← 欧几里得

残篇

§6.33-6.35

圆的直径与垂线及调和分割的性质

本块涉及关于直线和圆的几何比例与面积关系的命题。具体而言,它证明了涉及圆直径、垂线、按给定比分割的线段以及利用共圆点进行调和分割的性质。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.33

λγ΄. Κύκλος περὶ διάμετρον τὴν ΑΒ, καὶ ἐκβεβλήσθω ἡ ΑΒ καὶ ἔστω ἐπὶ τυχοῦσαν τὴν ΔΕ κάθετος, καὶ τῷ ὑπὸ ΑΖΒ ἴσον κείσθω τὸ ἀπὸ ΖΗ τετράγωνον· ὅτι, οἷον ἐὰν ληφθῇ σημεῖον ὡς τὸ Ε, καὶ ἀπ’ αὐτοῦ ἐπὶ τὸ Η ἐπιζευχθεῖσα ἐκβληθῇ ἐπὶ τὸ Θ, γίνεται καὶ τὸ ὑπὸ ΘΕΚ ἴσον τῷ ἀπὸ ΕΗ τετραγώνῳ. ἐπεζεύχθωσαν αἱ ΑΕ, ΒΛ· ὀρθὴ ἄρα ἐστὶν ἡ Λ γωνία. ἔστιν δὲ καὶ ἡ Ζ ὀρθή· τὸ ἄρα ὑπὸ ΑΕΛ ἴσον ἐστὶν τῷ τε ὑπὸ ΑΖΒ καὶ τῷ ἀπὸ ΖΕ τετραγώνῳ. ἀλλὰ τὸ μὲν ὑπὸ ΑΕΛ ἴσον ἐστὶν τῷ ὑπὸ ΘΕΚ, τὸ δὲ ὑπὸ ΑΖΒ ἴσον ἐστὶν τῷ ἀπὸ ΖΗ τετραγώνῳ·1 τὸ ἄρα ὑπὸ ΘΕΚ ἴσον ἐστὶν τοῖς ἀπὸ τῶν ΕΖ, ΖΗ τετραγώνοις, τουτέστιν τῷ ἀπὸ ΕΗ τετραγώνῳ.

​33. 设有一圆,其直径为 ΑΒ,并延长ΑΒ,设向任意(直线)ΔΕ引垂线,且使 ΖΗ 上的正方形等于 ΑΖ 与 ΖΒ 所包长方形;求证,如果在 ΕΔ 上取任意点如 Ε,且从其向 Η 连接的直线延长至 Θ,则 ΘΕ 与 ΕΚ 所包长方形也等于 ΕΗ 上的正方形。 连接 ΑΕ、ΒΛ;因此角 Λ 是直角。且 Ζ 也是直角;因此 ΑΕ 与 ΕΛ 所包长方形等于 ΑΖ 与 ΖΒ 所包长方形以及 ΖΕ 上的正方形之和。但是 ΑΕ 与 ΕΛ 所包长方形等于 ΘΕ 与 ΕΚ 所包长方形,而 ΑΖ 与 ΖΒ 所包长方形等于ΖΗ 上的正方形;因此 ΘΕ 与 ΕΚ 所包长方形等于 ΕΖ 与 ΖΗ 上的正方形之和,即 ΕΗ 上的正方形。

