← 欧几里得

残篇

§6.29-6.32

给定弧上折线比的引法与圆的性质

第 6.29 节讨论了在给定圆弧上引出具有给定比的折线的问题及其尺规作图,第 6.30 至 6.32 节则阐述了关于圆的几何性质以及三角形等积的命题。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.29

κθ΄. Τμήματος δοθέντος τοῦ ἐπὶ τῆς ΑΒ κλάσαι εὐθεῖαν τὴν ΑΓΒ1 ἐν λόγῳ τῷ δοθέντι. γεγονέτω, καὶ διήχθω ἀπὸ τοῦ Γ ἐφαπτομένη ἡ ΓΔ· ὡς ἄρα τὸ ἀπὸ ΑΓ πρὸς τὸ ἀπὸ ΒΓ, οὕτως ἡ ΑΔ πρὸς ΔΒ. λόγος δὲ τοῦ ἀπὸ ΑΓ πρὸς τὸ ἀπὸ ΓΒ δοθείς· ὥστε καί ὁ τῆς ΑΔ πρὸς τὴν ΒΔ δοθείς. καί ἐστιν δύο δοθέντα τὰ Α, Β· δοθὲν ἄρα ἐστὶν τὸ Δ· ὥστε καὶ τὸ Γ δοθέν. Συντεθήσεται δὴ τὸ πρόβλημα οὕτως. ἔστω τὸ μὲν τμῆμα τὸ ΑΒΓ, ὁ δὲ λόγος ὁ τῆς Ε πρὸς τὴν Ζ, καὶ πεποιήσθω, ὡς τὸ ἀπὸ Ε πρὸς τὸ ἀπὸ Ζ, οὕτως ἡ ΑΔ πρὸς τὴν ΔΒ, καὶ ἤχθω ἐφαπτομένη ἡ ΔΓ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΓ, ΓΒ. λέγω, ὅτι αἱ ΑΓ, ΓΒ ποιοῦσι τὸ πρόβλημα. ἐπεὶ γάρ ἐστιν, ὡς τὸ ἀπὸ Ε πρὸς τὸ ἀπὸ Ζ, οὕτως ἡ ΑΔ πρὸς τὴν ΔΒ, ὡς δὲ ἡ ΑΔ πρὸς τὴν ΔΒ, οὕτως τὸ ἀπὸ ΑΓ πρὸς τὸ ἀπὸ ΓΒ διὰ τὸ ἐφάπτεσθαι τὴν ΓΔ, καὶ ὡς ἄρα τὸ ἀπὸ Ε πρὸς τὸ ἀπὸ Ζ, οὕτως τὸ ἀπὸ ΑΓ πρὸς τὸ ἀπὸ ΓΒ· ὥστε καί, ὡς ἡ Ε πρὸς τὴν Ζ, οὕτως ἡ ΑΓ πρὸς τὴν ΓΒ. ἡ ΑΓΒ ἄρα ποιεῖ τὸ πρόβλημα.

​29. 在 ΑΒ 上给定的圆弧上,引一条具有给定比的折线 ΑΓΒ。 设已作,并从 Γ 引切线 ΓΔ;因此,正如 ΑΓ 的平方对 ΒΓ 的平方的比,等于 ΑΔ 对ΔΒ 的比。而 ΑΓ 的平方对 ΓΒ 的平方的比是给定的;因此 ΑΔ 对 ΒΔ 的比也是给定的。且有两个给定的点 Α、Β;因此 Δ 也是给定的;从而 Γ 也是给定的。 此问题将如此构造:设圆弧为 ΑΒΓ,比为 Ε 对 Ζ 的比,并使正如 Ε 的平方对 Ζ 的平方的比,等于 ΑΔ 对 ΔΒ 的比,引切线 ΔΓ,并连接 ΑΓ、ΓΒ。我断言,ΑΓ、ΓΒ 满足该问题。 因为,由于正如 Ε 的平方对 Ζ 的平方的比,等于ΑΔ 对 ΔΒ 的比,而正如 ΑΔ 对 ΔΒ 的比,由于 ΓΔ 是切线,等于 ΑΓ 的平方对 ΓΒ 的平方的比;因此,正如 Ε 的平方对 Ζ 的平方的比,等于 ΑΓ 的平方对 ΓΒ 的平方的比;从而,正如 Ε 对 Ζ 的比,等于 ΑΓ 对 ΓΒ 的比。因此,折线 ΑΓΒ 满足该问题。

