- 底本
- Euclid. Euclidis Opera Omnia, Volume 8. Menge, Heinrich, editor. Leipzig: Teubner, 1916.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg016.humanitext-grc1:5.1#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
帕普斯公式化地展示了欧几里得《副论集》中关于点之几何配置的定理(即帕普斯副论的前身),并列举了该书第一卷和第三卷中所含命题的分类与概要。
διὸ καὶ περιλαβεῖν ταύτας μιᾷ προτάσει ἐνδεχόμενον εὑρόντες οὕτως ἐγράψαμεν· ἐὰν ὑπτίου ἢ παρυπτίου1 τρία τὰ ἐπὶ μιᾶς σημεῖα ἢ παραλλήλου τῆς ἑτέρας τὰ δύο δεδομένα ᾖ, τὰ δὲ λοιπὰ πλὴν ἑνὸς ἅπτηται θέσει δεδομένης εὐθείας, καὶ τοῦθ’ ἅψεται θέσει δεδομένης εὐθείας. τοῦτ’ ἐπὶ τεσσάρων μὲν εὐθειῶν εἴρηται μόνων, ὧν οὐ πλείονες ἢ δύο διὰ τοῦ αὐτοῦ σημείου εἰσίν, ἀγνοεῖται δὲ ἐπὶ παντὸς τοῦ προτεινομένου πλήθους ἀληθὲς ὑπάρχον οὕτως λεγόμενον... τὸν δὲ Στοιχειωτὴν οὐκ εἰκὸς ἀγνοῆσαι τοῦτο, τὴν δ’ ἀρχὴν μόνην τάξαι. καὶ ἐπὶ πάντων δὲ τῶν πορισμάτων φαίνεται ἀρχὰς καὶ σπέρματα μόνα πλήθει πολλῶν καὶ μεγάλων καταβεβλημένος,2 ὧν τὰ γένη οὐ κατὰ τὰς τῶν ὑποθέσεων διαφορὰς διαστέλλειν δεῖ, ἀλλὰ κατὰ τὰς τῶν συμβεβηκότων καὶ ζητουμένων. αἱ μὲν γὰρ ὑποθέσεις ἅπασαι διαφέρουσιν ἀλλήλων εἰδικώταται οὖσαι, τῶν δὲ συμβαινόντων καὶ ζητουμένων ἕκαστον ἓν καὶ τὸ αὐτὸ ὂν πολλαῖς ὑποθέσεσι διαφόροις συμβέβηκε. ποιητέον οὖν ἐν μὲν τῷ πρώτῳ βιβλίῳ ταῦτα τὰ γένη τῶν ἐν ταῖς προτάσεσι ζητουμένων· ἐν ἀρχῇ μὲν τοῦ βιβλίου διάγραμμα τοῦτο· ἐὰν ἀπὸ δύο δεδομένων σημείων πρὸς θέσει δεδομένην εὐθεῖαι κλασθῶσιν, ἀποτέμνῃ δὲ μία ἀπὸ θέσει δεδομένης εὐθείας πρὸς τῷ ἐπ’ αὐτῆς δεδομένῳ σημείῳ, ἀποτεμεῖ καὶ ἡ ἑτέρα ἀπὸ ἑτέρας λόγον ἔχουσαν δοθέντα· ἐν δὲ τοῖς ἑξῆς· ὅτι τόδε τὸ σημεῖον ἅπτεται θέσει δεδομένης εὐθείας. ὅτι λόγος τῆσδε πρὸς τήνδε δοθείς. ὅτι λόγος τῆσδε πρὸς ἀποτομήν. ὅτι ἥδε θέσει δεδομένη ἐστίν. ὅτι ἥδε ἐπὶ δοθὲν νεύει. ὅτι λόγος τῆσδε πρός τινα ἀπὸ τοῦδε ἕως δοθέντος. ὅτι λόγος τῆσδε πρός τινα ἀπὸ τοῦδε κατηγμένην. ὅτι λόγος τοῦδε τοῦ χωρίου πρὸς τὸ ὑπὸ δοθείσης καὶ τῆσδε. ὅτι τοῦδε τοῦ χωρίου ὃ μέν τι δοθέν ἐστιν, ὃ δὲ λόγον ἔχει πρὸς ἀποτομήν. ὅτι τόδε τὸ χωρίον ἢ τόδε μετά τινος χωρίου δοθέν ἐστιν, ἐκεῖνο δὲ λόγον ἔχει πρὸς ἀποτομήν. ὅτι ἡ, μεθ’ ἧς πρὸς ἣν ἥδε λόγον ἔχει δοθέντα, λόγον ἔχει