§6.34

λδ΄. Ἔστω, ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως ἡ ΑΔ πρὸς τὴν ΔΓ, καὶ τετμήσθω ἡ ΑΓ δίχα κατὰ τὸ Ε σημεῖον· ὅτι γίνεται τρία, τὸ μὲν ὑπὸ ΒΕΔ ἴσον τῷ ἀπὸ ΕΓ τετραγώνῳ, τὸ δὲ ὑπὸ ΒΔΕ τῷ ὑπὸ ΑΔΓ, τὸ δὲ ὑπὸ ΑΒΓ τῷ ὑπὸ ΕΒΔ. ἐπεὶ γάρ, ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως ἡ ΑΔ πρὸς τὴν ΔΓ, συνθέντι καὶ τὰ ἡμίση τῶν ἡγουμένων καὶ ἀναστρέψαντι2 ἄρα ἐστίν, ὡς ἡ ΒΕ πρὸς τὴν ΕΓ, ἡ ΕΓ πρὸς τὴν ΕΔ· τὸ ἄρα ὑπὸ ΒΕΔ ἴσον ἐστὶν τῷ ἀπὸ ΕΓ. κοινὸν ἀφῃρήσθω τὸ ἀπὸ ΔΕ τετράγωνον· λοιπὸν ἄρα τὸ ὑπὸ ΒΔΕ ἴσον ἐστὶν τῷ ὑπὸ ΑΔΓ. πάλιν τὸ ὑπὸ ΒΕΔ ἴσον ἐστὶν τῷ ἀπὸ ΕΓ τετραγώνῳ. ἀμφότερα ἀφῃρήσθω ἀπὸ τοῦ ἀπὸ τῆς ΒΕ τετραγώνου· λοιπὸν ἄρα τὸ ὑπὸ τῶν ΑΒΓ ἴσον ἐστὶν τῷ ὑπὸ τῶν ΕΒΔ. Ἀλλὰ ἔστω νῦν τὸ ὑπὸ τῶν ΒΔΕ ἴσον τῷ ὑπὸ τῶν ΑΔΓ, καὶ τετμήσθω δίχα ἡ ΓΑ κατὰ τὸ Ε· ὅτι ἐστίν, ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως ἡ ΑΔ πρὸς τὴν ΔΓ. ἐπεὶ γὰρ τὸ ὑπὸ τῶν ΒΔΕ ἴσον ἐστὶν τῷ ὑπὸ τῶν ΑΔΓ, κοινὸν προσκείσθω τὸ ἀπὸ ΔΕ τετράγωνον· ὅλον ἄρα τὸ ὑπὸ ΒΕΔ ἴσον τῷ ἀπὸ ΓΕ τετραγώνῳ. ἀνάλογον καὶ ἀναστρέψαντι καὶ δὶς τὰ ἡγούμενα καὶ διελόντι ἄρα ἐστίν, ὡς ἡ ΑΒ πρὸς τὴν ΒΓ, οὕτως ἡ ΑΔ πρὸς τὴν ΔΓ.

​34. 设正如 ΑΒ 对 ΒΓ 的比,等于 ΑΔ 对 ΔΓ 的比。且在点 Ε 处平分 ΑΓ;求证得出三个结论:第一,ΒΕ 与 ΕΔ 所包长方形等于 ΕΓ 上的正方形;第二,ΒΔ 与 ΔΕ 所包长方形等于 ΑΔ 与 ΔΓ 所包长方形;第三,ΑΒ 与 ΒΓ 所包长方形等于 ΕΒ 与 ΒΔ 所包长方形。 因为,由于正如 ΑΒ 对 ΒΓ 的比,等于 ΑΔ 对 ΔΓ 的比,合比、取前项之半、并反之,因此正如 ΒΕ 对 ΕΓ 的比,等于 ΕΓ对 ΕΔ 的比;因此 ΒΕ 与 ΕΔ 所包长方形等于 ΕΓ 上的正方形。减去公共的 ΔΕ 上的正方形;因此余下的 ΒΔ 与 ΔΕ 所包长方形等于 ΑΔ 与 ΔΓ 所包长方形。再者,ΒΕ 与 ΕΔ 所包长方形等于 ΕΓ 上的正方形。将两者均从 ΒΕ 上的正方形中减去;因此余下的 ΑΒ 与 ΒΓ 所包长方形等于 ΕΒ 与 ΒΔ 所包长方形。 但现在设 ΒΔ 与 ΔΕ 所包长方形等于 ΑΔ 与 ΔΓ 所包长方形,且在 Ε 处平分 ΓΑ;求证正如 ΑΒ 对 ΒΓ 的比,等于 ΑΔ 对 ΔΓ 的比。 因为由于 ΒΔ 与 ΔΕ 所包长方形等于 ΑΔ 与 ΔΓ 所包长方形,加上公共的 ΔΕ 上的正方形;因此整体的 ΒΕ 与 ΕΔ 所包长方形等于 ΓΕ 上的正方形。成比例、反之、前项加倍、并分比,因此正如 ΑΒ 对 ΒΓ 的比,等于 ΑΔ 对 ΔΓ 的比。

