← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§54.3-55.17

感觉的一般定义与感觉器官自身知觉的疑难

德米斯蒂乌斯开启了对普遍感觉的论述,指出暂时将感觉视作承受与运动的朴素理解及后续严格规定,探讨了感觉器官为何不感觉自身的疑难及其解答,并区分了现实活动与运动或承受。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5#1

5. Διωρισμένων δὲ τούτων λέγομεν κοινῇ πρῶτον περὶ πάσης αἰσθήσεως, εἶτα οὕτω περὶ ἑκάστης ἰδίᾳ. δοκεῖ δ’ ἅπασα αἴσθησις ἐν τῷ κινεῖσθαί πως καὶ πάσχειν συμβαίνειν, χρὴ δὲ ἁπλούστερον τέως ἀκούειν τοῦ πάσχειν τε καὶ τοῦ κινεῖσθαι·1 ὕστερον γὰρ πῶς ἐπὶ τῆς αἰσθήσεως ταῦτα λέγομεν διορισθήσεται. πᾶν γὰρ τὸ ἀλλοιούμενον διὰ πάθους τινὸς καὶ κινήσεως ἀλλοιοῦται, ἡ δὲ αἴσθησις ἀλλοιουμένη δοκεῖ τὰ εἴδη τῶν αἰσθητῶν ἀναμάττεσθαι, ὥστε καὶ πάσχουσα. δείξει δὲ ὁ λόγος προϊὼν καὶ τὴν ἀλλοίωσιν ἐπ’ αὐτῆς ὅπως χρὴ λέγειν, καὶ τὸ πάσχειν ἐπ’ αὐτῆς ὅτι μὴ κυρίως· τέως δὲ ὅπερ ἔφην, ἁπλούστερον ἀκουστέον τούτων ἁπάντων τῶν ὀνομάτων. ἐπεὶ δὲ καὶ πάσχειν τὴν αἴσθησιν οἱ μὲν ὑπὸ τοῦ ὁμοίου φασίν, οἱ δὲ ὑπὸ τοῦ ἀνομοίου, ταῦτα δὲ διωρίσθη τε ἤδη ἐν τοῖς κοινοῖς λόγοις Περὶ γενέσεως καὶ φθορᾶς, ὅτι ἀμφότερά πώς ἐστιν ἀληθῆ οὐκ ἐπὶ τῆς αἰσθήσεως μόνης, ἀλλ’ ἐπὶ πάντων ὁμοίως ἃ λέγομεν πάσχειν, καὶ νῦν δὲ διορισθήσεται. ἐπειδὴ γὰρ τὸ πάσχον ὑπό τινος δυνάμει ἐστὶν οἷον τὸ ποιοῦν, πεπονθὸς μὲν ὅμοιόν ἐστι τῷ ποιοῦντι, πάσχον δὲ ἀνόμοιον. ἀλλ’ ὅπερ εἶπον, περιμένειν προϊόντα προσήκει τὸν λόγον· διοριεῖ γὰρ ταῦτα ἅπαντα ἀκριβῶς πῶς ἐπὶ τῆς αἰσθήσεως λέγεται· πρότερον δὲ ὅσα ἄν τις ἀπορήσειεν ὑπὲρ αὐτῆς ἐπεξίωμεν. Εἰ τοίνυν ἡ αἴσθησίς ἐστιν ἡ ἀντιληπτικὴ τῶν αἰσθητῶν, ἔστι δὲ καὶ τῶν αἰσθητηρίων ἕκαστον αἰσθητόν (σῶμα γὰρ ἕκαστον καὶ ἐκ τῶν στοιχείων, οἷον ὀφθαλμὸς καὶ γλῶττα καὶ οὖς)· διὰ τί οὐχὶ καὶ τῶν αἰσθητηρίων αὐτῶν ἡ αἴσθησις ἀντιλαμβάνεται, ὡς καὶ μηδενὸς ἔξωθεν παρόντος ὑπὸ τῶν αἰσθητηρίων κινεῖσθαι;2 πῶς οὖν οὐχ ὁρῶμεν τοὺς ὀφθαλμούς, ἢ τὰ χρώματα τῶν ὀφθαλμῶν, ἀλλὰ τοῖς ὀφθαλμοῖς τὰ ἄλλα; καὶ πῶς οὐχ ἁπτόμεθα τῆς σαρκὸς καὶ τῆς περὶ τὴν σάρκα θερμότητος, ἀλλὰ τῇ σαρκὶ τῶν ἄλλων; δῆλον οὖν ὅτι τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις συνείληπται ἐν τοῖς ὀργάνοις καὶ δυνάμει ἐστὶν ἑκάτερον, οὐκ ἐνεργείᾳ. καθάπερ οὖν τὸ καυστὸν οὐ κάεται ὑφ’ ἑαυτοῦ, ἀλλ’ ὑφ’ ἑτέρου τοῦ καυστικοῦ (ἔκαε γὰρ ἂν ἑαυτὰ δήπου τὰ ξύλα, νῦν δὲ δεῖται πυρός), οὕτω καὶ τὸ αἰσθητικὸν οὐχ οἷόν τε, καθ’ ἣν ἔχει δύναμιν, ἐνεργῆσαι μὴ κινοῦντος αὐτὴν τοῦ αἰσθητοῦ, κινεῖ δὲ ὅταν ἔξωθεν ᾖ καὶ μὴ συνειλημμένον καὶ ὥσπερ ἕν· οὐδὲ γὰρ ἡ σφύρα αὐτάρκης κινῆσαι τὴν τέχνην οὐδὲ τὸ τρύπανον οὐδὲ ὁ πρίων, ἂν μὴ τὸ μέλλον πρίεσθαι ἢ μέλλον τρυπᾶσθαι ἔξωθεν ᾖ. δοκεῖ δέ μοι ταύτην μὴ ἁπλῶς κινεῖν τὴν ἀπορίαν Ἀριστοτέλης, ἀλλ’ ὡς καθαπτομένην μάλιστα τῶν καὶ χωρισθεῖσαν τὴν ψυχὴν τοῦ σώματος αἰσθητικὴν εἶναι λεγόντων. εἰ γὰρ οἷά τε καὶ χωρὶς τῶν ὀργάνων αἰσθάνεσθαι, διὰ τί οὐχὶ καὶ αὐτῶν αἰσθάνεται τῶν ὀργάνων; Ἐπεὶ οὖν τὸ αἰσθάνεσθαι λέγομεν διχῶς (καὶ γὰρ τὸν καθεύδοντα ἀκούειν καὶ ὁρᾶν λέγομεν ἀλλὰ δυνάμει, καὶ τὸν ἀκούοντα ἤδη καὶ ὁρῶντα ἀλλ’ ἐνεργείᾳ), διχῶς ἂν λέγοιτο καὶ ἡ αἴσθησις καὶ τὸ αἰσθάνεσθαι, τὸ μὲν δυνάμει, τὸ δὲ ἐνεργείᾳ. ἔστι δὲ τὸ ἐνεργεῖν καὶ τὸ κινεῖσθαι οὐχὶ τὸ αὐτό, ἀλλ’ οὐδὲ τὸ ἐνεργεῖν ταὐτὸν καὶ τὸ πάσχειν, ἀλλ’ εἴ τι μὲν κινεῖται, πάντως καὶ ἐνεργεῖ, τὸ δὲ ἐνεργοῦν οὐ πάντως κινεῖται, ἀλλ’ ὃ τὰ γένη πέπονθε πρὸς τὰ εἴδη, τοῦτο πάσχει καὶ ἡ ἐνέργεια πρὸς τὴν κίνησιν·3 τῆς γὰρ ἐνεργείας ἡ μέν τις αἰεὶ τελεία καὶ ἐν ὁτῳοῦν μέρει τοῦ χρόνου καθ’ ὃν γίνεται ἡ αὐτή, ἡ δὲ ἀτελὴς καὶ ἀεὶ ἄλλη· ἡ δὲ κίνησις οὐκ ἦν ἡ τέλειος ἐνέργεια, καθάπερ εἴρηται πρότερον, ἀλλ’ ἡ ἀτελής. πάσχει δ’ αἰεὶ τὰ δυνάμει τοιαῦτα ὑπὸ τῶν ἐνεργείᾳ τοιούτων, διὸ ἔστι μὲν ὡς ὑπὸ τοῦ ὁμοίου, ἔστι δὲ ὡς ὑπὸ τοῦ ἀνομοίου. πάσχει μὲν γὰρ τὸ ἀνόμοιον, πεπονθὸς δὲ ὅμοιον γίνεται. Τοῦτό τε οὖν διαιρετέον, ὅτι οὐ ταὐτὸν τὸ ἐνεργεῖν καὶ τὸ κινεῖσθαι, οὐδὲ δὴ τὸ ἐνεργεῖν καὶ τὸ πάσχειν, καὶ ἔτι πρὸς τούτῳ καθόλου περὶ δυνάμεως καὶ ἐντελεχείας, ὅτι οὐχ ἁπλῶς λέγεται.

