- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:41.1-41.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
罗马皇帝尤利安斥责基督教神职人员在其宽容政策下因丧失特权而挑起暴乱,告诫博斯特拉民众勿受主教提图斯煽动并应将其驱逐,同时严禁异教徒与基督徒之间互相报复和施暴。
Ὤιμην ἐγὼ τοὺς τῶν Γαλιλαίων προστάτας ἕξειν μοι μείζονα χάριν ἢ τῷ φθάσαντι πρὸ ἐμοῦ τὴν ἀρχὴν ἐπιτροπεῦσαι. συνέβη γὰρ ἐπὶ μὲν ἐκείνου τοὺς πολλοὺς αὐτῶν καὶ φυγαδευθῆναι καὶ διωχθῆναι καὶ δεσμευθῆναι, πολλὰ δὲ ἤδη καὶ σφαγῆναι πλήθη τῶν λεγομένων αἱρετικῶν, ὡς ἐν Σαμοσάτοις καὶ Κυζίκῳ καὶ Παφλαγονίᾳ καὶ Βιθυνίᾳ καὶ Γαλατίᾳ, καὶ ἐν πολλοῖς ἄλλοις ἔθνεσιν ἄρδην ἀνατραπῆναι πορθηθείσας κώμας, ἐπ’ ἐμοῦ δὲ τοὐναντίον. οἵ τε γὰρ ἐξορισθέντες ἀφείθησαν, καὶ οἱ δημευθέντες ἀπολαμβάνειν τὰ σφέτερα ἅπαντα νόμῳ παρ’ ἡμῶν ἔλαβον. οἱ δ’ εἰς τοσοῦτον λυσσομανίας ἥκουσι καὶ ἀπονοίας, ὥστε, ὅτι μὴ τυραννεῖν ἔξεστιν αὐτοῖς μηδὲ ἅ ποτε ἔπραττον κατ’ ἀλλήλων, ἔπειτα καὶ ἡμᾶς τοὺς θεοσεβεῖς εἰργάζοντο, διατιθέναι, παροξυνόμενοι πάντα κινοῦσι λίθον1 καὶ συνταράττειν τολμῶσι τὰ πλήθη καὶ στασιάζειν, ἀσεβοῦντες μὲν εἰς τοὺς θεούς, ἀπειθοῦντες δὲ τοῖς ἡμετέροις προστάγμασι, καίπερ οὕτως οὖσι φιλανθρώποις. οὐδένα γοῦν αὐτῶν ἄκοντα πρὸς βωμοὺς ἐῶμεν ἕλκεσθαι, διαρρήδην δὲ αὐτοῖς προαγορεύομεν, εἴ τις ἑκὼν χερνίβων καὶ σπονδῶν ἡμῖν ἐθέλει κοινωνεῖν, καθάρσια προσφέρεσθαι πρῶτον καὶ τοὺς ἀποτροπαίους ἱκετεύειν θεούς. οὕτω πόρρω τυγχάνομεν τοῦ τινα τῶν δυσσεβῶν ἐθελῆσαί ποτε ἢ διανοηθῆναι τῶν παρ’ ἡμῖν εὐαγῶν μετασχεῖν θυσιῶν, πρὶν τὴν μὲν ψυχὴν ταῖς λιτανείαις πρὸς τοὺς θεούς, τὸ δὲ σῶμα τοῖς νομίμοις καθαρσίοις καθήρασθαι.
我本以为加利利人的领袖们对我所怀的感激之情,会远胜于对在我之前治理帝国的人。因为在他统治时期,他们中有许多人遭流放、被迫害、被监禁,所谓异端的大批人群甚至惨遭屠杀,正如在萨摩萨塔、库齐库斯、帕夫拉戈尼亚、比提尼亚、加拉太所发生的那样,在许多其他民族中,村落也被洗劫一空并被夷为平地;而到了我执政的时代,情况却恰恰相反。那些被流放的人获得了赦免,财产被没收的人也通过我们的法律获准收回其全部所属。然而,他们竟陷入如此狂乱与荒唐的境地,以至于因为不能再行专横专断,也不能再推行他们昔日相互倾轧、继而又加诸我们敬神者之身的行径,便在愤怒之余千方百计地煽动群众、敢于兴风作乱,对神明不敬,又违抗我们的政令——尽管这些政令是如此仁厚。至少,我们决不容许他们中的任何人违背本愿被强行拖到祭坛前,反倒明确告诫他们:若有人自愿参与我们的洗手礼和奠酒礼,须先奉上净化之物,并向避祸诸神祈求。我们远不至于曾想要或打算让任何不敬神者,在尚未通过向神明的祈祷净化灵魂、并通过合法的净礼洁净肉体之前,就参与我们这里神圣的祭祀。
Τὰ γοῦν πλήθη τὰ παρὰ τῶν λεγομένων κληρικῶν ἐξηπατημένα πρόδηλον ὅτι ταύτης ἀφαιρεθείσης στασιάζει τῆς ἀδείας. οἱ γὰρ εἰς τοῦτο τετυραννηκότες οὐκ ἀγαπῶσιν ὅτι μὴ τίνουσι δίκην2 ὑπὲρ ὧν ἔπραξαν κακῶν, ποθοῦντες δὲ τὴν προτέραν δυναστείαν, ὅτι μὴ δικάζειν ἔξεστιν αὐτοῖς καὶ γράφειν διαθήκας καὶ ἀλλοτρίους σφετερίζεσθαι κλήρους καὶ τὰ πάντα ἑαυτοῖς προσνέμειν, πάντα κινοῦσιν ἀκοσμίας κάλων καὶ, τὸ λεγόμενον, πῦρ ἐπὶ πῦρ ὀχετεύουσι καὶ τοῖς προτέροις κακοῖς μείζονα ἐπιθεῖναι τολμῶσιν, εἰς διάστασιν ἄγοντες τὰ πλήθη. ἔδοξεν οὖν μοι πᾶσι τοῖς δήμοις προαγορεῦσαι διὰ τοῦδε τοῦ διατάγματος καὶ φανερὸν καταστῆσαι, μὴ συστασιάζειν τοῖς κληρικοῖς μηδὲ ἀναπείθεσθαι παρ’ αὐτῶν λίθους αἴρειν μηδὲ ἀπιστεῖν τοῖς ἄρχουσιν, ἀλλὰ συνιέναι μὲν ἕως ἂν ἐθέλωσιν, εὔχεσθαι δὲ ἃς νομίζουσιν εὐχὰς ὑπὲρ ἑαυτῶν· εἰ δὲ ἀναπείθοιεν ὑπὲρ ἑαυτῶν στασιάζειν, μηκέτι συνᾴδειν, ἵνα μὴ δίκην δῶσι.
显而易见,受所谓教士欺骗的群众之所以作乱,正是因为这种任性妄为的特权被剥夺了。那些过去肆行专横的人并不因所犯恶行未受惩罚而知足;相反,他们留恋昔日的权势,因无法再断案裁决、立定遗嘱、侵吞他人遗产并把一切据为己有,便动用一切破坏秩序的手段,正如俗话所说‘火上浇油’,敢于将更大的祸患加诸以往的恶行之上,诱导民众陷于分裂。因此,我认为有必要通过这道诏令向所有城邦的民众发出告诫并予以澄清:不可与教士一同叛乱,不可受其怂恿而拾起石块,不可对抗官长;只要愿意,尽可聚会,并为自己做自认为合适的祈祷;但若教士怂恿民众为他们作乱,便切莫随声附和,免遭惩罚。
Ταῦτα δέ μοι παρέστη τῇ Βοστρηνῶν ἰδίᾳ προαγορεῦσαι πόλει διὰ τὸ τὸν ἐπίσκοπον Τίτον καὶ τοὺς κληρικοὺς ἐξ ὧν ἐπέδοσαν βιβλίων τοῦ μετὰ σφῶν πλήθους κατηγορηκέναι, ὡς αὐτῶν μὲν παραινούντων τῷ πλήθει μὴ στασιάζειν, ὁρμωμένου δὲ τοῦ πλήθους πρὸς ἀταξίαν. ἐν γοῦν τοῖς βιβλίοις καὶ αὐτὴν ἣν ἐτόλμησεν ἐγγράψαι τὴν φωνὴν ὑπέταξά μου τῷδε τῷ διατάγματι. Καίτοι Χριστιανῶν ὄντων ἐφαμίλλων τῷ πλήθει τῶν Ἑλλήνων, κατεχομένων δὲ τῇ ἡμετέρᾳ παραινέσει μηδένα μηδαμοῦ ἀτακτεῖν.3 ταῦτα γάρ ἐστιν ὑπὲρ ὑμῶν τοῦ ἐπισκόπου τὰ ῥήματα. ὁρᾶτε ὅπως τὴν ὑμετέραν εὐταξίαν οὐκ ἀπὸ τῆς ὑμετέρας εἶναί φησι γνώμης, οἵ γε ἄκοντες, ὥς γε εἶπε, κατέχεσθε διὰ τὰς αὐτοῦ παραινέσεις. ὡς οὖν κατήγορον ὑμῶν ἑκόντες τῆς πόλεως διώξατε, τὰ πλήθη δὲ ὁμονοεῖτε πρὸς ἀλλήλους, καὶ μηδεὶς ἐναντιούσθω μηδὲ ἀδικείτω· μήθ’ οἱ πεπλανημένοι τοῖς ὀρθῶς καὶ δικαίως τοὺς θεοὺς θεραπεύουσι κατὰ τὰ ἐξ αἰῶνος ἡμῖν παραδεδομένα, μήθ’ οἱ θεραπευταὶ τῶν θεῶν λυμαίνεσθε ταῖς οἰκίαις ἢ διαρπάζετε τῶν ἀγνοίᾳ μᾶλλον ἢ γνώμῃ πεπλανημένων. λόγῳ δὲ πείθεσθαι χρὴ καὶ διδάσκεσθαι τοὺς ἀνθρώπους, οὐ πληγαῖς οὐδὲ ὕβρεσιν οὐδὲ αἰκισμῷ τοῦ σώματος. αὖθις δὲ καὶ πολλάκις παραινῶ τοῖς ἐπὶ τὴν ἀληθῆ θεοσέβειαν ὁρμωμένοις μηδὲν ἀδικεῖν τῶν Γαλιλαίων τὰ πλήθη, μηδὲ ἐπιτίθεσθαι μηδὲ ὑβρίζειν εἰς αὐτούς. ἐλεεῖν δὲ χρὴ μᾶλλον ἢ μισεῖν τοὺς ἐν τοῖς μεγίστοις πράττοντας κακῶς· μέγιστον γὰρ τῶν καλῶν ὡς ἀληθῶς ἡ θεοσέβεια, καὶ τοὐναντίον τῶν κακῶν ἡ δυσσέβεια. συμβαίνει δὲ τοὺς ἀπὸ θεῶν ἐπὶ τοὺς νεκροὺς καὶ τὰ λείψανα μετατετραμμένους ταύτην ἀποτῖσαι τὴν ζημίαν· ὡς τοῖς μὲν ἐνεχομένοις νόσῳ τινὶ συναλγοῦμεν, τοῖς δὲ ἀπολυομένοις καὶ ἀφιεμένοις ὑπὸ τῶν θεῶν συνηδόμεθα.
