← 朱利安

书信集

§63.1

以银酬金的辩解与继续致信的敦促

作者征引古诗人对银的赞誉,借狄俄墨德斯与格劳克斯换甲的典故戏谑地辩解以银回报金币之事,并敦促对方继续来信,将书简视作远胜黄金的至宝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§63.1

Πινδάρῳ μὲν ἀργυρέας εἶναι δοκεῖ τὰς Μούσας, οἱονεὶ τὸ ἔκδηλον αὐτῶν καὶ περιφανὲς τῆς τέχνης ἐς τὸ τῆς ὕλης λαμπρότερον ἀπεικάζοντι·1 Ὅμηρος δὲ ὁ σοφὸς τόν τε ἄργυρον αἰγλήεντα λέγει καὶ τὸ ὕδωρ ἀργύρεον ὀνομάζει, καθάπερ ἡλίου καθαραῖς ἀκτῖσιν αὐτῷ τῷ τῆς εἰκόνος φαιδρῷ μαρμαρύσσον· Σαπφὼ δ’ ἡ καλὴ τὴν σελήνην ἀργυρέαν φησὶ καὶ διὰ τοῦτο τῶν ἄλλων ἀστέρων ἀποκρύπτειν τὴν ὄψιν. οὕτω καὶ θεοῖς τὸν ἄργυρον μᾶλλον ἢ τὸν χρυσὸν εἰκάσειεν ἄν τις πρέπειν· ἀνθρώποις γε μὴν ὅτι πρὸς τὴν χρείαν ἐστὶν ὁ ἄργυρος τοῦ χρυσοῦ τιμιώτερος καὶ σύνεστι μᾶλλον αὐτοῖς, οὐχ ὥσπερ ὁ χρυσὸς ὑπὸ γῆς κρυπτόμενος ἢ φεύγων αὐτῶν τὴν ὄψιν, ἀλλὰ καὶ ὀφθῆναι καλὸς καὶ ἐν διαιτήματι κρείττων, οὐκ ἐμὸς ἴδιος, ἀλλὰ παλαιῶν ἀνδρῶν ὁ λόγος ἐστίν.2 εἰ δέ σοι τοῦ πεμφθέντος ὑπὸ σοῦ χρυσοῦ νομίσματος εἰς τὸ ἴσον τῆς τιμῆς ἕτερον ἀργύρεον ἀντιδίδομεν, μὴ κρίνῃς ἥττω τὴν χάριν, μηδὲ ὥσπερ τῷ Γλαύκῳ πρὸς τὸ ἔλαττον οἰηθῇς εἶναι τὴν ἀντίδοσιν, ἐπεὶ μηδὲ ὁ Διομήδης ἴσως ἀργυρᾶ χρυσῶν ἀντέδωκεν ἄν,3 ἅτε δὴ πολλῷ τῶν ἑτέρων ὄντα χρησιμώτερα καὶ τὰς αἰχμὰς οἱονεὶ μολίβδου δίκην ἐκτρέπειν εἰδότα. ταῦτά σοι προσπαίζομεν, ἀφ’ ὧν αὐτὸς γράφεις τὸ ἐνδόσιμον εἰς σὲ τῆς παρρησίας λαμβάνοντες. σὺ δὲ εἰ τῷ ὄντι χρυσοῦ τιμιώτερα ἡμῖν δῶρα ἐθέλεις ἐκπέμπειν, γράφε, καὶ μὴ λῆγε συνεχῶς τοῦτο πράττων· ἐμοὶ γὰρ καὶ γράμμα παρὰ σοῦ μικρὸν ὅτου περ ἂν εἴπῃ τις ἀγαθοῦ κάλλιον εἶναι κρίνεται.

在品达看来,缪斯似乎是银质的,仿佛他正将她们艺术的昭彰明彻比拟为物质更为璀璨的光华。明智的荷马既称银为“璀璨”,又将水唤作“银色的”,犹如在太阳纯洁的光芒中,因那景象本身的明朗而波光粼粼。美丽的萨福亦称月亮是“银色的”,且正因如此遮蔽了其余群星的光彩。由此,任何人皆可推测,银比金甚至更适宜于献给诸神;至于就人类而言,银在实用方面贵于金,且与人们更为相伴相亲——它不像黄金那样深藏地下或逃离人们的视线,而是既悦目美观,又更优于日常用度——这并非我个人的创见,而是古人的论说。而若我们就你所赠的金币,回赠以等值之银,切勿判定这份情意有所亏欠,亦勿以为这如同格劳克斯那样落于劣等之换;盖因即便是狄俄墨德斯,恐怕亦不肯以银换金,只因银远比金更为适用,深谙如对待铅块一般偏折枪尖之道。我们以这番话同你戏谑,正是从你自己所书之中,获得了向你直言不讳的引子。然而,倘若你真心渴望送给我们比金更为珍贵的礼物,那就请写信吧,且莫止息于源源不断地如此行事;因对我而言,哪怕是你片纸寸札的微语,亦被裁定为胜过任何人所能称道的世间诸般美好。

语法注3 条
  1. 387aἀπεικάζοντι

    与格分词 ἀπεικάζοντι 与无人称句式 δοκεῖ 的逻辑主体与格名词 Πινδάρῳ 一致。连词 οἱονεί(“仿佛”)引导该分词,用以表达作者对品达为何将缪斯视为银质的推测性解释。

  2. 387bὅτι πρὸς τὴν χρείαν ἐστὶν ὁ ἄργυρος τοῦ χρυσοῦ τιμιώτερος καὶ σύνεστι μᾶλλον αὐτοῖς, οὐχ ὥσπερ ὁ χρυσὸς ὑπὸ γῆς κρυπτόμενος ἢ φεύγων αὐτῶν τὴν ὄψιν, ἀλλὰ καὶ ὀφθῆναι καλὸς καὶ ἐν διαιτήματι κρείττων, οὐκ ἐμὸς ἴδιος, ἀλλὰ παλαιῶν ἀνδρῶν ὁ λόγος ἐστίν.

    倒装与长句结构:自 ὅτι 至 κρείττων 的长篇名词性从句被前置,用以先行阐释后续主句主语 ὁ λόγος(言论、论说)的实质内容。主句的核心骨架为:“[ὅτι 引导的内容] 并非我个人的独创,而是古人的论说”(οὐκ ἐμὸς ἴδιος, ἀλλὰ παλαιῶν ἀνδρῶν ὁ λόγος ἐστίν)。

  3. 387cἀντέδωκεν ἄν

    ἄν 配合直陈式不定过去时,表示与过去事实相反的虚拟语气。此处化用了《伊利亚特》卷六中狄俄墨德斯以青铜甲换取黄金甲的典故,幽默地设想“即便是狄俄墨德斯,恐怕也不会拿银去换金”(因为银更具实用价值)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:63.1