← 朱利安

书信集

§62.1

心中的常在与劝勉文通

作者表示友人常在心中故本无需书信,但若友人希望,自己愿欣然顺应并敦促保持持续的通信。随后作者申明不愿打扰对方追求文辞与公义的崇高热忱,但若对方精力充沛能够兼顾,不妨二者并进。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§62.1

Πότε γὰρ ἡμῶν ἀπελείφθης, ἵνα καὶ γράφωμεν, ἢ πότε οὐχὶ τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς ὡς παρόντα σε θεωροῦμεν; οἵ γε οὐ μόνον ἀεί σοι συνεῖναι καὶ συνομιλεῖν δοκοῦμεν, ἀλλὰ καὶ τῶν γε νῦν προσηκόντων ὡς ὑπὸ παρουσίᾳ τῇ σῇ τὰ εἰκότα κηδόμεθα. εἴ δὲ καὶ γράφεσθαί σοι παρ’ ἡμῶν ὡς ἀπόντι θέλεις, ὅρα μὲν ὅπως μὴ αὐτὸς τὸ δοκεῖν ἡμῶν ἀπεῖναι μᾶλλον αὐτῷ τῷ γράφειν ἐθέλειν ἐκφήνῃς·1 πλὴν ἀλλ’ εἴ γε σοι φίλον ἐστί, καὶ πρὸς τοῦτο ἑκόντες ὑπακούομεν. πάντως γε, τὸ τοῦ λόγου,2 θέοντα τῇ παρακελεύσει τὸν ἵππον εἰς πεδίον ἄξεις. ἄγε οὖν ὅπως ἀντιδώσεις τὰ ἴσα, καὶ πρὸς τὴν ἀντίκλησιν ἐν τῇ τῶν ἀμοιβαίων συνεχείᾳ μὴ κατοκνήσεις. καίτοι ἔγωγε εἰς τὴν ὑπὲρ τοῦ κοινοῦ σοι γινομένην σπουδὴν οὐκ ἐθέλω διοχλεῖν, ἀλλ’ ὅσῳ σε φυλάττω τῇ θήρᾳ τῶν καλῶν, οὐ μόνον οὐκ ἀδικεῖν, ἀλλὰ καὶ ξύμπαν ὁμοῦ τὸ Ἑλληνικὸν ὠφελεῖν ἂν δοκοίην, ὥσπερ σκύλακα γενναῖον, ἀόχλητον ἀφιεὶς ἐσχολακέναι σε τοῖς περὶ τοὺς λόγους ἴχνεσιν ὁλοκλήρῳ τῷ λήματι·3 εἰ δέ σοι τοσοῦτον τάχος περίεστιν, ὡς μήτε τῶν φίλων ἀμελεῖν μήτ’ ἐκείνοις ἐνδεῖν, ἴθι χρῆσαι παρ’ ἄμφω τῷ δρόμῳ.

究竟何时你曾与我们分离,以至于我们竟须通信?抑或何时我们未曾用灵魂之眼注视你,宛若你就在眼前?我们不仅似乎时刻与你同在、交谈,更恰似在你亲临之下,妥帖料理当下的诸般分内事务。然而,若你确实希望我们给你写信如对不在场之人,那你当留神,切莫因一心渴望通信本身,反倒亲自显露出你显得已远离了我们。话虽如此,若此举深得你心,我们亦乐于顺从。无论如何,诚如俗话所言,你的催促无异于放奔马于平川。来吧,你务当报以同等的往来,在持续不绝的尺牍酬酢中,切莫对这番呼应有所推诿。然而,我本意并不愿扰乱你为公共利益所倾注的辛劳;相反,只要我保护你不受打扰,让你去猎取美好的学问,犹如将一条良犬毫无拘绊地放行、让你得以全心全意追踪文辞的踪迹,我似乎不仅没有行不义之事,反而是在惠及整个希腊世界。但如果你尚有如此充裕的迅疾,既不至疏忽友人,亦不致在那些事上有所欠缺,那么就请奔行于这两条赛道之上吧。

语法注3 条
  1. 62.1ὅρα μὲν ὅπως μὴ αὐτὸς τὸ δοκεῖν ἡμῶν ἀπεῖναι μᾶλλον αὐτῷ τῷ γράφειν ἐθέλειν ἐκφήνῃς

    由 ὅρα 引导的 ὅπως μή 搭配不定过去时虚拟式(ἐκφήνῃς)构成的警诫句式,意为“留心莫要……”。冠词不定词短语 τὸ δοκεῖν ἡμῶν ἀπεῖναι(显得远离我们)作 ἐκφήνῃς 的直接宾语,并由方式与格 αὐτῷ τῷ γράφειν ἐθέλειν(仅凭渴望通信这一举动本身)加以修饰。

  2. 62.1τὸ τοῦ λόγου

    作为状语性/插入语性的宾格名词短语,表示“如俗话所说”“诚如古谚”,在此引出后文著名的希腊谚语“放奔马于平原”(ἵππον εἰς πεδίον ἄγειν)。

  3. 62.1ὥσπερ σκύλακα γενναῖον, ἀόχλητον ἀφιεὶς ἐσχολακέναι σε τοῖς περὶ τοὺς λόγους ἴχνεσιν ὁλοκλήρῳ τῷ λήματι

    分词 ἀφιείς 伴随主句的潜在希求法 ἂν δοκοίην,起着表手段与使役的作用(“通过放任/使……”)。ἀφιείς 支配对格加不定词结构:对格主语 σε 与完成时不定词 ἐσχολακέναι(专心致志),表语形容词 ἀόχλητον 修饰 σε。比喻短语 ὥσπερ σκύλακα γενναῖον(宛如良犬)与 σε 构成同位语,将对文辞学问的研习比作猎犬循迹追索。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:62.1