← 欧几里得

残篇

§6.1-6.2

关于直线平行与共线性的引理

欧几里得《副论》第一卷和第二卷相关引理的证明。在第一个引理中,利用平行线性质和复比证明了直线的平行性;在第二个引理中,证明了三点共线。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.1

α΄. Ἔστω καταγραφὴ ἡ ΑΒΓΔΕΖΗ, καὶ ἔστω, ὡς ἡ ΑΖ πρὸς τὴν ΖΗ, οὕτως ἡ ΑΔ πρὸς τὴν ΔΓ, καὶ ἐπεζεύχθω ἡ ΘΚ· ὅτι παράλληλός ἐστιν ἡ ΘΚ τῇ ΑΓ.1 ἤχθω διὰ τοῦ Ζ τῇ ΒΔ παράλληλος ἡ ΖΛ. ἐπεὶ οὖν ἐστιν, ὡς ἡ ΑΖ πρὸς τὴν ΖΗ, οὕτως ἡ ΑΔ πρὸς τὴν ΔΓ, ἀνάπαλιν καὶ συνθέντι καὶ ἐναλλάξ2 ἐστιν, ὡς ἡ ΔΑ πρὸς τὴν ΑΖ, τουτέστιν ἐν παραλλήλῳ ὡς ἡ ΒΑ πρὸς τὴν ΑΛ, οὕτως ἡ ΓΑ πρὸς τὴν ΑΗ· παράλληλος ἄρα ἐστὶν ἡ ΛΗ τῇ ΒΓ. ἔστιν ἄρα, ὡς ἡ ΕΒ πρὸς τὴν ΒΛ, οὕτως ἐν παραλλήλῳ ἡ ΕΘ πρὸς τὴν ΘΗ. ἔστι δὲ καί, ὡς ἡ ΕΒ πρὸς τὴν ΒΛ, οὕτως ἐν παραλλήλῳ ἡ ΕΚ πρὸς τὴν ΚΖ· καὶ ὡς ἄρα ἡ ΕΚ πρὸς τὴν ΚΖ, οὕτως ἐστὶν ἡ ΕΘ πρὸς τὴν ΘΗ. παράλληλος ἄρα ἐστὶν ἡ ΘΚ τῇ ΑΓ. Διὰ δὲ τοῦ συνημμένου οὕτως· ἐπεί ἐστιν, ὡς ἡ ΑΖ πρὸς τὴν ΖΗ, οὕτως ἡ ΑΔ πρὸς τὴν ΔΓ, ἀνάπαλίν ἐστιν, ὡς ἡ ΗΖ πρὸς τὴν ΖΑ, οὕτως ἡ ΓΔ πρὸς τὴν ΔΑ. συνθέντι καὶ ἐναλλὰξ καὶ ἀναστρέψαντί ἐστιν, ὡς ἡ ΑΔ πρὸς τὴν ΔΖ, οὕτως ἡ ΑΓ πρὸς τὴν ΓΗ. ἀλλ’ ὁ μὲν τῆς ΑΔ πρὸς τὴν ΔΖ συνῆπται3 ἔκ τε τοῦ τῆς ΑΒ πρὸς τὴν ΒΕ καὶ τοῦ τῆς ΕΚ πρὸς τὴν ΚΖ, ὁ δὲ τῆς ΑΓ πρὸς τὴν ΓΗ ἔκ τε τοῦ τῆς ΑΒ πρὸς τὴν ΒΕ καὶ τοῦ τῆς ΕΘ πρὸς τὴν ΘΗ· ὁ ἄρα συνημμένος λόγος ἔκ τε τοῦ, ὃν ἔχει ἡ ΑΒ πρὸς τὴν ΒΕ, καὶ ἡ ΕΚ πρὸς τὴν ΚΖ, ὁ αὐτός ἐστιν τῷ συνημμένῳ ἔκ τε τοῦ, ὃν ἔχει ἡ ΑΒ πρὸς τὴν ΒΕ, καὶ ἡ ΕΘ πρὸς τὴν ΘΗ. καὶ κοινὸς ἐκκεκρούσθω ὁ τῆς ΑΒ πρὸς τὴν ΒΕ λόγος· λοιπὸν ἄρα ὁ τῆς ΕΚ πρὸς τὴν ΚΖ λόγος ὁ αὐτός ἐστιν τῷ τῆς ΕΘ πρὸς τὴν ΘΗ. παράλληλος ἄρα ἐστὶν ἡ ΘΚ τῇ ΑΓ.

​1. 设图为 ΑΒΓΔΕΖΗ,且设 ΑΖ 对 ΖΗ 的比等于 ΑΔ 对 ΔΓ 的比,并连接ΘΚ;(求证)ΘΚ 平行于 ΑΓ。 过 Ζ 作平行于 ΒΔ 的直线 ΖΛ。 因为,当 ΑΖ对 ΖΗ 的比等于 ΑΔ 对 ΔΓ 的比时,通过反比、合比与更比,ΔΑ 对 ΑΖ 的比——也就是在平行线中ΒΑ 对 ΑΛ 的比——等于 ΓΑ 对 ΑΗ 的比;因此ΛΗ 平行于 ΒΓ。因此,ΕΒ 对 ΒΛ 的比等于在平行线中 ΕΘ 对 ΘΗ 的比。但是,ΕΒ 对 ΒΛ 的比也等于在平行线中 ΕΚ 对 ΚΖ 的比;因此,ΕΚ 对ΚΖ 的比等于 ΕΘ 对 ΘΗ 的比。因此 ΘΚ 平行于 ΑΓ。 而通过复比则如下:因为 ΑΖ 对 ΖΗ 的比等于 ΑΔ 对 ΔΓ 的比,通过反比,ΗΖ 对 ΖΑ 的比等于 ΓΔ 对ΔΑ 的比。通过合比、更比和反转比,ΑΔ 对 ΔΖ 的比等于 ΑΓ 对 ΓΗ 的比。但是,ΑΔ 对 ΔΖ 的比是由 ΑΒ 对 ΒΕ 的比与 ΕΚ 对 ΚΖ 的比合成的,而 ΑΓ 对 ΓΗ 的比是由 ΑΒ 对 ΒΕ 的比与ΕΘ 对 ΘΗ 的比合成的。因此,由 ΑΒ 对 ΒΕ 的比和 ΕΚ 对 ΚΖ 的比所合成的比,与由 ΑΒ 对 ΒΕ 的比和 ΕΘ 对 ΘΗ 的比所合成的比相同。且让共同的 ΑΒ 对 ΒΕ 的比被消去;因此剩余的 ΕΚ 对 ΚΖ 的比与 ΕΘ 对 ΘΗ 的比相同。因此 ΘΚ 平行于 ΑΓ。

