← 欧几里得

残篇

§6.6-6.9

利用比例与等面积性质证明线段平行

在第6章第6节至第9节中,通过比例等式、比例中项以及等面积性质,证明了给定几何图形中特定线段之间的平行关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.6

ϛ΄. Πάλιν, ἐὰν ᾖ καταγραφή, καὶ παράλληλος ἡ ΔΖ τῇ ΒΓ, γίνεται ἴση ἡ ΑΒ τῇ ΒΓ. ἔστω οὖν ἴση· ὅτι παράλληλος. ἔστιν δέ· ἐὰν γὰρ τῇ ΕΒ προσθῶ τῇ ΗΒ ἴσην τὴν ΒΘ καὶ ἐπιζεύξω τὰς ΑΘ, ΘΓ, γίνεται παραλληλόγραμμον τὸ ΑΘΓΗ, καὶ διὰ τοῦτό ἐστιν, ὡς ἡ ΑΔ πρὸς τὴν ΔΕ, οὕτως ἡ ΓΖ πρὸς τὴν ΖΕ· ἑκάτερος γὰρ τῶν εἰρημένων ὁ αὐτός ἐστιν τῷ τῆς ΘΗ πρὸς τὴν ΗΕ λόγῳ· ὥστε παράλληλός ἐστιν ἡ ΔΖ τῇ ΑΓ.

6. 再次,若有图形,且 ΔΖ 平行于 ΒΓ,则 ΑΒ 等于 ΒΓ。因此,设它们相等;求证[ΔΖ]平行[于 ΒΓ]。它是这样的:因为若在 ΕΒ 上加上与 ΗΒ相等的 ΒΘ,并连接 ΑΘ、ΘΓ,则ΑΘΓΗ 成为平行四边形,且由于这个原因,ΑΔ 对 ΔΕ 的比,等于 ΓΖ 对 ΖΕ 的比;因为上述比的每一个都与 ΘΗ 对 ΗΕ 的比相同;所以 ΔΖ 平行于 ΑΓ。

§6.7

ζ΄. Ἔστω καταγραφή, καὶ τῶν ΔΒ, ΒΓ μέση ἀνάλογον ἔστω ἡ ΒΑ· ὅτι παράλληλός ἐστιν ἡ ΖΗ τῇ ΑΓ. ἐκβεβλήσθω ἡ ΕΒ, καὶ διὰ τοῦ Α τῇ ΔΖ εὐθείᾳ παράλληλος ἤχθω ἡ ΑΚ, καὶ ἐπεζεύχθω ἡ ΓΚ. ἐπεὶ οὖν ἐστιν, ὡς ἡ ΓΒ πρὸς τὴν ΒΑ, οὕτως ἡ ΑΒ πρὸς τὴν ΒΔ, ὡς δὲ ἡ ΑΒ πρὸς τὴν ΒΔ, οὕτως ἡ ΚΒ πρὸς τὴν ΒΘ, καὶ ὡς ἄρα ἡ ΓΒ πρὸς τὴν ΒΑ, οὕτως ἡ ΚΒ πρὸς τὴν ΒΘ· παράλληλος ἄρα ἐστὶν ἡ ΑΘ τῇ ΚΓ. ἔστιν οὖν πάλιν, ὡς ἡ ΑΖ πρὸς τὴν ΖΕ, οὕτως ἡ ΓΗ πρὸς τὴν ΗΕ· ἑκάτερος γὰρ τῶν εἰρημένων λόγος ὁ αὐτός ἐστιν τῷ τῆς ΚΘ πρὸς τὴν ΘΕ· ὥστε παράλληλός ἐστιν ἡ ΖΗ τῇ ΑΔ.

