← 狄米斯提乌斯

亚里士多德《论灵魂》释义

§52.19-54.2

食物对立与相似的调和及营养的功能

德米斯提厄通过区分未消化的食物与已消化的食物,调和了食物由对立者滋养还是由同类者滋养的争论,阐明了食物的三种功能(滋养、促长、生殖)以及营养过程中的三个环节(施滋养者、受滋养者、食物),并论述了生得的热作为工具的作用。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.4#3

οὕτω μὲν οὖν ὁ ἐξ ἐναντίων, ὁ δὲ ἐκ τῶν ὁμοίων ἰσχυρίζεται τῇ προσκρίσει· προσκρίνεσθαι γὰρ οὐ τὸ ἐναντίον τῷ ἐναντίῳ, ἀλλὰ τὸ ὅμοιον τῷ ὁμοίῳ. ἃ μὲν οὖν ἑκάτεροι λέγουσι, ταῦτά ἐστιν· ἡμᾶς δὲ ὥσπερ διαιτῶντας αὐτοῖς ἄξιον προσανέρεσθαι, τί λέγουσι τὴν τροφήν; πότερον τὸ τελευταῖον προσκρινόμενον τῷ σώματι, ἢ τὸ πρῶτον, οἷον πότερον τὸν ἄρτον ἢ τὸ αἷμα; ὁ μὲν γὰρ ἄρτος ἡ πρώτη τροφή, τὸ δὲ αἷμα ἡ ἐσχάτη. δῆλον οὖν ὡς οἱ μὲν τὸ οἱ δὲ τὸ ἐροῦσιν· ἡμεῖς δὲ ἀμφότερα κατά τινα τρόπον· τὴν μὲν γὰρ ἄπεπτον τροφὴν τὴν δὲ πεπεμμένην. οὕτω δὲ ἀμφοτέρους ἐνδέχοιτο ἂν λέγειν ὀρθῶς· ᾗ μὲν γὰρ ἄπεπτος, ὡς ἐναντίον ἂν εἴη τροφὴ τῶν ἐναντίων, ᾗ δὲ πεπεμμένη, ὡς τὸ ὅμοιον. ὥσπερ οὖν ἐξ ἡμισείας ἑκάτεροι καὶ ψεύδονται καὶ ἀληθεύουσιν, ἀληθεύει δὲ ὁ ἄμφω συνάγων. Εἰ δὲ οὐδὲν τρέφεται μὴ μετέχον ζωῆς, τὸ ἔμψυχον ἂν εἴη σῶμα τὸ τρεφόμενον, ᾗ ἔμψυχον, καὶ οὐχ ᾗ λευκὸν οὐδὲ μέλαν, ὥστε καὶ ἡ τροφὴ πρὸς τὸ ἔμψυχόν ἐστι, καὶ οὐ πρὸς τὰ συμβεβηκότα τῷ τοιούτῳ σώματι. ἔστι δὲ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι,1 καὶ τῷ μὲν ὑποκειμένῳ ταὐτόν, τῷ λόγῳ δὲ διενήνοχε· τρέφει μὲν γὰρ καθὸ τὴν οὐσίαν διαφυλάττει, αὔξει δὲ καθὸ τῷ ποσῷ προστίθησιν. οὐκ ἀεὶ δὲ ἄμφω ταῦτα συνάπτεται, ἀλλ’ ἐνίοτε τρέφει μὲν αὔξει δ’ οὔ· τοῦ μὲν γὰρ τρέφεσθαι δεῖται, ἕως ἂν ᾖ τὸ ἔμψυχον σῶμα, τοῦ αὔξεσθαι δὲ οὐκ ἀεί. ᾗ μὲν οὖν τόδε τί ἐστιν, οἷον ἵππος ἢ ἄνθρωπος, τοῦ τρέφεσθαι δεῖται, ᾗ δὲ πῶλος καὶ μειράκιον, καὶ τοῦ αὔξεσθαι· ὅταν δὲ ἤδη εἰς ἀκμὴν ἔλθῃ τὸ ἔμψυχον σῶμα, τοῦ μὲν αὔξειν παύεται ἡ τροφή, τοῦ τρέφειν δὲ οὐδαμῶς, ἀλλ’ ἤδη ποιεῖ καὶ γεννητικόν [τοῦ ὁμοίου γάρ]·2 τὸ γὰρ σπέρμα περίττωμα ἦν τῆς ἐσχάτης τροφῆς. γίνεται οὖν τηνικαῦτα καὶ γενέσεως αἰτία τροφή, γενέσεως δὲ οὐ τοῦ τρεφομένου (τοῦτο γὰρ ἔστιν), ἀλλὰ τοῦ ἐξ αὐτοῦ γεννωμένου. τριῶν οὖν ἔργων τῆς τροφῆς ὄντων, τοῦ τρέφειν τοῦ αὔξειν τοῦ γεννᾶν, τὸ πρῶτόν