§6.35

λε΄. Τούτων ὄντων ἔστω κύκλος ὁ περὶ διάμετρον τὴν ΑΒ, καὶ ἐκβεβλήσθω ἡ ΑΒ, ἔστω δὲ ἐπὶ τυχοῦσαν τὴν ΔΕ κάθετος, καὶ πεποιήσθω, ὡς ἡ ΑΖ πρὸς τὴν ΖΒ, οὕτως ἡ ΑΗ πρὸς τὴν ΗΒ· ὅτι πάλιν, οἷον ἐὰν ἐπὶ τῆς ΕΔ σημεῖον ληφθῇ ὡς τὸ Ε, καὶ ἐπιζευχθεῖσα ἡ ΕΗ ἐκβληθῇ ἐπὶ τὸ Θ, γίνεται, ὡς ἡ ΘΕ πρὸς τὴν ΕΚ, οὕτως ἡ ΘΗ πρὸς τὴν ΗΚ. εἰλήφθω τὸ κέντρον τοῦ κύκλου τὸ Λ, καὶ ἀπὸ τοῦ Λ ἐπὶ τὴν ΕΘ κάθετος ἤχθω ἡ ΛΜ· ἴση ἄρα ἐστὶν ἡ ΚΜ τῇ ΜΘ. ἐπεὶ δὲ ὀρθή ἐστιν ἑκατέρα τῶν Μ, Ζ γωνιῶν, ἐν κύκλῳ ἐστὶν τὰ Ε, Ζ, Λ, Μ σημεῖα· τὸ ἄρα ὑπὸ ΖΗΛ ἴσον ἐστὶν τῷ ὑπὸ τῶν ΕΗΜ. ἀλλὰ τὸ ὑπὸ τῶν ΖΗΛ ἴσον ἐστὶν τῷ ὑπὸ τῶν ΑΗΒ διὰ τὸ εἶναι, ὡς τὴν ΑΖ πρὸς τὴν ΖΒ, οὕτως τὴν ΑΗ πρὸς τὴν ΗΒ, καὶ τετμῆσθαι τὴν ΑΒ δίχα κατὰ τὸ Λ· καὶ τὸ ὑπὸ τῶν ΕΗΜ ἄρα ἴσον ἐστὶν τῷ ὑπὸ τῶν ΑΗΒ, τουτέστιν· ἐν κύκλῳ γάρ·3 τῷ ὑπὸ τῶν ΘΗΚ. καὶ τέτμηται δίχα ἡ ΘΚ κατὰ τὸ Μ· διὰ δὴ τὸ προγεγραμμένον γίνεται, ὡς ἡ ΘΕ πρὸς τὴν ΕΚ, οὕτως ἡ ΘΗ πρὸς τὴν ΗΚ.

35. 在这些情况下,设有一圆其直径为 ΑΒ,延长 ΑΒ,并向任意(直线)ΔΕ引垂线,且使正如 ΑΖ 对 ΖΒ 的比,等于 ΑΗ对 ΗΒ 的比;求证再次得出,如果在 ΕΔ 上取任意点如 Ε,连接 ΕΗ 并延长至 Θ,则正如 ΘΕ 对 ΕΚ 的比,等于 ΘΗ 对 ΗΚ 的比。 取圆心为 Λ,从 Λ 向 ΕΘ 引垂线 ΛΜ;因此ΚΜ 等于 ΜΘ。由于角 Μ、Ζ 各自是直角,所以点 Ε、Ζ、Λ、Μ 共圆;因此 ΖΗ 与 ΗΛ 所包长方形等于 ΕΗ 与 ΗΜ 所包长方形。但是 ΖΗ 与 ΗΛ 所包长方形等于 ΑΗ 与 ΗΒ 所包长方形,因为正如ΑΖ 对 ΖΒ 的比,等于 ΑΗ 对 ΗΒ 的比,且 ΑΒ 在 Λ 处被平分;因此 ΕΗ 与 ΗΜ 所包长方形也等于 ΑΗ 与 ΗΒ 所包长方形,即——因为它们在圆上——等于 ΘΗ 与 ΗΚ 所包长方形。且ΘΚ 在 Μ 处被平分;因此由前文所写,正如 ΘΕ 对 ΕΚ 的比,等于 ΘΗ 对 ΗΚ 的比。

语法注3 条
  1. 6.33τῷ ἀπὸ ΖΗ τετραγώνῳ

    此处省略了单词 ΖΗ,应理解为“在 ΖΗ 上的正方形”。这可由前文“使 ΖΗ 上的正方形等于 ΑΖ 与 ΖΒ 所包长方形”中建立的等量关系清楚推得。

  2. 6.34συνθέντι καὶ τὰ ἡμίση τῶν ἡγουμένων καὶ ἀναστρέψαντι

    此处描述了比例变换的过程:“合比、取前项之半、并反之”。它详细说明了比例操纵的几何步骤,即从 (A+B):B = (C+D):D 开始,将前项减半并交换比的项。

  3. 6.35ἐν κύκλῳ γάρ

    一个表示原因的插入语:“因为它们共圆(即在同一个圆上)”。这指的是点 Ε、Ζ、Λ、Μ 共圆的事实,从而证明了应用相交弦定理(长方形的等同性)的合理性。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(10 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — patch 5 处
  • 2026-11-24 AI校阅 — 译文 5 处
urn:cts:greekLit:tlg1799.tlg016.humanitext-grc1:6.33-6.35