​7. 设有一图形,且设 ΒΑ 是 ΔΒ、ΒΓ 的比例中项;求证 ΖΗ 平行于 ΑΓ。延长 ΕΒ,并过 Α 作平行于直线 ΔΖ 的直线 ΑΚ,并连接 ΓΚ。因为,若 ΓΒ 对 ΒΑ 的比等于 ΑΒ 对 ΒΔ 的比,而 ΑΒ 对 ΒΔ 的比等于 ΚΒ 对ΒΘ 的比,所以,ΓΒ 对 ΒΑ 的比等于 ΚΒ 对 ΒΘ 的比;因此 ΑΘ 平行于 ΚΓ。因此再次,ΑΖ 对 ΖΕ 的比等于 ΓΗ 对 ΗΕ 的比;因为上述比的每一个都与 ΚΘ 对 ΘΕ 的比相同;所以 ΖΗ 平行于 ΑΔ。

§6.8

η΄. Ἔστω βωμίσκος ὁ ΑΒΓΔΕΖΗ, καὶ ἔστω παράλληλος ἡ μὲν ΔΕ τῇ ΒΓ, ἡ δὲ ΕΗ τῇ ΒΖ· ὅτι καὶ ἡ ΔΖ τῇ ΓΗ παράλληλός ἐστιν. ἐπεζεύχθωσαν αἱ ΒΕ, ΔΓ, ΖΗ· ἴσον ἄρα ἐστὶν τὸ ΔΒΕ τρίγωνον τῷ ΔΓΕ τριγώνῳ. κοινὸν προσκείσθω τὸ ΔΑΕ τρίγωνον· ὅλον ἄρα τὸ ΑΒΕ τρίγωνον ὅλῳ τῷ ΓΔΑ τριγώνῳ ἴσον ἐστίν. πάλιν, ἐπεὶ παράλληλός ἐστιν ἡ ΒΖ τῇ ΕΗ, ἴσον ἐστὶν τὸ ΒΖΕ τρίγωνον τῷ ΒΖΗ τριγώνῳ. κοινὸν ἀφῃρήσθω τὸ ΑΒΖ τρίγωνον· λοιπὸν ἄρα τὸ ΑΒΕ τρίγωνον λοιπῷ τῷ ΑΗΖ τριγώνῳ ἴσον ἐστίν. ἀλλὰ τὸ ΑΒΕ τρίγωνον τῷ ΑΓΔ τριγώνῳ ἐστὶν ἴσον· καὶ τὸ ΑΓΔ ἄρα τρίγωνον τῷ ΑΖΗ τριγώνῳ ἴσον ἐστίν. κοινὸν προσκείσθω τὸ ΑΓΗ τρίγωνον· ὅλον ἄρα τὸ ΓΔΗ τρίγωνον ὅλῳ τῷ ΓΖΗ τριγώνῳ ἴσον ἐστίν. καί ἐστιν ἐπὶ τῆς αὐτῆς βάσεως τῆς ΓΗ· παράλληλος ἄρα ἐστὶν ἡ ΓΗ τῇ ΔΖ.

​8. 设有一祭坛形 ΑΒΓΔΕΖΗ,且设 ΔΕ 平行于 ΒΓ,ΕΗ 平行于 ΒΖ;求证 ΔΖ 也平行于 ΓΗ。连接 ΒΕ、ΔΓ、ΖΗ;因此三角形 ΔΒΕ 等于三角形 ΔΓΕ。让共同的三角形 ΔΑΕ 被加上;因此整个三角形 ΑΒΕ 等于整个三角形 ΓΔΑ。再次,因为 ΒΖ 平行于 ΕΗ,三角形 ΒΖΕ等于三角形 ΒΖΗ。让共同的三角形 ΑΒΖ 被减去;因此剩余的三角形 ΑΒΕ 等于剩余的三角形 ΑΗΖ。但是三角形 ΑΒΕ 等于三角形 ΑΓΔ;因此三角形 ΑΓΔ 也等于三角形 ΑΖΗ。让共同的三角形 ΑΓΗ 被加上;因此整个三角形 ΓΔΗ 等于整个三角形 ΓΖΗ。且它们在相同的底边 ΓΗ 上;因此 ΓΗ 平行于 ΔΖ。

