← 欧几里得

残篇

§8.2#1

给定线段比例下的圆锥曲线轨迹与作图

该部分几何地证明了在给定比例条件下,点将落在圆锥曲线(抛物线、椭圆或双曲线)上,并给出了该辅助命题的作图(合成)过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.2#1

β΄. Ἐὰν ᾖ θέσει εὐθεῖα ἡ ΑΒ καὶ δοθὲν τὸ Γ ἐν τῷ αὐτῷ ἐπιπέδῳ, καὶ διαχθῇ ἡ ΔΓ, καὶ παρὰ θέσει ἀχθῇ ἡ ΔΕ, λόγος δὲ ᾖ τῆς ΓΔ πρὸς ΔΕ, τὸ Δ ἅπτεται θέσει κωνικῆς τομῆς· δείκνυται δέ, ὅτι γραμμῆς· δειχθήσεται δὲ οὕτως προγραφέντος τόπου τοῦδε·1 Δύο δοθέντων τῶν Α, Β καὶ ὀρθῆς τῆς ΓΔ λόγος ἔστω τοῦ ἀπὸ ΑΔ πρὸς τὰ ἀπὸ ΓΔ, ΔΒ. λέγω, ὅτι τὸ Γ ἅπτεται κώνου τομῆς, ἐάν τε ᾖ ὁ λόγος ἴσος πρὸς ἴσον ἢ μείζων πρὸς ἐλάσσονα ἢ ἐλάσσων πρὸς μείζονα. ἔστω γὰρ πρότερον ὁ λόγος ἴσος πρὸς ἴσον. καὶ ἐπεὶ ἴσον ἐστὶν τὸ ἀπὸ ΑΔ τοῖς ἀπὸ ΓΔ, ΔΒ, κείσθω τῇ ΒΔ ἴση ἡ ΔΕ· ἴσον ἄρα ἐστὶ τὸ ὑπὸ ΒΑΕ2 τῷ ἀπὸ ΔΓ. τετμήσθω δίχα ἡ ΑΒ τῷ Ζ· δοθὲν ἄρα τὸ Ζ. καὶ ἔσται διπλῆ ἡ ΑΕ τῆς ΖΔ· ὥστε τὸ ὑπὸ ΒΑΕ τὸ δίς ἐστιν ὑπὸ τῶν ΑΒ, ΖΔ. καί ἐστιν ἡ διπλῆ τῆς ΑΒ δοθεῖσα· τὸ ἄρα ὑπὸ δοθείσης καὶ τῆς ΖΔ ἴσον ἐστὶν τῷ ἀπὸ τῆς ΔΓ. τὸ Γ ἄρα ἅπτεται θέσει παραβολῆς ἐρχομένης διὰ τοῦ Ζ. συντεθήσεται δὴ ὁ τόπος οὕτως· ἔστω τὰ δοθέντα Α, Β, ὁ δὲ λόγος ἔστω ἴσος πρὸς ἴσον, καὶ τετμήσθω ἡ ΑΒ δίχα τῷ Ζ, τῆς δὲ ΑΒ διπλῆ ἔστω ἡ Ρ, καὶ θέσει οὔσης εὐθείας τῆς ΖΒ πεπερασμένης κατὰ τὸ Ζ, τῆς δὲ Ρ δεδομένης τῷ μεγέθει, γεγράφθω περὶ ἄξονα τὸν ΖΒ παραβολὴ ἡ ΗΖ, ὥστε, οἷον ἐὰν ἐπ’ αὐτῆς σημεῖον ληφθῇ ὡς τὸ Γ, κάθετος δὲ ἀχθῇ ἡ ΓΔ, ἴσον εἶναι τὸ ὑπὸ Ρ, ΖΔ τῷ ἀπὸ ΔΓ, καὶ ἤχθω ὀρθὴ ἡ ΒΗ. λέγω, ὅτι τὸ ΓΗ μέρος τῆς παραβολῆς ἐστιν. ἤχθω γὰρ κάθετος ἡ ΓΔ, καὶ τῇ ΒΔ ἴση κείσθω ἡ ΔΕ. ἐπεὶ οὖν διπλῆ ἐστιν ἡ μὲν ΑΒ τῆς ΒΖ, ἡ δὲ ΕΒ τῆς ΒΔ, διπλῆ ἄρα καὶ ἡ ΑΕ τῆς ΖΔ· τὸ ἄρα ὑπὸ ΒΑΕ ἴσον ἐστὶν τῷ δὶς ὑπὸ τῶν ΑΒ, ΖΔ, τουτέστιν τῷ ἀπὸ ΔΓ. κοινὸν προσκείσθω τὸ ἀπὸ ΕΔ ἴσον ὂν τῷ ἀπὸ ΔΒ· ὅλον