← 朱利安

书信集

§36.1

禁止基督徒学者教授古典经典的敕令

罗马皇帝尤利安将真正的教养定义为言行与信念的一致,谴责不信奉传统诸神的基督徒学者借讲授异教经典谋取私利的虚伪行径,勒令其择路而行,但同时准许所有青年自由修习古代经典。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36.1

Παιδείαν ὀρθὴν εἶναι νομίζομεν οὐ τὴν ἐν τοῖς ῥήμασι καὶ τῇ γλώττῃ πραγματευομένην εὐρυθμίαν, ἀλλὰ διάθεσιν ὑγιῆ νοῦν ἐχούσης διανοίας καὶ ἀληθεῖς δόξας ὑπέρ τε ἀγαθῶν καὶ κακῶν, ἐσθλῶν τε καὶ αἰσχρῶν. ὅστις οὖν ἕτερα μὲν φρονεῖ, διδάσκει δὲ ἕτερα τοὺς πλησιάζοντας, οὗτος ἀπολελεῖφθαι τοσούτῳ δοκεῖ τῆς παιδείας, ὅσῳ καὶ τοῦ χρηστὸς ἀνὴρ εἶναι. καὶ εἰ μὲν ἐπὶ σμικροῖς εἴη τὸ διάφορον τῆς γνώμης πρὸς τὴν γλῶτταν, κακὸν μὲν οἰστὸν δὲ ὅμως ὁπωσοῦν γίνεται· εἰ δὲ ἐν τοῖς μεγίστοις ἄλλα μὲν φρονοίη τις, ἐπ’ ἐναντίον δὲ ὧν φρονεῖ διδάσκοι, πῶς οὐ τοῦτο ἐκεῖνο καπήλων ἐστίν,1 οὔτι χρηστῶν, ἀλλὰ παμπονήρων ἀνθρώπων, οἳ μάλιστα ἐπαινοῦσιν ὅσα μάλιστα φαῦλα νομίζουσιν, ἐξαπατῶντες καὶ δελεάζοντες τοῖς ἐπαίνοις εἰς οὓς μετατιθέναι τὰ σφέτερα ἐθέλουσιν, οἶμαι, κακά. πάντας μὲν οὖν χρὴ τοὺς καὶ ὁτιοῦν διδάσκειν ἐπαγγελλομένους εἶναι τὸν τρόπον ἐπιεικεῖς καὶ μὴ μαχόμενα οἷς δημοσίᾳ μεταχειρίζονται τὰ ἐν τῇ ψυχῇ φέρειν δοξάσματα, πολὺ δὲ πλέον ἁπάντων οἶμαι δεῖν εἶναι τοιούτους ὅσοι ἐπὶ λόγοις τοῖς νέοις συγγίγνονται, τῶν παλαιῶν ἐξηγηταὶ γιγνόμενοι συγγραμμάτων, εἴτε ῥήτορες εἴτε γραμματικοί, καὶ ἔτι πλέον οἱ σοφισταί. βούλονται γὰρ πρὸς τοῖς ἄλλοις οὐ λέξεων μόνον, ἠθῶν δὲ εἶναι διδάσκαλοι, καὶ κατὰ σφᾶς εἶναί φασι τὴν πολιτικὴν φιλοσοφίαν. εἰ μὲν οὖν ἀληθὲς ἢ μή, τοῦτο ἀφείσθω τὰ νῦν. ἐπαινῶν δὲ αὐτοὺς οὕτως ἐπαγγελμάτων καλῶν ὀρεγομένους ἐπαινέσαιμ’ ἂν ἔτι πλέον, εἰ μὴ ψεύδοιντο μηδ’ ἐξελέγχοιεν αὑτοὺς ἕτερα μὲν φρονοῦντας, διδάσκοντας δὲ τοὺς πλησιάζοντας ἕτερα. τί οὖν; Ὁμήρῳ μέντοι καὶ Ἡσιόδῳ καὶ Δημοσθένει καὶ Ἡροδότῳ καὶ Θουκυδίδῃ καὶ Ἰσοκράτει καὶ Λυσίᾳ θεοὶ πάσης ἡγοῦνται παιδείας. οὐχ οἱ μὲν Ἑρμοῦ σφᾶς ἱερούς, οἱ δὲ Μουσῶν ἐνόμιζον; ἄτοπον μὲν οὖν οἶμαι τοὺς ἐξηγουμένους τὰ τούτων ἀτιμάζειν τοὺς ὑπ’ αὐτῶν τιμηθέντας θεούς. οὐ μὴν ἐπειδὴ τοῦτο ἄτοπον οἶμαι, φημὶ δεῖν αὐτοὺς μεταθεμένους τοῖς νέοις συνεῖναι· δίδωμι δὲ αἵρεσιν μὴ διδάσκειν ἃ μὴ νομίζουσι σπουδαῖα, βουλομένους δὲ διδάσκειν ἔργῳ πρῶτον πείθειν τοὺς μαθητὰς ὡς οὔτε Ὅμηρος οὔτε Ἡσίοδος οὔτε τούτων τις, οὓς ἐξηγοῦνται καὶ ὧν κατεγνωκότες εἰσὶν ἀσέβειαν ἄνοιάν τε καὶ πλάνην εἰς τοὺς θεούς,2 τοιοῦτός ἐστιν. ἐπεὶ δ’ ἐξ ὧν ἐκεῖνοι γεγράφασι παρατρέφονται μισθαρνοῦντες, εἶναι ὁμολογοῦσιν αἰσχροκερδέστατοι καὶ δραχμῶν ὀλίγων ἕνεκα πάντα ὑπομένειν. ἕως μὲν οὖν τούτου πολλὰ ἦν τὰ αἴτια τοῦ μὴ φοιτᾶν εἰς τὰ ἱερά, καὶ ὁ πανταχόθεν ἐπικρεμάμενος φόβος ἐδίδου συγγνώμην ἀποκρύπτεσθαι τὰς ἀληθεστάτας ὑπὲρ τῶν θεῶν δόξας· ἐπειδὴ δὲ ἡμῖν οἱ θεοὶ τὴν ἐλευθερίαν ἔδοσαν, ἄτοπον εἶναί μοι φαίνεται διδάσκειν ἐκεῖνα τοὺς ἀνθρώπους, ὅσα μὴ νομίζουσιν εὖ ἔχειν. ἀλλ’ εἰ μὲν οἴονται σοφοὺς ὧν εἰσιν ἐξηγηταὶ καὶ ὧν ὥσπερ προφῆται κάθηνται, ζηλούντων αὐτῶν πρῶτοι τὴν εἰς τοὺς θεοὺς εὐσέβειαν· εἰ δὲ εἰς τοὺς τιμιωτάτους ὑπολαμβάνουσι πεπλανῆσθαι, βαδιζόντων εἰς τὰς τῶν Γαλιλαίων ἐκκλησίας ἐξηγησόμενοι Ματθαῖον καὶ Λουκᾶν, οἷς πεισθέντες ἱερείων ὑμεῖς ἀπέχεσθαι νομοθετεῖτε. βούλομαι ὑμῶν ἐγὼ καὶ τὰς ἀκοὰς ἐξαναγεννηθῆναι, ὡς ἂν ὑμεῖς εἴποιτε, καὶ τὴν γλῶτταν τούτων,3 ὧν ἔμοιγε εἴη μετέχειν ἀεὶ καὶ ὅστις ἐμοὶ φίλα νοεῖ τε καὶ πράττει. τοῖς μὲν καθηγεμόσι καὶ διδασκάλοις οὑτωσὶ κοινὸς κεῖται νόμος· ὁ βουλόμενος δὲ τῶν νέων φοιτᾶν οὐκ ἀποκέκλεισται. οὐδὲ γὰρ οὐδὲ εὔλογον ἀγνοοῦντας ἔτι τοὺς παῖδας, ἐφ’ ὅ τι τρέπωνται, τῆς βελτίστης ἀποκλείειν ὁδοῦ, φόβῳ δὲ καὶ ἄκοντας ἄγειν ἐπὶ τὰ πάτρια. καίτοι δίκαιον ἦν, ὥσπερ τοὺς φρενιτίζοντας, οὕτω καὶ τούτους ἄκοντας ἰᾶσθαι, πλὴν ἀλλὰ συγγνώμην ὑπάρχειν ἅπασι τῆς τοιαύτης νόσου. καὶ γὰρ, οἶμαι, διδάσκειν, ἀλλ’ οὐχὶ κολάζειν χρὴ τοὺς ἀνοήτους.

