- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 8. Menge, Heinrich, editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg016.humanitext-grc1:8.2#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章节对椭圆和双曲线情况下的轨迹进行了合成,利用合成比证明其构成指定的圆锥曲线,随后返回到最初的等比情况(抛物线),并给出了该轨迹的证明与合成。
καὶ πεποιήσθω, ὡς ἡ ΥΣ πρὸς τὴν ΣΤ, οὕτως ἡ ΑΒ πρὸς τὴν ΒΗ, πεποιήσθω δὲ καί, ὡς ἡ ΡΤ πρὸς τὴν ΤΣ, οὕτως ἡ ΑΘ πρὸς τὴν ΘΒ, καὶ γεγράφθω περὶ ἄξονα τον ΘΗ ἐπὶ μὲν τῆς πρώτης πτώσεως ἔλλειψις, ἐπὶ δὲ τῆς δευτέρας ὑπερβολή, ὥστε, οἷον ἐὰν ἐπ’ αὐτῆς ληφθῇ σημεῖον ὡς τὸ Γ, καὶ κάθετος ἀχθῇ ἡ ΓΔ, λόγον εἶναι τοῦ ὑπὸ τῶν ΘΔΗ πρὸς τὸ ἀπὸ ΔΓ τὸν συνημμένον ἔκ τε τοῦ, ὃν ἔχει ἡ ΤΣ πρὸς ΣΥ, καὶ ἐξ οὗ1 ὃν ἔχει ἡ ΤΣ πρὸς ΣΡ, καὶ ἐξ οὗ ὃν ἔχει ὁ δοθεὶς λόγος, ὅς ἐστιν ὁ τοῦ ἀπὸ ΡΤ πρὸς τὸ ἀπὸ ΤΣ, καὶ ἤχθω ὀρθὴ ἡ ΒΚ. λέγω, ὅτι ἡ ΘΚ ποιεῖ τὸ ἐπίταγμα. ἤχθω γὰρ κάθετος ἡ ΓΔ, καὶ πεποιήσθω, ὡς μὲν ἡ ΑΒ πρὸς τὴν ΒΗ, οὕτως ἡ ΖΒ πρὸς τὴν ΒΔ, ὡς δὲ ἡ ΑΘ πρὸς τὴν ΘΒ, οὕτως ἡ ΕΔ πρὸς τὴν ΔΒ· ὥστε ἔσται ὁ μὲν τῆς ΔΗ πρὸς τὴν ΑΖ λόγος ὁ αὐτὸς τῷ τῆς ΗΒ πρὸς τὴν ΒΑ, τουτέστιν τῷ τῆς ΤΣ πρὸς ΣΥ, ὁ δὲ τῆς ΘΔ πρὸς ΑΕ λόγος ὁ αὐτός ἐστιν τῷ τῆς ΤΣ πρὸς ΣΡ· τὸ αὐτὸ γὰρ ἐν τῇ ἀναλύσει ἀπεδείχθη· ὥστε τοῦ ὑπὸ ΘΔΗ πρὸς τὸ ὑπὸ ΖΑΕ λόγος συνῆπται ἐξ οὗ ὃν ἔχει ἡ ΤΣ πρὸς ΣΥ καὶ ἡ ΤΣ πρὸς ΣΡ. ἀλλ’ ἐπεὶ τὸ ὑπὸ ΘΔΗ πρὸς τὸ ἀπὸ ΔΓ τὸν συνημμένον ἔχει λόγον ἐξ οὗ ὃν ἔχει ἡ ΤΣ πρὸς ΣΥ καὶ ἡ ΤΣ πρὸς ΣΡ, καὶ ἔτι ὁ δοθεὶς λόγος ὁ τοῦ ἀπὸ ΡΤ πρὸς τὸ ἀπὸ ΤΣ, καὶ τὸ ὑπὸ ΘΔΗ πρὸς τὸ ἀπὸ ΔΓ συνῆπται ἐξ οὗ ὃν ἔχει τὸ ὑπὸ ΘΔΗ πρὸς τὸ ὑπὸ ΖΑΕ καὶ τὸ ὑπὸ ΖΑΕ πρὸς τὸ ἀπὸ ΔΓ, καί ἐστιν ὁ τοῦ ὑπὸ τῶν ΘΔΗ πρὸς τὸ ὑπὸ ΖΑΕ λόγος ὁ αὐτὸς τῷ συνημμένῳ ἐξ οὗ ὃν ἔχει ἡ ΤΣ πρὸς ΣΥ καὶ ἡ ΤΣ πρὸς ΣΡ, λοιπὸς