ἄρα τὸ ἀπὸ ΑΔ ἴσον ἐστὶν τοῖς ἀπὸ τῶν ΓΔ, ΔΒ. ἡ ΖΓΗ ἄρα γραμμὴ ποιεῖ τὸν τόπον. Ἔστω δὴ πάλιν τὰ δύο δοθέντα σημεῖα τὰ Α, Β καὶ εὐθεῖά τε ἡ ΔΓ καὶ ὀρθή, λόγος δὲ ἔστω τοῦ ἀπὸ ΑΔ πρὸς τὰ ἀπὸ ΒΔ, ΔΓ ἐπὶ μὲν τῆς πρώτης πτώσεως3 ἐλάσσων πρὸς μείζονα, ἐπὶ δὲ τῆς δευτέρας μείζων πρὸς ἐλάσσονα. λέγω, ὅτι τὸ Γ ἅπτεται κώνου τομῆς, ἐπὶ μὲν τῆς πρώτης πτώσεως ἐλλείψεως, ἐπὶ δὲ τῆς δευτέρας ὑπερβολῆς. ἐπεὶ γὰρ λόγος ἐστὶν τοῦ ἀπὸ ΑΔ πρὸς τὰ ἀπὸ ΒΔ, ΔΓ, ὁ αὐτὸς αὐτῷ γεγονέτω4 ὁ τοῦ ἀπὸ ΒΔ πρὸς τὸ ἀπὸ ΔΕ· ἐπὶ μὲν οὖν τῆς πρώτης πτώσεως ἐλάσσων ἐστὶν ἡ ΒΔ τῆς ΔΕ, ἐπὶ δὲ τῆς δευτέρας μείζων ἐστὶν ἡ ΒΔ τῆς ΔΕ. κείσθω οὖν τῇ ΕΔ ἴση ἡ ΔΖ. ἐπεὶ λόγος ἐστὶν τοῦ ἀπὸ ΑΔ πρὸς τὰ ἀπὸ ΓΔ, ΔΒ, καί ἐστιν αὐτῷ ὁ αὐτὸς ὁ τοῦ ἀπὸ ΕΔ πρὸς τὸ ἀπὸ ΔΒ, καὶ λοιπὸς ἄρα τοῦ ὑπὸ ΖΑΕ πρὸς τὸ ἀπὸ ΔΓ λόγος ἐστὶν δοθείς. ἐπεὶ δὲ λόγος ἐστὶν τῆς ΕΔ πρὸς ΔΒ καὶ τῆς ΖΔ πρὸς ΔΒ καὶ τῆς ΖΒ πρὸς ΒΔ, ὁ αὐτὸς αὐτῷ γεγονέτω ὁ τῆς ΑΒ πρὸς ΒΗ· καὶ ὅλης ἄρα τῆς ΑΖ πρὸς ΔΗ λόγος ἐστὶν δοθείς. πάλιν, ἐπεὶ λόγος ἐστὶν τῆς ΕΔ πρὸς ΔΒ δοθείς, καὶ τῆς ΕΒ ἄρα πρὸς ΒΔ λόγος ἐστὶν δοθείς. ὁ αὐτὸς αὐτῷ γεγονέτω ὁ τῆς ΑΒ πρὸς ΒΘ· λόγος ἄρα καὶ τῆς ΑΒ πρὸς ΒΘ ἐστιν δοθείς· δοθὲν ἄρα τὸ Θ. καὶ λοιπὸς τῆς ΑΕ πρὸς ΘΔ λόγος ἐστὶν δοθείς· καὶ τοῦ ὑπὸ ΖΑΕ ἄρα πρὸς τὸ ὑπὸ ΘΔΗ λόγος ἐστὶ δοθείς. τοῦ δὲ ὑπὸ ΖΑΕ πρὸς τὸ ἀπὸ ΓΔ λόγος ἐστὶν δοθείς· καὶ τοῦ ὑπὸ ΗΔΘ ἄρα πρὸς τὸ ἀπὸ ΔΓ λόγος ἐστὶν δοθείς. καί ἐστιν δύο δοθέντα τὰ Θ, Η· ἐπὶ μὲν ἄρα τῆς πρώτης πτώσεως τὸ Γ ἅπτεται ἐλλείψεως, ἐπὶ δὲ τῆς δευτέρας ὑπερβολῆς. συντεθήσεται δὲ ὁ τόπος οὕτως· ἔστω τὰ μὲν δύο δοθέντα σημεῖα τὰ Α, Β, ὁ δὲ δοθεὶς λόγος ὁ τῆς ΡΤ πρὸς ΤΣ, ἐπὶ μὲν τῆς πρώτης πτώσεως ἐλάσσων πρὸς μείζονα, ἐπὶ δὲ τῆς δευτέρας μείζων πρὸς ἐλάσσονα, καὶ τῇ ΡΤ ἴση κείσθω ἡ ΤΥ,