ἐστι τὸ ἀναγκαιότατον τῷ ζῶντι σώματι· πρὸς γὰρ τὸ εἶναι αὐτῷ συντελεῖ καὶ πρὸς τὴν οὐσίαν· τὰ δὲ πρὸς τὸ ποσὸν εἶναι ἢ ποιητικὸν ἄλλου ὁμοίου. ὀρέγεται γοῦν ἡ δύναμις αὕτη τοῦ θείου καὶ μιμεῖται ἐκεῖνο, ὡς ἐνδέχεται, σώζουσά γε τὸ ὑποκείμενον καὶ συνείρουσα τὴν γένεσιν. διὸ στερηθὲν τροφῆς τὸ ζῶον οὐ δύναται εἶναι· οὐ γὰρ οἵα τε ἐνεργεῖν ἡ σώζουσα αὐτὸ δύναμις χωρὶς τῆς ὕλης. τρία δέ ἐστιν οὐ μόνον ἔργα ταύτης τῆς δυνάμεως, ἀλλὰ καὶ ἁπλῶς τρία, ἃ περὶ αὐτὴν θεωρεῖται· τὸ γὰρ τρεφόμενόν ἐστι καὶ ᾧ τρέφεται καὶ τὸ τρέφον. τὸ μὲν οὖν τρέφον ἐστὶν ἡ πρώτη ψυχή, λέγω δὲ πρώτην τὴν θρεπτικήν, τὸ δὲ τρεφόμενον τὸ ἔμψυχον σῶμα καὶ τὸ ταύτην ἔχον τὴν ψυχήν, ᾧ δὲ τρέφεται, τοῦτ’ ἔστιν ἡ τροφή· ὥστε ἀνάγκη τὰ τρία ὑπάρχειν εἰς σύστασιν τοῦ γεννητικοῦ ζώου. εἴτε δὲ γεννητικὸν λέγεις τὸ τοιοῦτον ζῶον, εἴτε θρεπτικόν, οὐ λίαν τῷ λόγῳ διοίσει, πλὴν ὅσον γε ἀπὸ τοῦ τέλους μᾶλλον ἅπαντα προσαγορεύειν δίκαιον, τέλος δὲ τὸ γεννῆσαι οἷον αὐτό, ὥστε καὶ τὴν τοιαύτην ψυχὴν γεννητικὴν ἂν δικαιότερον καλοίημεν τοῦ ὁμοίου ἢ φυλακτικὴν τοῦ ὄντος· τέλος γὰρ ἐκεῖνο, καὶ οὗ χάριν καὶ τὸ φυλάττειν.3 ἔστι δὲ δύο οἷς χρῆται ἡ ψυχὴ πρὸς τὸ τρέφειν τὸ ἔμψυχον σῶμα, τῇ τε δυνάμει τῇ θρεπτικῇ καὶ τῷ θερμῷ τῷ ἐμφύτῳ, ἀλλὰ τῇ μὲν ἑαυτῇ συμφυεῖ, τῷ δὲ ὥσπερ ἔξωθεν ὑποβεβλημένῳ ὀργάνῳ, καθάπερ ἂν καὶ τὸν κυβερνήτην εἴποις χρῆσθαι πρὸς τὸ κινεῖν τὴν ναῦν τῇ τε χειρὶ καὶ τῷ πηδαλίῳ, ἀλλὰ τῇ μὲν συμφυεῖ, τῷ δ’ ἔξωθεν κεχωρισμένῳ. ἡ μὲν οὖν δύναμις ἀκίνητος οὖσα κινεῖ μόνον, τὸ θερμὸν δὲ κινεῖται μὲν ὑπὸ τῆς δυνάμεως, κινεῖ δὲ τὴν τροφήν, ἡ τροφὴ δὲ αὖθις κινεῖται μόνον ὥσπερ τὸ πλοῖον. πᾶσαν δὲ ἀναγκαῖον τροφὴν δύνασθαι πέσσεσθαι· ἡ γὰρ μὴ τοῦτο πάσχειν δυναμένη οὐδὲ τροφή. ἐργάζεται δὲ τὴν πέψιν τὸ ἔμφυτον θερμόν, διὸ πᾶν ἔμψυχον ἔχει τοιαύτην θερμότητα. τύπῳ μὲν οὖν ἡ τροφὴ τί ἐστιν εἴρηται· διασαφητέον δέ ἐστιν ὕστερον περὶ αὐτῆς ἐν τοῖς οἰκείοις λόγοις. νῦν δὲ τοσοῦτον ἔστω δῆλον, ὅτι ἔστιν ἡ θρεπτικὴ δύναμις τῆς ψυχῆς σωστικὴ τοῦ ἔχοντος αὐτὴν διὰ τῆς οἰκείας ἐνεργείας παρουσίᾳ τροφῆς, ἡ πρώτη δύναμις τῆς ψυχῆς γεννητικὴ τοῦ ὁμοίου τῷ ἔχοντι.