我们认为,真正的教养并不在于字句与口舌中所经营的韵律,而在于心智健全的性情,以及对善恶、美丑的真实见解。因此,凡心有所想,却对门徒施以异样教导者,其远离真正教养的程度,正如同他远离成为一位善人。如果心意与口舌的分歧仅在于微不足道之事,虽为恶事,倒也尚可容忍;但若在最重大的事情上,某人心怀此念,却教以全然相反之说,这岂不正是那种小贩的行径——绝非诚实之辈,而是穷凶极恶之徒,他们竭力吹捧自己认为最下劣之物,用虚妄的赞词欺瞒利诱他人,以便将自身的劣货转嫁给受骗之人。因此,凡以讲授任何知识自任之人,都应当人品正直,灵魂深处不得怀有与公开传授之事相冲突的信念;而我认为,那些以古代著述之阐释者身份与青年共论文章的人——无论他们是修辞学家、文法学家,还是尤甚于此的智者派,就更应如此。因为除了其他方面,他们不仅希望成为言辞的导师,还愿成为德行的师表,并且声称政治哲学归他们掌管。此言究竟是真是假,暂且搁置不论。然而,我虽然赞扬他们向往这等高尚的事业,但倘若他们不行欺瞒,不以心怀异念而施以相反教导的方式自露矛盾,我将对他们施以更甚的赞扬。那么又如何呢?对荷马、赫西俄德、德摩斯梯尼、希罗多德、修昔底德、伊索克拉底和吕西亚斯而言,诸神正是一切教养的指引者。难道他们不是有的自认为奉献给赫尔墨斯,有的自认为奉献给缪斯吗?因此我认为,阐释这些大家之作的人,却去贬损被先贤尊崇的诸神,乃是极其荒谬的。不过,尽管我认为这很荒谬,但我并未说他们必须改弦更张方能与青年往来;相反,我给予他们选择的自由:要么不传授他们认为不可取的内容;要么若欲讲授,便先以实际行动使弟子们信服——荷马、赫西俄德以及所有他们正在阐释、并曾指责其对诸神犯下不敬、愚钝和谬误罪责的古代作家,绝非如此不堪之人。既然他们依靠先贤所著书籍受薪维生,这便等于自承乃是贪图不义之财的极鄙之辈,为区区数枚德拉克马便甘愿忍受一切耻辱。过去,不涉足神殿尚有诸多托词,四面威逼的恐惧亦使掩盖对诸神的最真实信念获得了宽恕;但既然诸神赐予了我们自由,在我看来,向世人教授自己认为不端正的东西便是荒谬绝伦。如果他们认为自己所阐释、并俨然如先知般为其代言的作家们确属智者,那就让他们率先效法先贤对诸神的虔敬;但若他们认为先贤在最尊贵的存在上陷入了迷障,就让他们走到加利利人的会堂里,去讲解马太和路加吧——正是听信了他们,你们才立法禁止食用祭肉。我倒真希望你们的耳朵和舌头,如同你们所说的那样,能够“重生”而脱离这些学问——愿我以及凡与我同心同行之人,能永远享有这些古典知识。对于导师和教师,此项通用法令已经确立;但凡愿入学的年轻人,则绝不被排斥在外。因为对于尚不知何去何从的孩童,将他们拒于最完善的道路之外,或者用恐惧强迫他们违心归依祖制,是全然不合情理的。尽管如同医治狂躁病人一样,强行违其心愿对他们施以救治本属合情合理,然而对于这种病症,理应宽宥所有人。因为我认为,对无知之人应当教导,而非惩罚。

