόπει)连用,带有让步和劝勉的意味,意为“那么至少”、“且请”。它将读者的注意力从前文昆虫微雕(对象本身即微小)转向一个更具对比性的例子——本属宏大题材的“马上狩猎的亚历山大”被雕铸于仅如指甲般大小的微雕之中。

  2. 377dεἰ δέ τι καὶ παρ’ ἡμῶν τοῦ κατὰ σὲ φιλικοῦ καπνοῦ δέει

    δέει 为异态动词 δέομαι(需要、请求)的第二人称单数现在时直说语气(δέῃ/δέει),支配属格补足语 τοῦ ... καπνοῦ,意为“倘若你对……稍有需要”。虽在拼写上有可能是非人称动词 δεῖ(需要)的异写,但在书信体语境中,将其视作针对收信人的第二人称(“如果你需要”)更为自然通畅。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:67.1