ἄρα τοῦ ὑπὸ ΖΑΕ πρὸς τὸ ἀπὸ ΔΓ λόγος ὁ αὐτός ἐστιν τῷ τοῦ ἀπὸ ΡΤ πρὸς τὸ ἀπὸ ΤΣ, τουτέστι τῷ τοῦ ἀπὸ ΕΔ πρὸς τὸ ἀπὸ ΔΒ. καὶ πάντα πρὸς πάντα·2 ὡς ἄρα τὸ ἀπὸ ΑΔ πρὸς τὰ ἀπὸ ΓΔ, ΔΒ, οὕτως ἐστὶν τὸ ἀπὸ ΡΤ πρὸς τὸ ἀπὸ ΤΣ, τουτέστιν ὁ δοθεὶς λόγος· ὥστε τὸ ΘΚ μέρος τῆς τομῆς ποιεῖ τὸν τόπον. Τούτων οὕτως ἐχόντων ἐλευσόμεθα ἐπὶ τὸ ἐξ ἀρχῆς. ἔστω θέσει εὐθεῖα ἡ ΑΒ καὶ δοθὲν τὸ Γ ἐν τῷ αὐτῷ ἐπιπέδῳ, καὶ διήχθω ἡ ΔΓ καὶ κάθετος ἡ ΔΕ, λόγος δὲ ἔστω τῆς ΓΔ πρὸς ΔΕ. λέγω, ὅτι τὸ Δ ἅπτεται κώνου τομῆς, καὶ ἐὰν μὲν ὁ λόγος ᾖ ἴσος πρὸς ἴσον, παραβολῆς, ἐὰν δὲ ἐλάσσων πρὸς μείζονα, ἐλλείψεως, ἐὰν δὲ μείζων πρὸς ἐλάσσονα, ὑπερβολῆς. ἔστω πρότερον ὁ λόγος ἴσος πρὸς ἴσον, τουτέστιν ἔστω πρότερον ἴση ἡ ΓΔ τῇ ΔΕ. δεῖξαι, ὅτι τὸ Δ ἅπτεται παραβολῆς. ἤχθω κάθετος ἡ ΓΖ· θέσει ἄρα ἐστί· τῇ δὲ ΑΒ παράλληλος ἡ ΔΗ. καὶ ἐπεὶ τὸ ἀπὸ ΕΔ ἴσον τῷ ἀπὸ ΔΓ, ἴση δὲ ἡ μὲν ΕΔ τῇ ΖΗ, το δὲ ἀπὸ ΔΓ ἴσον τοῖς ἀπὸ ΔΗ, ΗΓ, τὸ ἄρα ἀπὸ ΖΗ ἴσον ἐστὶ τοῖς ἀπὸ ΔΗ, ΗΓ. καὶ ἔστιν θέσει ἡ ΖΓ, καὶ δύο δοθέντα τὰ Ζ, Γ· τὸ Δ ἄρα ἅπτεται παραβολῆς· τοῦτο γὰρ προδέδεικται. συντεθήσεται δὴ οὕτως· ἔστω ἡ τῇ θέσει ἡ ΑΒ, τὸ δὲ δοθὲν τὸ Γ, καὶ ἤχθω κάθετος ἡ ΓΖ, καὶ θέσει οὔσης τῆς ΓΖ καὶ δύο δοθέντων τῶν Ζ, Γ εὑρήσθω παραβολὴ ἡ ΔΘ, ὥστε, οἷον ἐὰν ληφθῇ σημεῖον ὡς τὸ Δ, ἀχθῇ δὲ κάθετος ἡ ΔΗ, ἴσον ἐστὶν τὸ ἀπὸ ΖΗ τοῖς ἀπὸ ΔΗ, ΗΓ. λέγω, ὅτι ἡ ΔΘ γραμμὴ τὸν τόπον ποιεῖ, τουτέστιν ὅτι, οἵα τις ἐὰν διαχθῇ ὡς ἡ ΓΔ καὶ κάθετος ἡ ΔΕ, ἴση ἐστὶν ἡ ΓΔ τῇ ΔΕ. ἤχθω κάθετος ἡ ΔΗ· διὰ ἄρα τῆς παραβολῆς ἴσον ἐστὶν τὸ ἀπὸ ΖΗ τοῖς ἀπὸ ΔΗ, ΗΓ. καί ἐστιν τῇ μὲν ΖΗ ἴση ἡ ΕΔ, τοῖς δὲ ἀπὸ ΔΗ, ΗΓ ἴσον τὸ ἀπὸ ΔΓ· τὸ ἄρα ἀπὸ ΔΓ ἴσον ἐστὶν τῷ ἀπὸ ΔΕ. ἴση ἄρα ἐστὶν ἡ ΓΔ τῇ ΔΕ· ἡ ἄρα ΔΘ γραμμὴ ποιεῖ τὸν τόπον.