而我之所以特别向博斯特拉城发出这一告诫,是因为主教提图斯和那些教士在呈交的申诉书中指控了随从他们的民众,声称是他们自己劝导民众不要作乱,反倒是民众执意走向秩序紊乱。在这些申诉书中,他竟敢写下的原话,我已经附于我这道诏令之下: ‘尽管基督徒的人数堪与希腊人的人数匹敌,却因我们的劝诫而受到约束,无人于任何地方骚乱’。 因为这就是那位主教论及你们的话。你们看,他是如何声称你们的守序并非出自你们自己的心愿,而是正如他所说,你们是在违背心愿的情况下仅凭他的劝谕才被约束住的!因此,你们当自愿将他作为你们的诬告者逐出城去;民众之间当和睦相处,任何人不可相互对抗或侵犯:迷途者不可对抗那些依据自古传下的传统正当合法敬奉神明的人;敬奉神明者亦不可毁坏或抢夺那些出于无知而非蓄意迷误之人的家园。人们理当借由言理受到说服与教导,而非诉诸殴打、侮辱或肉体的摧残。我再次且屡次告诫那些追求真正敬神的人,切不可侵犯加利利人的民众,不可袭击他们,亦不可侮辱他们。在至关紧要之事上陷于不幸的人,应当怜悯而非憎恨;因为敬神确为善事中之至大者,反之,不敬神则是恶事中之至甚者。那些背离神明而归附死人与遗骨的人,受此惩罚乃是必然;对于染上某种疾病者我们同感哀痛,而对于蒙神明解救与释放者我们则与之同乐。
Ἐδόθη τῇ τῶν Καλανδῶν Αὐγούστων ἐν Ἀντιοχείᾳ.
于八月朔日颁布于安提阿。
- 436bὥστε, ὅτι μὴ τυραννεῖν ἔξεστιν αὐτοῖς μηδὲ ἅ ποτε ἔπραττον κατ’ ἀλλήλων, ἔπειτα καὶ ἡμᾶς τοὺς θεοσεβεῖς εἰργάζοντο, διατιθέναι, παροξυνόμενοι πάντα κινοῦσι λίθον
在 ὥστε 引导的结果从句内部,骨干结构为分词与主动词 παροξυνόμενοι πάντα κινοῦσι λίθον(‘在愤恨中千方百计……’)。在分词前插入了由 ὅτι 引导的原因从句(ὅτι μὴ τυραννεῖν ἔξεστιν αὐτοῖς μηδὲ ... διατιθέναι),说明其愤恨的缘由;其中不定式 διατιθέναι 附属于 ἔξεστιν,并统辖关系从句 ἅ ποτε ἔπραττον... 作其宾语。
- 437aοὐκ ἀγαπῶσιν ὅτι μὴ τίνουσι δίκην
动词 ἀγαπάω 后接 ὅτι 从句为惯用句式,意为‘对……感到知足/满足’。与否定词 οὐκ 连用,表示‘并不满足于未受惩罚这一事实’。
- 437dΚαίτοι Χριστιανῶν ὄντων ἐφαμίλλων τῷ πλήθει τῶν Ἑλλήνων, κατεχομένων δὲ τῇ ἡμετέρᾳ παραινέσει μηδένα μηδαμοῦ ἀτακτεῖν.
此处直接摘录了主教提图斯申诉书中的原话,承接前段末尾(ἣν ἐτόλμησεν ἐγγράψαι τὴν φωνὴν ὑπέταξά μου τῷδε τῷ διατάγματι)。整句话由连词 καίτοι 引出一个属格独立结构(genitive absolute),缺乏独立的主句,作为文献片段被原样引述。随后的 ταῦτα γάρ ἐστιν... 承接并评论了该引用句。
