← 朱利安

书信集

§66.1

回声女神的借喻与书简间的友谊应答

作者姑且顺应收信人关于回声女神的神话见解,但指出在表达友谊上自己远胜仅复述词尾的回声,并辨析了双方在书简唱和中的互赠之道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§66.1

Ἡ μὲν ἠχὼ θεὸς ἔστω κατὰ σὲ καὶ λάλος, εἰ δὲ βούλει, καὶ Πανὶ σύζυγος· οὐ γὰρ διοίσομαι. κἂν γὰρ ἐθέλῃ με διδάσκειν ἡ φύσις ὅτι ἐστὶν ἠχὼ φωνῆς ἐς ἀέρος πλῆξιν ἀντίτυπος ἠχὴ πρὸς τοὔμπαλιν τῆς ἀκοῆς ἀντανακλωμένη, ὅμως, παλαιῶν ἀνδρῶν ἔτι καὶ νέων οὐκ ἔλαττον ἢ τῷ σῷ πειθόμενος λόγῳ, θεὸν εἶναι τὴν ἠχὼ δυσωποῦμαι.1 τί γοῦν ἂν εἴη τοῦτο πρὸς ἡμᾶς, εἰ πολλῷ τῷ μέτρῳ τοῖς πρὸς σὲ φιλικοῖς τὴν ἠχὼ νικῶμεν; ἡ μὲν γὰρ οὐ πρὸς ἅπαντα, ὅ τι ἂν ἀκούσῃ, μᾶλλον ἢ πρὸς τὰ ἔσχατα2 τῆς φωνῆς ἀντιφθέγγεται, καθάπερ ἐρωμένη φειδωλὸς ἄκροις ἀντιφιλοῦσα τὸν ἐραστὴν τοῖς χείλεσιν· ἡμεῖς δὲ καὶ τῶν πρὸς σὲ κατάρχομεν ἡδέως, καὶ αὖθις εἰς τὴν παρὰ σοῦ πρόκλησιν οἱονεὶ σφαίρας δίκην τὸ ἴσον ἀντιπέμπομεν. ὥστε οὐκ ἂν φθάνοις αὐτὸς ἔνοχος ὢν οἷς γράφεις, καὶ σαυτόν, ἀφ’ ὧν πλέον λαμβάνων ἐλάχιστον ἀντιδίδως, οὐχ ἡμᾶς, ἐν οἷς ἐπ’ ἄμφω πλεονεκτεῖν σπεύδομεν, ἐς τὸ ὅμοιον τῆς εἰκόνος ἐγκρίνων·3 πλὴν ἄν τε ἴσῳ τῷ μέτρῳ διδῷς ᾧπερ ἂν λάβῃς, ἄν τε μή, ἡμῖν ὅ τι ἂν ἐξῇ παρὰ σοῦ λαβεῖν ἡδὺ καὶ πρὸς τὸ ὅλον ἀρκεῖν πιστεύεται.

依你所言,回声大可是一位多话的女神;若你愿意,她甚至可以是潘神的配偶;因为我并不打算提出异议。即使自然试图指教我,回声不过是撞击空气的声音反弹所成的鸣响、倒退着回荡向听觉而已,然而,顺从于古人以及今人之言——毫不亚于顺从你的言论——我依然勉力敬认回声为神祇。然而,倘若我们在对你的友爱表现上以极大的差距胜过了回声,这又与我们有何相干?因为回声绝不对所听到的全部话语一一回应,而不过是对声音的末尾之词作出呼应,正像一个吝啬的女情人只用唇尖回吻其爱人;相反,我们既欣然主动向你表达心意,又能在面对你的倡导时,宛如抛球一般奉还同等的分量。因此,你若发现自己正陷于自己所写之事的罪责之中,并把那得到更多却还赠极少的你自己——而不是在两方面都力图争先的我们——归入那幅肖像的相似范畴,实不为过。不过,不论你是否按所接受的同等尺度予以回报,凡是能从你那里得到的,对我们而言皆是甘美,且深信足以圆满一切。

语法注3 条
  1. 443cθεὸν εἶναι τὴν ἠχὼ δυσωποῦμαι

    动词 δυσωποῦμαι(意为“因难堪/敬畏而被迫依从”、“勉强承认”)后接宾格加不定式结构(θεὸν εἶναι τὴν ἠχώ)。此句与前文自然物理学意义上的声音反弹相对照,表达因古人及来信者的权威而折服,不得不承认回声为女神。

  2. 443cοὐ πρὸς ἅπαντα, ὅ τι ἂν ἀκούσῃ, μᾶλλον ἢ πρὸς τὰ ἔσχατα

    句式 οὐ ... μᾶλλον ἤ 在此起限制性否定的作用(类似于“并非对一切……而是仅仅对最后的部分”)。否定词 οὐ 修饰 πρὸς ἅπαντα,将对比的重点引向仅对末尾发声的 τὰ ἔσχατα。

  3. 443dὥστε οὐκ ἂν φθάνοις αὐτὸς ἔνοχος ὢν οἷς γράφεις, καὶ σαυτόν, ... ἐς τὸ ὅμοιον τῆς εἰκόνος ἐγκρίνων

    惯用句型 οὐκ ἂν φθάνοις 搭配分词(此处并列修饰 ὢν 与 ἐγκρίνων),字面意为“你在……上不会太快”,引申为“你大可立即……/你不得不承认……”。插入的 ἀφ' ὧν... 与 ἐν οἷς... 分别对比了收信人(获得多而回赠少)与作者(两方面皆力图争先)的不同态度。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:66.1