- 底本
- Julian. The Works of the Emperor Julian, Vol. 2-3. Wright, Wilmer Cave, editor. London: William Heinemann; New York: The Macmillan Co., 1913-1923.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg2003.tlg013.humanitext-grc2:35.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
作者阐述了真挚的朋友无需拘泥于正式邀请,正如人们因追求美德而与古人相通一样,并恳请友人在蒂亚纳相聚,向自己展现卡帕多西亚真正的希腊人风范。
Ἆρά γε χρὴ περιμένειν κλῆσιν, καὶ τὸ ἀκλητὶ προτιμᾶν μηδαμοῦ; ἀλλ’ ὅρα μὴ χαλεπὴν ταύτην εἰσαγάγωμεν νομοθεσίαν,1 εἰ ταὐτὰ χρὴ παρὰ τῶν φίλων περιμένειν, ὅσα καὶ παρὰ τῶν ἁπλῶς καὶ ὡς ἔτυχε γνωρίμων. ἀπορήσει τις ἐνταῦθα, πῶς οὐκ ἰδόντες ἀλλήλους ἐσμὲν φίλοι; πῶς δὲ τοῖς πρὸ χιλίων ἐτῶν γεγονόσι2 καὶ ναὶ μὰ Δία δισχιλίων; ὅτι σπουδαῖοι πάντες ἦσαν καὶ τὸν τρόπον καλοί τε κἀγαθοί. ἐπιθυμοῦμεν δὲ καὶ ἡμεῖς εἶναι τοιοῦτοι, εἰ καὶ τοῦ εἶναι, τό γε εἰς ἐμέ, πάμπληθες ἀπολειπόμεθα.3 πλὴν ἀλλ’ ἥ γε ἐπιθυμία τάττει πως ἡμᾶς εἰς τὴν αὐτὴν ἐκείνοις μερίδα. καὶ τί ταῦτα ἐγὼ ληρῶ μακρότερον; εἴτε γὰρ ἄκλητον ἰέναι χρή, ἥξεις δήπουθεν· εἴτε καὶ κλῆσιν περιμένεις, ἰδού σοι καὶ παράκλησις ἥκει παρ’ ἡμῶν. ἔντυχε οὖν ἡμῖν περὶ τὰ Τύανα πρὸς Διὸς φιλίου, καὶ δεῖξον ἡμῖν ἄνδρα ἐν Καππαδόκαις καθαρῶς Ἕλληνα. τέως γὰρ τοὺς μὲν οὐ βουλομένους, ὀλίγους δέ τινας ἐθέλοντας μέν, οὐκ εἰδότας δὲ θύειν ὁρῶ.
难道真有必要等待邀请,而绝不可将不召而来视为上选吗?但请留意,若我们对朋友也必须期待与对那些泛泛偶然之交完全一样的事,我们岂不是引入了一条苛刻的法规?此时或许有人会提出疑问:“我们未曾谋面,如何能成为朋友?”然而,对那些生活在一千年前、甚至指着宙斯起誓是两千年前的人,我们又是如何成为朋友的呢?这是因为他们全都是德行卓越、品质纯善纯美之人。而我们亦渴望成为这样的人,尽管至少就我而言,距离成为这样的人还相差甚远。然而,至少这种渴望以某种方式将我们与他们归入了同一行列。不过,我为何还要更长篇大论地空谈这些呢?因为若是不召自来理所应当,您想必自会前来;若是您仍在等待邀请,请看,我们发出的召唤也已送达于您。因此,指着友爱之神宙斯起誓,请在蒂亚纳附近与我们会面,并向我们展现一位在卡帕多西亚人中纯粹正统的希腊男子。因为迄今为止,我所见到的要么是不愿献祭之人,要么是少数虽有心献祭、却不知如何献祭之人。
- 375aἀλλ’ ὅρα μὴ χαλεπὴν ταύτην εἰσαγάγωμεν νομοθεσίαν
由祈使动词 ὅρα 引导的 μή 从句(第一人称复数不定过去时虚拟式 εἰσαγάγωμεν)构成表审慎与担忧的句式,意为“留心别……/当心我们引入……”。紧随其后的 εἰ 从句作为条件状语,指出在此前提下恐将确立某种苛刻的规矩。
- 375bπῶς δὲ τοῖς πρὸ χιλίων ἐτῶν γεγονόσι
承接前句疑问句 πῶς οὐκ ἰδόντες ἀλλήλους ἐσμὲν φίλοι;,此处省略了谓语部分(如 φίλοι ἐσμέν)。与格 τοῖς ... γεγονόσι 作为表关系的与格,依附于所省略的“为……之友”结构(“对那些出生于……之人,我们又怎能作朋友呢”)。
- 375bεἰ καὶ τοῦ εἶναι, τό γε εἰς ἐμέ, πάμπληθες ἀπολειπόμεθα
冠词+不定词属格 τοῦ εἶναι 是由表示短缺与远离的动词 ἀπολειπόμεθα(“落后、相差、不及”)所支配的夺格性/分离属格。插入短语 τό γε εἰς ἐμέ 是表示限制或视角的副词性宾格(“至少就我而言”),副词 πάμπληθες 作状语修饰不及的程度之深。