语法注3 条
  1. 422bπῶς οὐ τοῦτο ἐκεῖνο καπήλων ἐστίν

    指示代词并列结构“τοῦτο ἐκεῖνο”是希腊语的惯用表达,常用于指代众所周知的谚语、典故或典型行为(意为“这岂不正是那众所周知的……”)。随后的属格“καπήλων”为特征属格或所属属格,意为“商贩的特有行径”。

  2. 423bὧν κατεγνωκότες εἰσὶν ἀσέβειαν ἄνοιάν τε καὶ πλάνην εἰς τοὺς θεούς

    复合动词“καταγιγνώσκω”的固定句法是支配受谴责之人的属格,以及所指控罪名的事物宾格。此处关系代词“ὧν”作属格,指代被定罪指责的古希腊作者,而“ἀσέβειαν ἄνοιάν τε καὶ πλάνην”则作为指控罪名的直接宾格。

  3. 423dβούλομαι ὑμῶν ἐγὼ καὶ τὰς ἀκοὰς ἐξαναγεννηθῆναι, ὡς ἂν ὑμεῖς εἴποιτε, καὶ τὴν γλῶτταν τούτων

    动词“ἐξαναγεννηθῆναι”带有明显的讽刺意味,借用了基督教神学术语“重生”(其后特意加注“正如你们所说”)。代词属格“τούτων”(指代前文提到的希腊古典教养与诸神文化)由动词中的前缀“ἐξ-”支配,作分离属格,意在嘲讽地表示希望基督徒的耳与舌“从这些希腊古典文化中脱离、重生出去”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:36.1