并且使ΥΣ对ΣΤ之比,如ΑΒ对ΒΗ之比,并使ΡΤ对ΤΣ之比,如ΑΘ对ΘΒ之比,且以轴ΘΗ作图,在第一种情况下为椭圆,在第二种情况下为双曲线,使得,比如若在其上取任意点如Γ,并引垂线ΓΔ,则以Θ、Δ、Η为边的矩形对ΔΓ上的正方形之比,是由ΤΣ对ΣΥ之比、ΤΣ对ΣΡ之比、以及给定的比(即ΡΤ上的正方形对ΤΣ上的正方形之比)所合成的。并引垂线ΒΚ。我说,曲线ΘΚ满足所求。 因为引垂线ΓΔ,并使ΑΒ对ΒΗ之比,如ΖΒ对ΒΔ之比,并使ΑΘ对ΘΒ之比,如ΕΔ对ΔΒ之比,从而ΔΗ对ΑΖ之比将与ΗΒ对ΒΑ之比相同,即与ΤΣ对ΣΥ之比相同;而ΘΔ对ΑΕ之比与ΤΣ对ΣΡ之比相同,因为这在分析中已被证明;因此以Θ、Δ、Η为边的矩形对以Ζ、Α、Ε为边的矩形之比,是由ΤΣ对ΣΥ之比与ΤΣ对ΣΡ之比所合成的。但是,由于以Θ、Δ、Η为边的矩形对ΔΓ上的正方形之比,是由ΤΣ对ΣΥ之比与ΤΣ对ΣΡ之比,以及给定的比(即ΡΤ上的正方形对ΤΣ上的正方形之比)所合成的。且以Θ、Δ、Η为边的矩形对ΔΓ上的正方形之比,是由以Θ、Δ、Η为边的矩形对以Ζ、Α、Ε为边的矩形之比,与以Ζ、Α、Ε为边的矩形对ΔΓ上的正方形之比所合成的,且以Θ、Δ、Η为边的矩形对以Ζ、Α、Ε为边的矩形之比,与由ΤΣ对ΣΥ之比与ΤΣ对ΣΡ之比所合成之比相同;因此,剩余的以Ζ、Α、Ε为边的矩形对ΔΓ上的正方形之比,与ΡΤ上的正方形对ΤΣ上的正方形之比相同,即与ΕΔ上的正方形对ΔΒ上的正方形之比相同。并且全体对全体;因此,ΑΔ上的正方形对ΓΔ、ΔΒ上的正方形[之和]之比,如ΡΤ上的正方形对ΤΣ上的正方形之比,即给定的比;因此,作为该截线一部分的ΘΚ构成了该轨迹。 既然这些情况如此,我们将进行到最初的问题。 设ΑΒ为位置给定的直线,且Γ为同一平面内的给定点,并引出ΔΓ,并引垂线ΔΕ,设比为ΓΔ对ΔΕ之比。我说,Δ落在圆锥曲线截线上,且如果该比是等量对等量,则落在抛物线上,如果较小量对较大量,则落在椭圆上,如果较大量对较小量,则落在双曲线上。 首先,设该比为等量对等量,即首先设ΓΔ等于ΔΕ。需要证明Δ落在抛物线上。 引垂线ΓΖ;因此它在位置上是给定的;并引ΔΗ平行于ΑΒ。且由于ΕΔ上的正方形等于ΔΓ上的正方形。且ΕΔ等于ΖΗ,而ΔΓ上的正方形等于ΔΗ、ΗΓ上的正方形[之和],因此ΖΗ上的正方形等于ΔΗ、ΗΓ上的正方形[之和]。且ΖΓ在位置上是给定的,Ζ、Γ为两个给定点;因此Δ落在抛物线上;因为这已经预先证明。 该轨迹将如下予以作图(合成): 设ΑΒ在位置上是给定的,Γ为给定点,并引垂线ΓΖ,且由于ΓΖ在位置上是给定的,Ζ、Γ为两个给定点,设求得抛物线ΔΘ,使得,比如若取任意点如Δ,并引垂线ΔΗ,则ΖΗ上的正方形等于ΔΗ、ΗΓ上的正方形[之和]。我说,曲线ΔΘ构成了该轨迹,即,无论引出怎样的ΓΔ和垂线ΔΕ,ΓΔ都等于ΔΕ。 因为,引垂线ΔΗ;因此根据抛物线,ΖΗ上的正方形等于ΔΗ、ΗΓ上的正方形[之和]。且ΕΔ等于ΖΗ,而ΔΓ上的正方形等于ΔΗ、ΗΓ上的正方形[之和];因此ΔΓ上的正方形等于ΔΕ上的正方形。因此ΓΔ等于ΔΕ;所以曲线ΔΘ构成了该轨迹。
- 8.2τὸν συνημμένον ἔκ τε τοῦ, ὅν ἔχει... καὶ ἐξ οὗ...
古希腊数学中用以表示“合成比”(将多个比值相乘得到一个新比值)的标准句式。
- 8.2πάντα πρὸς πάντα
字面意为“全体对全体”,是古希腊几何学中的数学惯用语,表示应用合比定理(或对应前件之和与对应后件之和的比值依然相等,参见欧几里得《几何原本》第五卷)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(25 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — patch 6 处
- 2026-11-24 AI校阅 — 译文 18 处
- 2026-09-22 AI校阅 — 原文 1 处