5. 在规定了这些事情之后,我们首先就一切感觉普遍地进行讨论,然后照此就每一种感觉分别地进行讨论。一切感觉似乎都在某种程度上处于被推动和承受之中,但眼下应当更朴素地理解承受和被推动;因为这些说法在感觉上如何运用,稍后将会加以规定。因为凡发生质变者,皆因某种受动与运动而发生质变,而感觉在发生质变时,似乎印下了可感觉对象的诸形式,从而也是承受着的。随着讨论的展开,论证将会表明在它之上应当如何言说质变,以及在它之上的承受并非严格意义上的;但眼下正像我所说的那样,应当更朴素地领会所有这些名称。由于有人说感觉承受来自相似者,有人则说来自不相似者,而这些事情在《论生成与消灭》的通论中已被规定,即两者在某种意义上都是真实的,不仅对于感觉如此,对于我们所说的承受的一切事物亦同样如此,现在也同样将予以规定。因为由某物承受的事物,在潜能上乃是施动者那样的事物,所以在承受之后它与施动者相似,但在承受之时则是不相似的。然而正如我所说,理应等待论证的逐步展开;因为论证将准确规定所有这些在感觉上如何言说;但在此之前,让我们先探讨人们关于它可能提出的一切疑难。那么,如果感觉是把握可感觉对象的,而各个感觉器官本身也是可感觉的(因为每一个都是物体且由诸元素构成,例如眼睛、舌头和耳朵);为什么感觉不把握感觉器官本身,从而即使在没有任何外在事物在场时也由感觉器官推动呢?那么,为什么我们看不到眼睛或眼睛的颜色,而是用眼睛看到其他事物?为什么我们触碰不到肉以及围绕肉的温热,而是用肉触碰其他事物?显然,可感觉对象与感觉在诸器官中结合在一起,两者皆处于潜能中,而非处于现实中。正如可燃物不会被自身燃烧,而是被能燃烧的另一物燃烧(因为木头本该燃烧自身,但现在却需要火),同样,具有感觉能力的事物,按照它所拥有的能力,在可感觉对象不推动它时便不能现实活动,而可感觉对象是在处于外在、且未结合在一起并犹如一体时才推动;因为铁锤、钻子或锯子,除非将要被锯或将要被钻的事物处于外在,否则皆不足以推动技艺。在我看来,亚里士多德提出这个疑难并非泛泛而谈,而是特别针对那些主张灵魂即使脱离身体也具有感觉能力的人。因为如果脱离诸器官也能够感觉,为什么它不感觉那些器官本身呢?既然我们在两种意义上言说“感觉”(因为我们说睡眠者听见和看见,但处于潜能中,而已在听和在看的人亦如此,但处于现实中),那么感觉和进行感觉亦当在两种意义上被言说,一者处于潜能中,另一者处于现实中。而处于现实活动与被推动并不是同一回事,甚至处于现实活动与承受也不是同一回事,而是:若某物被推动,它必定也在活动,但活动着的事物并不必然被推动,属对种所具有的关系,现实活动对运动亦具有相同的关系;因为现实活动中,有一种始终是完全的,并在其发生的任何时间部分中皆是同一的,另一种则是不完全的且始终相异;正如先前所说,运动并非完全的现实活动,而是不完全的。而处于潜能的这类事物,始终由处于现实的这类事物使其承受,因此,在某种意义上承受来自相似者,在某种意义上承受来自不相似者。因为承受的是不相似者,但在承受之后则变成相似者。因此应当作出这一区分:处于现实活动与被推动并非同一,处于现实活动与承受亦非同一,此外关于潜能与完全现实,应当普遍地认识到它们并非在单一意义上被言说。

语法注3 条
  1. 2.5χρὴ δὲ ἁπλούστερον τέως ἀκούειν τοῦ πάσχειν τε καὶ τοῦ κινεῖσθαι

    动词 ἀκούειν 支配属格 τοῦ πάσχειν τε καὶ τοῦ κινεῖσθαι,表示“将(词语等)理解为/领会为……”的用法。比较级副词 ἁπλούστερον(更朴素地、宽泛地)修饰理解的方式。

  2. 2.5ὡς καὶ μηδενὸς ἔξωθεν παρόντος ὑπὸ τῶν αἰσθητηρίων κινεῖσθαι

    连词 ὡς 引导不定式 κινεῖσθαι 表示结果(相当于 ὥστε)。在该结果小句内部,独立属格 μηδενὸς ἔξωθεν παρόντος(“即使没有任何外在事物在场”)以条件含义嵌套其中。

  3. 2.5ὃ τὰ γένη πέπονθε πρὸς τὰ εἴδη, τοῦτο πάσχει καὶ ἡ ἐνέργεια πρὸς τὴν κίνησιν

    由关系代词 ὅ 与指示代词 τοῦτο 构成的关联句式。动词 πάσχειν 连同介词短语 πρός τι 表示“对……处于某种状态/具有某种关系”,以此表达属对种所具关系与现实活动对运动所具关系的对应类比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:54.3-55.17