因此,主张由对立者[滋养]的人如此坚决捍卫,而主张由同类者[滋养]的人则以附着同化为根据加以主张;因为被结合吸收的并非对立者之于对立者,而是同类者之于同类者。双方所说的固然就是这些;但我们仿佛作为他们的仲裁者,值得进一步追问他们所谓的食物究竟是指什么:究竟是指最后结合于身体之物,还是最先之物,例如是指面包还是指血液?因为面包是最先的食物,而血液是最终的食物。因此显而易见,一部分人会说是前者,另一部分人会说是后者;但我们在某种方式上主张两者皆是;因为一种是未消化的食物,另一种是已消化的食物。如此一来,便可以承认双方的说法皆有合理之处;因为就其未消化而言,作为对立者它将是对立者的食物,而就其已消化而言,它则是作为同类者。因此,双方可谓各自有一半是错误的、一半是正确的,而把两者结合起来的人所说的才是真理。 如果没有任何不分有生命之物能被滋养,那么受滋养的就应当是具有灵魂的身体,就其具有灵魂而言,而非就其为白或为黑而言;因此食物也是关涉具有灵魂之物的,而非关涉此类身体的偶性。而对于食物而言的“是”与对于促进生长之物而言的“是”乃是不同的,虽然在底层基质上是同一的,但在定义上却有所差异;因为就其维持实体而言它是在滋养,就其增加数量而言它是在使之生长。但这两者并非始终结合在一起,而是有时它只滋养却不使之生长;因为只要具有灵魂的身体存在,它就需要被滋养,但却不需要始终生长。因此,就其为“这个”(个体实体)而言(如马或人),它需要被滋养;就其为驹或青年而言,它还需要生长;然而当具有灵魂的身体已经达到全盛期(成熟期)时,食物便停止使之生长,但绝不停止滋养,而是此时已使之能够生殖[因为是生殖同类者];因为精气乃是最终食物的残余物。因此在此时,食物也成为了生成的因,但并非受滋养者自身的生成的因(因为受滋养者已经存在),而是由其所产生之物的因。因此,在食物的三种功能——滋养、促长、生殖——之中,第一种对于活的身体而言是最为必然的;因为这有助于它的存在及其本质实体;而其余的功能则是有助于具有一定数量,或是能够产生另一个同类者。无论如何,这一能力热望神圣之物并尽可能地摹仿它,维持着基底并使生成得以延续接续。因此,被剥夺了食物的动物便无法存在;因为维持它的能力在没有质料的情况下是无法产生现实活动的。而且不仅这一能力的功能有三,而且就关于它所考察的项而言单纯也有三:即受滋养者、凭之受滋养者、以及施滋养者。施滋养者乃是最初的灵魂,我所谓的最初是指营养性的灵魂;受滋养者则是具有灵魂的身体,即拥有这灵魂者;而凭之受滋养者便是食物;因此为了生殖性动物的构成,这三者必须同时具备。无论你将这种动物称为生殖性的还是营养性的,在本质定义上并没有太大差异,除了凡事从终极目的出发来称呼更为合理这一限度之外;而目的是产生像自身一样的存在,因此我们称这种灵魂为同类者的生殖者,比称之为现存者的维系者更为公正;因为前者才是目的,维系也是为了那个目的的缘故。并且灵魂在滋养具有灵魂的身体时所使用的有二:即营养能力与生得的热,但前者是与自身同质同生的,后者则是犹如从外部被提供的工具,正如同你也可以说舵手使用手和船舵两者来操纵船只,但手是生来相合的,船舵则是从外部独立分离的。能力自身不动,仅作推动;热由能力推动,进而推动食物;而食物则又如船只一般仅仅被推动。所有食物都必然能够被消化;因为不能遭受这种作用的甚至连食物都不是。生得的热完成了消化,因此凡具有灵魂之物皆具有这种热。至此,食物是什么已在轮廓上被说明;关于它的详细阐明必须在后文适当的论述中进行。现在只要这一点明确即可:灵魂的营养能力是通过其固有的现实活动在食物在场时维持拥有它者的能力,灵魂的首要能力是为拥有它者生殖同类者的能力。

语法注3 条
  1. 2.4ἔστι δὲ ἕτερον τροφῇ καὶ αὐξητικῷ εἶναι

    带与格(τροφῇ 与 αὐξητικῷ)的“εἶναι+与格”结构是亚里士多德哲学中表达本质定义的典型程式(“对……而言的‘是’”),在此意为“食物的本质定义与促进生长者的本质定义是不同的”。

  2. 2.4ἀλλ’ ἤδη ποιεῖ καὶ γεννητικόν [τοῦ ὁμοίου γάρ]

    主语承前文为“食物”(ἡ τροφή),动词 ποιεῖ 的宾语在语境中省略了受滋养的身体(“使身体能够进行生殖”)。括号中的 [τοῦ ὁμοίου γάρ] 为解释性的插入短语,用以说明依存于 γεννητικόν 的宾格性属格 τοῦ ὁμοίου。

  3. 2.4καὶ οὗ χάριν καὶ τὸ φυλάττειν

    省略结构,承接前文的 τέλος γὰρ ἐκεῖνο 并补出系动词 ἐστί。关系代词 οὗ 指向前句的 ἐκεῖνο(生殖),表示目的关系:“因为维系(τὸ φυλάττειν)也是为了那个目的(οὗ χάριν)”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg2001.tlg040.humanitext-grc1:52.19-54.2