- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 8. Menge, Heinrich, editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg016.humanitext-grc1:6.4-6.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
在第 6.4 节中,通过比例的合成证明了在给定比例条件下三个点 Θ、Η、Ζ 共线;在第 6.5 节中,利用调和比的性质和平行线证明了另外三个点 Α、Η、Θ 共线。
δ΄. Καταγραφὴ ἡ ΑΒΓΔΕΖΗΘΚΛ, ἔστω δέ, ὡς τὸ ὑπὸ ΑΖ, ΒΓ πρὸς τὸ ὑπὸ ΑΒ, ΓΖ, οὕτως τὸ ὑπὸ ΑΖ, ΔΕ πρὸς τὸ ὑπὸ ΑΔ, ΕΖ· ὅτι εὐθεῖά ἐστιν ἡ διὰ τῶν Θ, Η, Ζ1 σημείων. ἐπεί ἐστιν, ὡς τὸ ὑπὸ ΑΖ, ΒΓ πρὸς τὸ ὑπὸ ΑΒ, ΓΖ, οὕτως τὸ ὑπὸ ΑΖ, ΔΕ πρὸς τὸ ὑπὸ ΑΔ, ΕΖ, ἐναλλάξ ἐστιν, ὡς τὸ ὑπὸ ΑΖ, ΒΓ πρὸς τὸ ὑπὸ ΑΖ, ΔΕ, τουτέστιν ὡς ἡ ΒΓ πρὸς τὴν ΔΕ, οὕτως τὸ ὑπὸ ΑΒ, ΓΖ πρὸς τὸ ὑπὸ ΑΔ, ΕΖ. ἀλλ’ ὁ μὲν τῆς ΒΓ πρὸς τὴν ΔΕ συνῆπται λόγος, ἐὰν διὰ τοῦ Κ τῇ ΑΖ παράλληλος ἀχθῇ ἡ ΚΜ, ἔκ τε τοῦ τῆς ΒΓ πρὸς ΚΝ καὶ τῆς ΚΝ πρὸς ΚΜ καὶ ἔτι τοῦ τῆς ΚΜ πρὸς ΔΕ, ὁ δὲ τοῦ ὑπὸ ΑΒ, ΓΖ πρὸς τὸ ὑπὸ ΑΔ, ΕΖ συνῆπται ἔκ τε τοῦ τῆς ΒΑ πρὸς ΑΔ καὶ τοῦ τῆς ΓΖ πρὸς τὴν ΖΕ. κοινὸς ἐκκεκρούσθω2 ὁ τῆς ΒΑ πρὸς ΑΔ ὁ αὐτὸς ὢν τῷ τῆς ΝΚ πρὸς ΚΜ· λοιπὸν ἄρα ὁ τῆς ΓΖ πρὸς τὴν ΖΕ συνῆπται ἔκ τε τοῦ τῆς ΒΓ πρὸς τὴν ΚΝ, τουτέστιν τοῦ τῆς ΘΓ πρὸς τὴν ΚΘ, καὶ τοῦ τῆς ΚΜ πρὸς τὴν ΔΕ, τουτέστιν τοῦ τῆς ΚΗ πρὸς τὴν ΗΕ. εὐθεῖα ἄρα ἡ διὰ τῶν Θ, Η, Ζ. ἐὰν γὰρ διὰ τοῦ Ε τῇ ΘΓ παράλληλον ἀγάγω τὴν ΕΞ, καὶ ἐπιζευχθεῖσα ἡ ΘΗ ἐκβληθῇ ἐπὶ τὸ Ξ, ὁ μὲν τῆς ΚΗ πρὸς τὴν ΗΕ λόγος ὁ αὐτός ἐστιν τῷ τῆς ΚΘ πρὸς τὴν ΕΞ, ὁ δὲ συνημμένος ἔκ τε τοῦ τῆς ΓΘ πρὸς τὴν ΘΚ καὶ τοῦ τῆς ΘΚ πρὸς τὴν ΕΞ μεταβαλλόμενος εἰς τὸν τῆς ΘΓ πρὸς ΕΞ λόγον, καὶ ὁ τῆς ΓΖ πρὸς ΖΕ λόγος ὁ αὐτὸς τῷ τῆς ΓΘ πρὸς τὴν ΕΞ παραλλήλου οὔσης τῆς ΓΘ τῇ ΕΞ· εὐθεῖα ἄρα ἐστὶν ἡ διὰ τῶν Θ, Ξ, Ζ· τοῦτο γὰρ φανερόν· ὥστε καὶ ἡ διὰ τῶν Θ, Η, Ζ εὐθεῖά ἐστιν.