β΄. 如果ΑΒ是位置给定的直线,且Γ是同一平面内的给定点,并且引出ΔΓ,并引出与位置给定的直线平行的ΔΕ,且 ΓΔ对ΔΕ之比存在,那么Δ落在位置给定的圆锥曲线截线上;并且这证明了它是一条曲线;而通过预先写出如下轨迹,将如下予以证明:给定两点Α、Β,且 ΓΔ为垂线,设ΑΔ上的正方形对ΓΔ、ΔΒ上的正方形[之和]有比。我说,无论该比是等量对等量、较大量对较小量、还是较小量对较大量,Γ都落在一个圆锥曲线截线上。因为,首先设该比为等量对等量。且由于ΑΔ上的正方形等于ΓΔ、ΔΒ上的正方形[之和],设ΔΕ等于ΒΔ;因此以Β、Α、Ε为边的矩形等于ΔΓ上的正方形。设ΑΒ在Ζ点被平分;因此Ζ是给定点。且ΑΕ将是ΖΔ的两倍;从而以Β、Α、Ε为边的矩形是ΑΒ、ΖΔ所围成矩形的两倍。而ΑΒ的两倍是给定的;因此由给定线段与ΖΔ所围成的矩形等于ΔΓ上的正方形。所以,Γ落在一条位置给定的、经过Ζ点的抛物线上。该轨迹将如下予以作图(合成):设给定点为Α、Β,且给定的比为等量对等量,并设ΑΒ在Ζ点被平分,Ρ为ΑΒ的两倍,ΖΒ为位置给定且以Ζ为端点的直线,Ρ在大小上是给定的,设以ΖΒ为轴作抛物线ΗΖ,使得,比如若在其上取任意点如Γ,并引垂线ΓΔ,则由Ρ与ΖΔ所围成的矩形等于ΔΓ上的正方形。并引垂线ΒΗ。我说,ΓΗ是该抛物线的一部分。因为,引垂线ΓΔ,并设ΔΕ等于ΒΔ。那么,由于ΑΒ是ΒΖ的两倍,而ΕΒ是ΒΔ的两倍,所以ΑΕ也是ΖΔ的两倍;因此以Β、Α、Ε为边的矩形等于ΑΒ、ΖΔ所围成矩形的两倍,即等于ΔΓ上的正方形。共同加上ΕΔ上的正方形(它等于ΔΒ上的正方形);因此,整个ΑΔ上的正方形等于ΓΔ、ΔΒ上的正方形[之和]。所以,曲线ΖΓΗ构成了该轨迹。再设两个给定点为Α、Β,直线ΔΓ为垂线,设ΑΔ上的正方形对ΒΔ、ΔΓ上的正方形[之和]之比,在第一种情况下为较小量对较大量之比,在第二种情况下为较大量对较小量之比。我说,Γ落在圆锥曲线截线上,在第一种情况下为椭圆,在第二种情况下为双曲线。因为,既然ΑΔ上的正方形对ΒΔ、ΔΓ上的正方形[之和]有比,设ΒΔ上的正方形对ΔΕ上的正方形之比与之相同。那么,在第一种情况下,ΒΔ小于ΔΕ,而在第二种情况下,ΒΔ大于ΔΕ。因此,设ΔΖ等于ΕΔ。因为存在ΑΔ上的正方形对ΓΔ、ΔΒ上的正方形[之和]之比,且这与ΕΔ上的正方形对ΔΒ上的正方形之比相同,所以剩余的以Ζ、Α、Ε为边的矩形对ΔΓ上的正方形之比也是给定的。又因为存在ΕΔ对ΔΒ、ΖΔ对ΔΒ、以及ΖΒ对ΒΔ之比,设ΑΒ对ΒΗ之比与之相同;因此,整个ΑΖ对ΔΗ之比也是给定的。再次,因为ΕΔ对ΔΒ之比是给定的,所以ΕΒ对ΒΔ之比也是给定的。设ΑΒ对ΒΘ之比与之相同;因此,ΑΒ对ΒΘ之比也是给定的;所以Θ是给定的。而剩余的ΑΕ对ΘΔ之比也是给定的;因此,以Ζ、Α、Ε为边的矩形对以Θ、Δ、Η为边的矩形之比也是给定的。而以Ζ、Α、Ε为边的矩形对ΓΔ上的正方形之比是给定的;因此,以Η、Δ、Θ为边的矩形对ΔΓ上的正方形之比也是给定的。且Θ、Η是两个给定点;所以,在第一种情况下,Γ落在椭圆上,而在第二种情况下,落在双曲线上。该轨迹将如下予以作图(合成):设两个给定点为Α、Β,给定的比为ΡΤ对跨ΤΣ之比,在第一种情况下为较小量对较大量,在第二种情况下为较大量对较小量,并设ΤΥ等于ΡΤ。