§6.30

λ΄. Κύκλος, οὗ διάμετρος ἡ ΑΒ, καὶ ἀπὸ τυχόντος ἐπ’ αὐτὴν κάθετος ἡ ΔΕ, διήχθω ἡ ΔΖ, ἐπεζεύχθω ἡ ΕΖ καὶ ἐκβεβλήσθω, καί, καθ’ ὃ συμπίπτει τῇ διαμέτρῳ, ἔστω τὸ Η· ὅτι ἐστίν, ὡς ἡ ΑΗ πρὸς τὴν ΗΒ, οὕτως ἡ ΑΘ πρὸς τὴν ΘΒ. ἐπεζεύχθωσαν αἱ ΔΑ, ΑΕ, ΑΖ. ἐπεὶ οὖν ἐπὶ διάμετρον κάθετος ἡ ΔΕ, ἴση ἐστὶν ἡ ὑπὸ ΔΑΒ2 τῇ ὑπὸ ΒΑΕ. ἀλλ’ ἡ ὑπὸ ΔΑΒ τῇ ἐν τῷ αὐτῷ τμήματι ἴση ἐστὶν τῇ ὑπὸ ΘΖΒ, ἡ δὲ ὑπὸ ΒΑΕ ἴση ἐστὶν τῇ ἐκτὸς τετραπλεύρου τῇ ὑπὸ ΒΖΗ· καὶ ἡ ὑπὸ ΘΖΒ ἄρα γωνία ἴση ἐστὶν τῇ ὑπὸ ΒΖΗ. καί ἐστιν ὀρθὴ ἡ ὑπὸ ΑΖΒ γωνία· διὰ δὴ τὸ λῆμμα γίνεται, ὡς ἡ ΑΗ πρὸς τὴν ΗΒ, οὕτως ἡ ΑΘ πρὸς τὴν ΒΘ.

30. 设有一圆,其直径为 ΑΒ,并从其上任意点向直径下引垂线 ΔΕ,引 ΔΖ,连接 ΕΖ 并延长,设其与直径相交于 Η;求证正如 ΑΗ 对 ΗΒ 的比,等于 ΑΘ 对 ΘΒ 的比。 连接 ΔΑ、ΑΕ、ΑΖ。 既然 ΔΕ 是直径的垂线,所以角 ΔΑΒ 等于角 ΒΑΕ。但是角 ΔΑΒ 等于同弧上的角 ΘΖΒ,而角 ΒΑΕ 等于内接四角形的外角 ΒΖΗ;因此角 ΘΖΒ 也等于角 ΒΖΗ。且角 ΑΖΒ 是直角;因此由引理可知,正如 ΑΗ 对 ΗΒ 的比,等于 ΑΘ 对 ΘΒ 的比。

§6.31

λα΄. Ἡμικύκλιον τὸ ἐπὶ τῆς ΑΒ, καὶ ἀπὸ τῶν Α, Β σημείων τῇ ΑΒ πρὸς ὀρθὰς γωνίας εὐθεῖαι γραμμαὶ ἤχθωσαν αἱ ΒΔ, ΑΕ, καὶ ἤχθω τυχοῦσα ἡ ΔΕ, καὶ ἀπὸ τοῦ Ζ τῇ ΔΕ πρὸς ὀρθὰς γωνίας εὐθεῖα γραμμὴ ἡ ΖΗ συμπιπτέτω τῇ ΑΒ κατὰ τὸ Η· ὅτι τὸ ὑπὸ τῶν ΑΕ, ΒΔ ἴσον ἐστὶν τῷ ὑπὸ τῶν ΑΗΒ. ὅτι ἄρα ἐστίν,3 ὡς ἡ ΕΑ πρὸς τὴν ΑΗ, οὕτως ἡ ΗΒ πρὸς τὴν ΒΔ. περὶ ἴσας γωνίας ἀνάλογόν εἰσιν αἱ πλευραί· ὅτι ἄρα ἴση ἐστὶν ἡ ὑπὸ τῶν ΑΗΕ γωνία τῇ ὑπὸ τῶν ΒΔΗ γωνίᾳ. ἀλλὰ ἡ μὲν ὑπὸ ΑΗΕ ἴση ἐστὶν ἐν τῷ αὐτῷ τμήματι τῇ ὑπὸ ΑΖΕ, ἡ δὲ ὑπὸ ΒΔΗ πάλιν ἐν τῷ αὐτῷ τμήματι τῇ ὑπὸ ΒΖΗ· ὅτι ἄρα ἴση ἐστὶν ἡ ὑπὸ ΑΖΕ γωνία τῇ ὑπὸ ΒΖΗ γωνίᾳ. ἔστιν δέ· ὀρθὴ γάρ ἐστιν ἑκατέρα τῶν ὑπὸ ΑΖΒ, ΕΖΗ γωνιῶν.