§6.2

Εἰς τὸ δεύτερον πόρισμα. β΄. Καταγραφὴ ἡ ΑΒΓΔΕΖΗΘ, ἔστω δὲ παράλληλος ἡ ΑΖ τῇ ΔΒ, ὡς δὲ ἡ ΑΕ πρὸς τὴν ΕΖ, οὕτως ἡ ΓΗ πρὸς τὴν ΗΖ· ὅτι εὐθεῖά ἐστιν ἡ διὰ τῶν Θ, Κ, Ζ. ἤχθω διὰ τοῦ Η παρὰ τὴν ΔΕ ἡ ΗΛ, καὶ ἐπιζευχθεῖσα ἡ ΘΚ ἐκβεβλήσθω ἐπὶ τὸ Λ. ἐπεὶ οὖν ἐστιν, ὡς ἡ ΑΕ πρὸς τὴν ΕΖ, οὕτως ἡ ΓΗ πρὸς τὴν ΗΖ, ἐναλλάξ ἐστιν, ὡς ἡ ΑΕ πρὸς τὴν ΓΗ, οὕτως ἡ ΕΖ πρὸς τὴν ΖΗ. ὡς δὲ ἡ ΑΕ πρὸς τὴν ΓΗ, οὕτως ἡ ΕΘ πρὸς τὴν ΗΛ· καὶ ὡς ἄρα ἡ ΕΖ πρὸς τὴν ΖΗ,4 οὕτως ἡ ΕΘ πρὸς τὴν ΗΛ. καί ἐστι παράλληλος ἡ ΕΘ τῇ ΗΛ· εὐθεῖα ἄρα ἐστὶν ἡ διὰ τῶν Θ, Λ, Ζ· ὅπερ ἔδει δεῖξαι.

对于第二个副论。 2. 设图为 ΑΒΓΔΕΖΗΘ,且设 ΑΖ 平行于 ΔΒ,且 ΑΕ 对 ΕΖ 的比等于 ΓΗ对 ΗΖ 的比;(求证)过 Θ, Κ, Ζ 的线是直线。 过 Η 作平行于 ΔΕ 的直线 ΗΛ,且连接 ΘΚ 并延长至 Λ。 因为 ΑΕ 对 ΕΖ 的比等于 ΓΗ 对 ΗΖ 的比,通过更比,ΑΕ 对 ΓΗ 的比等于ΕΖ 对 ΖΗ 的比。但是 ΑΕ 对 ΓΗ 的比等于 ΕΘ 对 ΗΛ 的比;因此 ΕΖ 对 ΖΗ 的比等于 ΕΘ 对 ΗΛ 的比。且 ΕΘ 平行于 ΗΛ;因此过 Θ, Λ, Ζ 的线是直线。这就是所要求证的。

语法注4 条
  1. 6.1ὅτι παράλληλός ἐστιν ἡ ΘΚ τῇ ΑΓ

    连词 ὅτι(“即”、“求证……”)引导需要证明的结论或命题陈述,是希腊数学文本中的标准公式。

  2. 6.1ἀνάπαλιν καὶ συνθέντι καὶ ἐναλλάξ

    这些是比例变换的数学术语:ἀνάπαλιν(反比,副词)、συνθέντι(合比,与格分词“相加”)、ἐναλλάξ(更比,副词),源自欧几里得《几何原本》第五卷中定义的比例性质。

  3. 6.1ὁ μὲν τῆς ΑΔ πρὸς τὴν ΔΖ συνῆπται

    省略了名词 λόγος(“比”),通过阳性定冠词 ὁ 以及属格短语(即“ΑΔ对ΔΖ的[比]”)来补全。动词 συνῆπται 是 συνάπτω 的完成时被动式,是比例“合成”(复比)的标准几何学术语。

  4. 6.2ὡς ἄρα ἡ Ε πρὸς τὴν ΖΕ

    此处的希腊文本存在源自手稿抄写错误的损坏。根据数学逻辑及前文(即 ΑΕ 对 ΓΗ 的比等于 ΕΖ 对 ΖΗ 的比,且等于 ΕΘ 对 ΗΛ 的比),原文应为 ἡ ΕΖ πρὸς τὴν ΖΗ(“由于 ΕΖ 对 ΖΗ 的比”),但在手稿中被误写或残损为 ἡ Ε πρὸς τὴν ΖΕ。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(12 处,最近 2026-11-24)
  • 2026-11-24 AI校阅 — 注 1 处
  • 2026-11-24 AI校阅 — patch 2 处
  • 2026-11-24 AI校阅 — 译文 8 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg1799.tlg016.humanitext-grc1:6.1-6.2