语法注4 条
  1. 8.2προγραφέντος τόπου τοῦδε

    属格绝对结构,意为“在此轨迹已预先写出的情况下”,表明引入用于后续证明的预备定理(引理)。

  2. 8.2τὸ ὑπὸ ΒΑΕ

    几何学中表示“由……围成的矩形”的惯用表达 τὸ ὑπὸ τῶν ... 的省略形式。此处通过并列共线的三个点 Β、Α、Ε,来指代由线段 BA 与 AE 所围成的矩形。

  3. 8.2ἐπὶ μὲν τῆς πρώτης πτώσεως

    术语 πτῶσις(字面意为“落下”或“格”)在此处用于其数学含义,指几何定理的具体“情况(case)”或分支,用以区分椭圆和双曲线的两种不同情况。

  4. 8.2ὁ αὐτὸς αὐτῷ γεγονέτω

    动词 γίγνομαι 的第三人称单数命令行动作 γεγονέτω 是表示作图命令(“设……被作成”)的数学公式化表达。与格代词 αὐτῷ 与 ὁ αὐτός 连用,表示关联或一致(“与它[即给定的比]相同”)。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(36 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — patch 18 处
  • 2026-11-24 AI校阅 — 译文 17 处
  • 2026-09-21 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg1799.tlg016.humanitext-grc1:8.2#1