​31. 设在 ΑΒ 上有一半圆,从点 Α、Β 向 ΑΒ 引垂线 ΒΔ、ΑΕ,引任意直线 ΔΕ,并从 Ζ 引与 ΔΕ 成直角的直线 ΖΗ 交 ΑΒ 于 Η;求证 ΑΕ 与 ΒΔ 所包长方形等于 ΑΗ 与 ΗΒ 所包长方形。 即,正如 ΕΑ 对 ΑΗ 的比,等于 ΗΒ 对ΒΔ 的比。等角两旁的边成比例;因此角 ΑΗΕ 等于角 ΒΔΗ。但是角 ΑΗΕ 在同弧上等于角 ΑΖΕ,而角 ΒΔΗ 又在同弧上等于角 ΒΖΗ;因此角 ΑΖΕ 等于角 ΒΖΗ。而事实确实如此;因为角 ΑΖΒ、ΕΖΗ 各自都是直角。

§6.32

λβ΄. Τρίγωνον τὸ ΑΒΓ ἴσην ἔχον τὴν ΑΒ τῇ ΑΓ, καὶ ἐκβεβλήσθω ἡ ΑΒ ἐπὶ τὸ Δ, καὶ ἀπὸ τοῦ Δ διήχθω ἡ ΔΕ ποιοῦσα ἴσον τὸ ΒΔΕ τρίγωνον τῷ ΑΒΓ τριγώνῳ· ὅτι, ἐὰν δίχα τμηθῇ μία τῶν ἴσων πλευρῶν ἡ πρὸς τῷ ἴσῳ τριγώνῳ τῇ ΒΖ, γίνεται, ὡς συναμφότερος ἡ ΖΒΗ πρὸς τὴν ΖΗ, οὕτως τὸ ἀπὸ ΑΖ τετράγωνον πρὸς τὸ ἀπὸ ΖΘ τετράγωνον. ἤχθω διὰ τοῦ Β τῇ ΔΕ παράλληλος ἡ ΒΚ, καὶ ἐκβεβλήσθω ἡ ΑΓ ἐπὶ τὸ Κ· ὅτι ἄρα ἐστίν, ὡς συναμφότερος ἡ ΖΚ, ΚΘ πρὸς τὴν ΖΘ, τουτέστιν τὸ ὑπὸ συναμφοτέρου τῆς ΖΚ, ΚΘ καὶ τῆς ΖΘ πρὸς τὸ ἀπὸ ΖΘ, οὕτως τὸ ἀπὸ ΑΖ τετράγωνον πρὸς τὸ ἀπὸ ΖΘ τετράγωνον. τὸ δὴ ὑπὸ συναμφοτέρου τῆς ΖΚΘ καὶ τῆς ΖΘ, τουτέστιν ἡ τῶν ἀπὸ ΖΚ, ΚΘ ὑπεροχή, ἴση ἐστὶν τῷ ἀπὸ ΑΖ· ἡ ἄρα τῶν ἀπὸ ΚΖ, ΖΑ ὑπεροχή ἐστιν τὸ ἀπὸ ΚΘ. ἀλλὰ ἡ τῶν ἀπὸ ΚΖ, ΖΑ ὑπεροχή ἐστιν τὸ ὑπὸ ΓΚΑ· ὅτι ἄρα τὸ ὑπὸ ΓΚΑ ἴσον ἐστὶν τῷ ἀπὸ ΘΚ· ὅτι ἄρα ἐστίν, ὡς ἡ ΓΚ πρὸς τὴν ΚΘ, τουτέστιν ὡς ἡ ΓΒ πρὸς τὴν ΒΕ, οὕτως ἡ ΚΘ πρὸς τὴν ΚΑ, τουτέστιν ἡ ΔΒ πρὸς τὴν ΒΑ. ἔστιν δέ· παράλληλος γάρ ἐστιν ἡ ΑΕ τῇ ΔΓ, ἐπειδὴ τὸ ΔΒΕ τρίγωνον ἴσον ἐστὶν τῷ ΑΒΓ τριγώνῳ, κοινοῦ δ’ ἀφαιρουμένου4 τοῦ ΑΒΕ λοιπὸν τὸ ΔΑΕ λοιπῷ τῷ ΑΓΕ ἐστιν ἴσον καί ἐστιν ἐπὶ τῆς αὐτῆς βάσεως.