4. 设图形为 ΑΒΓΔΕΖΗΘΚΛ,并设 ΑΖ 与 ΒΓ 的积对 ΑΒ 与 ΓΖ 的积的比,等于 ΑΖ 与 ΔΕ 的积对 ΑΔ 与 ΕΖ 的积的比;求证通过点 Θ、Η、Ζ 的线是直线。 因为,若 ΑΖ 与 ΒΓ 的积对 ΑΒ 与ΓΖ 的积的比,等于 ΑΖ 与 ΔΕ 的积对 ΑΔ 与 ΕΖ 的积的比,则通过更比,ΑΖ 与 ΒΓ 的积对 ΑΖ 与 ΔΕ 的积的比(即 ΒΓ 对 ΔΕ 的比),等于 ΑΒ 与 ΓΖ 的积对 ΑΔ 与 ΕΖ 的积的比。但是,若过 Κ 作平行于 ΑΖ 的直线 ΚΜ,则 ΒΓ 对 ΔΕ 的比是由 ΒΓ 对 ΚΝ 的比、ΚΝ 对 ΚΜ 的比以及 ΚΜ 对 ΔΕ 的比合成的;而 ΑΒ 与 ΓΖ 的积对 ΑΔ 与 ΕΖ 的积的比,是由 ΒΑ 对 ΑΔ 的比与 ΓΖ 对 ΖΕ 的比合成的。让作为共同项的 ΒΑ 对 ΑΔ 的比(其与ΝΚ 对 ΚΜ 的比相同)被消去;因此,剩余的 ΓΖ 对 ΖΕ 的比,是由 ΒΓ 对 ΚΝ 的比(即 ΘΓ 对 ΚΘ 的比)与 ΚΜ 对 ΔΕ 的比(即 ΚΗ 对 ΗΕ 的比)合成的。因此,通过 Θ、Η、Ζ 的线是直线。 因为,若我们过 Ε 作平行于 ΘΓ 的直线 ΕΞ,并将连接的 ΘΗ 延长到 Ξ,则 ΚΗ 对 ΗΕ 的比与 ΚΘ 对 ΕΞ 的比相同,而由 ΓΘ 对ΘΚ 的比与 ΘΚ 对 ΕΞ 的比合成的比,转化为 ΘΓ 对 ΕΞ 的比,且由于 ΓΘ 平行于 ΕΞ,ΓΖ 对 ΖΕ 的比与 ΓΘ 对 ΕΞ 的比相同;因此,通过 Θ、Ξ、Ζ 的线是直线。因为这是显而易见的;所以通过Θ、Η、Ζ 的线也是直线。
ε΄. Ἐὰν ᾖ καταγραφὴ ἡ ΑΒΓΔΕΖΗΘ, γίνεται, ὡς ἡ ΑΔ πρὸς τὴν ΔΓ, οὕτως ἡ ΑΒ πρὸς τὴν ΒΓ. ἔστω οὖν, ὡς ἡ ΑΔ πρὸς τὴν ΔΓ, οὕτως ἡ ΑΒ πρὸς τὴν ΒΓ· ὅτι εὐθεῖά ἐστιν ἡ διὰ τῶν Α, Η, Θ. ἤχθω διὰ τοῦ Η τῇ ΑΔ παράλληλος ἡ ΚΛ. ἐπεὶ οὖν ἐστιν, ὡς ἡ ΑΔ πρὸς τὴν ΔΓ, οὕτως ἡ ΑΒ πρὸς τὴν ΒΓ, ἀλλ’ ὡς μὲν ἡ ΑΔ πρὸς τὴν ΔΓ, οὕτως ἡ ΚΛ πρὸς τὴν ΛΗ, ὡς δὲ ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως ἡ ΚΗ πρὸς τὴν ΗΜ, καὶ ὡς ἄρα ἡ ΚΛ πρὸς τὴν ΛΗ, οὕτως ἡ ΚΗ πρὸς τὴν ΗΜ, καὶ λοιπὴ ἡ ΗΛ πρὸς λοιπὴν τὴν ΛΜ ἐστιν, ὡς ἡ ΚΛ πρὸς τὴν ΛΗ, τουτέστιν ὡς ἡ ΑΔ πρὸς τὴν ΔΓ. ἐναλλάξ ἐστιν, ὡς ἡ ΑΔ πρὸς τὴν ΗΛ, οὕτως ἡ ΓΔ πρὸς τὴν ΛΜ, τουτέστιν ἡ ΔΘ πρὸς ΘΛ. καί ἐστι παράλληλος ἡ ΗΛ τῇ ΑΔ· εὐθεῖα ἄρα ἐστὶν ἡ διὰ τῶν Α, Η, Θ σημείων· τοῦτο γὰρ φανερόν.
5. 若图形为 ΑΒΓΔΕΖΗΘ,则 ΑΔ 对 ΔΓ 的比等于 ΑΒ 对 ΒΓ 的比。因此,设 ΑΔ 对 ΔΓ 的比等于 ΑΒ对 ΒΓ 的比;求证通过 Α、Η、Θ 的线是直线。 过 Η 作平行于 ΑΔ 的直线 ΚΛ。因为,若 ΑΔ 对 ΔΓ 的比等于 ΑΒ 对 ΒΓ 的比,但 ΑΔ 对 ΔΓ 的比等于 ΚΛ 对 ΛΗ 的比,而 ΑΒ 对 ΒΓ 的比等于 ΚΗ 对 ΗΜ 的比,所以,ΚΛ 对 ΛΗ 的比等于ΚΗ 对 ΗΜ 的比,且剩余的 ΗΛ 对剩余的 ΛΜ 的比等于 ΚΛ 对 ΛΗ 的比,即 ΑΔ 对 ΔΓ 的比。通过更比,ΑΔ 对 ΗΛ 的比等于 ΓΔ 对 ΛΜ 的比,即 ΔΘ 对 ΘΛ 的比。且 ΗΛ 平行于 ΑΔ;因此,通过点 Α、Η、Θ 的线是直线。因为这是显而易见的。
- 6.4ἡ διὰ τῶν Θ, Η, Ζ
冠词 ἡ 以及其后的介词短语 διὰ τῶν Θ, Η, Ζ(通过 Θ、Η、Ζ)后面省略了名词 γραμμή(线)或 εὐθεῖα(直线)。这是希腊数学文本中的典型省略。
- 6.4ἐκκεκρούσθω
动词 ἐκκρούω(剔除、消去)的单数第三人称现在时命令法被动语态。在比例或算术计算中,这是指“消去共通项”的数学专业用法。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(18 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — patch 6 处
- 2026-11-24 AI校阅 — 译文 11 处
- 2026-09-21 AI校阅 — 译文 1 处