§6.9

θ΄. Ἔστω τρίγωνον τὸ ΑΒΓ, καὶ ἐν αὐτῷ διήχθωσαν αἱ ΑΔ, ΑΕ, καὶ τῇ ΒΓ παράλληλος ἤχθω ἡ ΖΗ, καὶ κεκλάσθω1 ἡ ΖΘΗ, ἔστω δέ, ὡς ἡ ΒΘ πρὸς τὴν ΘΓ, οὕτως ἡ ΔΘ πρὸς τὴν ΘΕ· ὅτι παράλληλός ἐστιν ἡ ΚΛ τῇ ΒΓ. ἐπεὶ γάρ ἐστιν, ὡς ἡ ΒΘ πρὸς τὴν ΘΓ, οὕτως ἡ ΔΘ πρὸς τὴν ΘΕ, λοιπὴ ἄρα ἡ ΒΔ πρὸς λοιπὴν τὴν ΓΕ ἐστιν, ὡς ἡ ΔΘ πρὸς τὴν ΘΕ. ὡς δὲ ἡ ΒΔ πρὸς τὴν ΕΓ, οὕτως ἐστὶν ἡ ΖΜ πρὸς ΝΗ· καὶ ὡς ἄρα ἡ ΖΜ πρὸς ΝΗ, οὕτως ἐστὶν ἡ ΔΘ πρὸς τὴν ΘΕ. ἐναλλάξ ἐστιν, ὡς ἡ ΖΜ πρὸς τὴν ΔΘ, οὕτως ἡ ΝΗ πρὸς τὴν ΘΕ. ἀλλ’ ὡς μὲν ἡ ΖΜ πρὸς τὴν ΔΘ, οὕτως ἐστὶν ἐν παραλλήλῳ ἡ ΖΚ πρὸς τὴν ΚΘ, ὡς δὲ ἡ ΗΝ πρὸς τὴν ΘΕ, οὕτως ἐστὶν ἡ ΗΛ πρὸς τὴν ΛΘ· καὶ ὡς ἄρα ἡ ΖΚ πρὸς τὴν ΚΘ, οὕτως ἐστὶν ἡ ΗΛ πρὸς τὴν ΛΘ. παράλληλος ἄρα ἐστὶν ἡ ΚΛ τῇ ΗΖ· ὥστε καὶ τῇ ΓΒ.

9. 设有一三角形 ΑΒΓ,并在其中引 ΑΔ、ΑΕ,且作平行于 ΒΓ 的直线 ΖΗ,并作折线 ΖΘΗ,且设 ΒΘ 对 ΘΓ 的比等于 ΔΘ 对 ΘΕ 的比;求证 ΚΛ 平行于 ΒΓ。因为,若 ΒΘ 对 ΘΓ 的比等于 ΔΘ对 ΘΕ 的比,则剩余的 ΒΔ 对剩余的 ΓΕ 的比等于 ΔΘ 对 ΘΕ 的比。而若 ΒΔ 对 ΕΓ 的比等于 ΖΜ 对 ΝΗ 的比,所以,ΖΜ 对 ΝΗ 的比等于 ΔΘ 对 ΘΕ 的比。通过更比,ΖΜ 对 ΔΘ 的比等于 ΝΗ 对 ΘΕ 的比。但是,在平行线之间,若 ΖΜ 对 ΔΘ 的比等于ΖΚ 对 ΚΘ 的比,而 ΗΝ 对 ΘΕ 的比等于 ΗΛ 对 ΛΘ 的比;所以,ΖΚ 对 ΚΘ 的比等于 ΗΛ对 ΛΘ 的比。因此,ΚΛ 平行于 ΗΖ;所以也平行于 ΓΒ。

语法注1 条
  1. 6.9κεκλάσθω

    动词 κλάω(折、弯曲)的完成被动命令式单数第三人称。在希腊几何中,它指的是作一条在某点(此处为 Θ)弯折的“折线”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(26 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — patch 8 处
  • 2026-11-24 AI校阅 — 译文 18 处
urn:cts:greekLit:tlg1799.tlg016.humanitext-grc1:6.6-6.9