32. 设有三角形 ΑΒΓ,其 ΑΒ 等于 ΑΓ,延长 ΑΒ 至 Δ,并从 Δ 引 ΔΕ,使三角形 ΒΔΕ 等于三角形 ΑΒΓ;求证,若等边之一、即靠近相等三角形的那条边被 ΒΖ 平分,则正如 ΖΒ 与 ΒΗ 之和对 ΖΗ 的比,等于 ΑΖ 的平方对 ΖΘ 的平方的比。过 Β 引平行于 ΔΕ 的直线 ΒΚ,并延长 ΑΓ 至 Κ;因此须证,正如 ΖΚ 与 ΚΘ 之和对 ΖΘ 的比,即 ΖΚ 与 ΚΘ 之和与 ΖΘ 所包长方形对 ΖΘ 的平方的比,等于 ΑΖ 的平方对 ΖΘ 的平方的比。而 ΖΚ 与 ΚΘ 之和与 ΖΘ 所包长方形,即 ΖΚ 与 ΚΘ 的平方之差,等于 ΑΖ 的平方;因此 ΚΖ 与 ΖΑ 的平方之差是 ΚΘ 的平方。但 ΚΖ 与 ΖΑ 的平方之差是 ΓΚ 与 ΚΑ 所包长方形;因此须证 ΓΚ 与 ΚΑ 所包长方形等于 ΘΚ 的平方;因此须证,正如 ΓΚ 对 ΚΘ 的比,即 ΓΒ 对 ΒΕ 的比,等于 ΚΘ 对 ΚΑ 的比,即 ΔΒ 对 ΒΑ 的比。而事实确实如此;因为 ΑΕ 平行于 ΔΓ,既然三角形 ΔΒΕ 等于三角形 ΑΒΓ,减去公共的 ΑΒΕ 后,余下的 ΔΑΕ 等于余下的 ΑΓΕ,且它们在相同的底边上。

语法注4 条
  1. 6.29κλάσαι εὐθεῖαν τὴν ΑΓΒ

    动词 κλάω(折,弯曲)在几何学中指将直线在某点(此处为 Γ,形成 ΑΓ 和 ΓΒ)折弯引出。ἐν λόγῳ τῷ δοθέντι 意为这两个折线段 ΑΓ 与 ΓΒ(或其平方)的比是给定的。

  2. 6.30ἡ ὑπὸ ΔΑΒ

    通常 ἡ ὑπὸ [直线] καὶ [直线] γωνία 表示“……所夹的角”;此处字母 Δ 被用作点的名称,意为“由点 Δ、Α、Β 所构成的角”(角 ΔΑΒ)。随后的 ἡ ὑπὸ ΘΖΒ(角 ΘΖΒ)也采用同样的构造。

  3. 6.31ὅτι ἄρα ἐστίν

    此处的连词 ὅτι 重新提出证明的目标(即“即,……比等于……”),或者断言由前述等式导出的比例关系。它标志着向基于几何定理 περὶ ἴσας γωνίας(等角两旁)进行变形的过渡。

  4. 6.32κοινοῦ δ’ ἀφαιρουμένου

    属格独立分词结构。主语是 τοῦ ΑΒΕ,表示“当减去公共的(图形)ΑΒΕ时”这一条件。这是一个脱离上下文的简短残篇,展示了典型的等量几何推导。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(22 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — insert 1 处
  • 2026-11-24 AI校阅 — 注 1 处
  • 2026-11-24 AI校阅 — patch 5 处
  • 2026-11-24 AI校阅 — 译文 14 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg016.humanitext-grc1:6.29-6.32