← 朱利安

书信集

§40.1

埃德萨教会财产的没收与骚乱制止令

尤利安皇帝针对埃德萨阿里乌斯派暴力袭击瓦伦廷派一事,讽刺性地引用基督教变卖财产的教诫没收了其教会财产,并警告城中居民停止进一步的骚乱。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§40.1

Ἐγὼ μὲν κέχρημαι τοῖς Γαλιλαίοις ἅπασιν οὕτω πρᾴως καὶ φιλανθρώπως, ὥστε μηδένα μηδαμοῦ βίαν ὑπομένειν μηδὲ εἰς ἱερὸν ἕλκεσθαι μηδ’ εἰς ἄλλο τι τοιοῦτον ἐπηρεάζεσθαι παρὰ τὴν οἰκείαν πρόθεσιν. οἱ δὲ τῆς Ἀρειανικῆς ἐκκλησίας ὑπὸ τοῦ πλούτου τρυφῶντες ἐπεχείρησαν τοῖς ἀπὸ τοῦ Οὐαλεντίνου καὶ τετολμήκασι τοιαῦτα κατὰ τὴν Ἔδεσσαν, οἷα οὐδέποτε ἐν εὐνομουμένῃ πόλει γένοιτ’ ἄν. οὐκοῦν ἐπειδὴ αὐτοῖς ὑπὸ τοῦ θαυμασιωτάτου νόμου προείρηται πωλῆσαι τὰ ὑπάρχοντα καὶ δοῦναι πτωχοῖς ἵν’ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εὐκοπώτερον πορευθῶσι, πρὸς τοῦτο συναγωνιζόμενοι τοῖς ἀνθρώποις1 αὐτῶν τὰ χρήματα τῆς Ἐδεσσηνῶν ἐκκλησίας ἅπαντα ἐκελεύσαμεν ἀναληφθῆναι δοθησόμενα τοῖς στρατιώταις, καὶ τὰ κτήματα τοῖς ἡμετέροις προστεθῆναι πριβάτοις,2 ἵνα πενόμενοι σωφρονῶσι καὶ μὴ στερηθῶσιν ἧς ἔτι ἐλπίζουσιν οὐρανίου βασιλείας.3 τοῖς οἰκοῦσι δὲ τὴν Ἔδεσσαν προαγορεύομεν ἀπέχεσθαι πάσης στάσεως καὶ φιλονεικίας, ἵνα μή, τὴν ἡμετέραν φιλανθρωπίαν κινήσαντες, καθ’ ὑμῶν αὐτῶν ὑπὲρ τῆς τῶν κοινῶν ἀταξίας δίκην τίσητε, ξίφει καὶ φυγῇ καὶ πυρὶ ζημιωθέντες.

至于我自己,对所有加利利人的待遇向来极为温和仁厚,以至于无人在任何地方遭受暴力,无人被强行拖入神庙,也无人违背自身意愿而遭受任何诸如此类的侮辱。然而,阿里乌斯教会的信徒却因财富而骄奢放肆,袭击了瓦伦廷派的信徒,并在埃德萨悍然犯下在秩序井然的城邦中绝不可能发生的暴行。因此,既然他们那最值得赞叹的律法已吩咐他们变卖一切所有分给穷人,以便更容易地进入天国,那么我们为了在这一点上成全他们,已下令将埃德萨人教会的所有钱财全部没收以发放给士兵,并将其地产并入我们的皇室私产,好使他们因受穷而学会克制,不至于被剥夺他们仍旧盼望的天国。此外,我们告诫埃德萨的居民远离一切内讧与纷争,免得你们触怒我们的宽仁,反倒因扰乱公共秩序而使自身遭受报应,受到刀剑、流放与烈火的惩处。

语法注3 条
  1. 381dπρὸς τοῦτο συναγωνιζόμενοι τοῖς ἀνθρώποις

    现在分词短语支配与格 τοῖς ἀνθρώποις(“帮助那些人”),并带有介词短语 πρὸς τοῦτο(“为了实现这一目的”)。这是皇帝带有强烈讽刺意味的修辞表达,意指自己剥夺其财产不过是在“协助”他们达成变卖财产升入天国的宗教诫命。

  2. 381dτοῖς ἡμετέροις προστεθῆναι πριβάτοις

    πριβάτοις 是源自拉丁语 privatus(指代皇帝私产 res privata 的中性复数名词 τὰ πρίβατα)的官僚借词。此处表示将不动产(κτήματα)并入帝国的皇室私库(res privata)。

  3. 425aἧς ἔτι ἐλπίζουσιν οὐρανίου βασιλείας

    此处先行词 οὐρανίου βασιλείας 被并入关系从句内部;原本作为从句动词 ἐλπίζουσιν 的直接宾语应使用宾格(ἣν οὐράνιον βασιλείαν),但受支配剥夺属格的动词 στερηθῶσιν 的影响,关系代词被吸引为属格 ἧς(格的吸引)。整句意为“不至于失去他们仍旧期盼的天国”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:40.1