πρός τινα ἀπὸ τοῦδε ἕως δοθέντος. ὅτι τὸ ὑπὸ δοθείσης καὶ τῆσδε ἴσον ἐστὶν τῷ ὑπὸ3 δοθείσης καὶ τῆς ἀπὸ τοῦδε ἕως δοθέντος. ὅτι λόγος τῆσδε καὶ τῆσδε πρός τινα ἀπὸ τοῦδε ἕως δοθέντος. ὅτι ἥδε ἀποτέμνει ἀπὸ θέσει δεδομένων δοθὲν περιεχούσας. Ἐν δὲ τῷ δευτέρῳ βιβλίῳ ὑποθέσεις μὲν ἕτεραι, τῶν δὲ ζητουμένων τὰ μὲν πλείονα τὰ αὐτὰ τοῖς ἐν τῷ πρώτῳ βιβλίῳ, περισσὰ δὲ ταῦτα· ὅτι τόδε τὸ χωρίον ἢ τόδε μετὰ δοθέντος λόγον ἔχει πρὸς ἀποτομήν. ὅτι λόγος τοῦ ὑπὸ τῶνδε πρὸς ἀποτομήν. ὅτι λόγος τοῦ ὑπὸ συναμφοτέρων τῶνδε καὶ συναμφοτέρων τῶνδε πρὸς ἀποτομήν. ὅτι τὸ ὑπὸ τῆσδε καὶ συναμφοτέρου τῆσδε τε καὶ τῆς, πρὸς ἣν ἥδε λόγον ἔχει δοθέντα, καὶ τὸ ὑπὸ τῆσδε καὶ τῆς, πρὸς ἣν ἥδε λόγον ἔχει δοθέντα, λόγον ἔχει πρὸς ἀποτομήν. ὅτι λόγος συναμφοτέρου πρός τινα ἀπὸ τοῦδε ἕως δοθέντος. ὅτι δοθὲν τὸ ὑπὸ τῶνδε. Ἐν δὲ τῷ τρίτῳ βιβλίῳ αἱ μὲν πλείονες ὑποθέσεις ἐπὶ ἡμικυκλίων εἰσίν, ὀλίγαι δὲ ἐπὶ κύκλου καὶ τμημάτων, τῶν δὲ ζητουμένων τὰ μὲν πολλὰ παραπλήσια τοῖς ἔμπροσθεν, περισσὰ δὲ ταῦτα· ὅτι λόγος τοῦ ὑπὸ τῶνδε πρὸς τὸ ὑπὸ τῶνδε. ὅτι λόγος τοῦ ἀπὸ τῆσδε πρὸς ἀποτομήν. ὅτι τὸ ὑπὸ τῶνδε τῷ ὑπὸ δοθείσης καὶ τῆς ἀπὸ τοῦδε ἕως δοθέντος. ὅτι τὸ ἀπὸ τῆσδε τῷ ὑπὸ δοθείσης καὶ ἀπολαμβανομένης ὑπὸ καθέτου ἕως δοθέντος. ὅτι συναμφότερος ἥδε καὶ πρὸς ἣν ἥδε λόγον ἔχει δοθέντα λόγον ἔχει πρὸς ἀποτομήν. ὅτι ἔστιν τι δοθὲν σημεῖον, ἀφ’ οὗ αἱ ἐπιζευγνύμεναι ἐπὶ τούσδε δοθὲν περιέξουσι τῷ εἴδει τρίγωνον. ὅτι ἔστιν τι δοθὲν σημεῖον, ἀφ’ οὗ αἱ ἐπιζευγνύμεναι ἐπὶ τόνδε ἴσας ἀπολαμβάνουσι περιφερείας. ὅτι ἥδε ἤτοι παρὰ θέσει ἐστὶν ἢ μετά τινος εὐθείας ἐπὶ δοθὲν νευούσης δοθεῖσαν περιέχει γωνίαν. ἔχει δὲ τὰ τρία βιβλία τῶν Πορισμάτων λήμματα λη̄, αὐτὰ δὲ θεωρημάτων ἐστὶν ροᾱ. Πορισμάτων α΄ β΄ γ΄. Τοῦ πρώτου εἰς τὸ πρῶτον πόρισμα.
因此,我们发现可以用一个命题来囊括这些内容,便这样写道:“如果在凹形或准凹形(完全四边形配置)中,一条直线上的三个点被给出,或者在(其中一双)平行的情况下另一条直线上的两个点被给出,且除了一个点之外的其余点都落在位置给定的直线上,那么这最后一个点也将落在位置给定的直线上。”这仅是对四条直线而言的,其中不超过两条通过同一个点,但人们并不知道,当对任意提起的直线数量如此表述时,它也是成立的。但《几何原本》的作者不可能不知道这一点,而只是给出了它的开端。在所有的副论中,他似乎都只为许多重大事物奠定了开端和种子。这些事物的属不应根据假设的差异来区分,而应根据偶有属性和探求之物的差异来区分。因为所有的假设由于是最具体的,因而彼此各不相同,而在发生和被探求之物中,每一个虽然是同一的,却会随伴于许多不同的假设。因此,我们必须在第一卷中列出命题中被探求之物的这些属;在这一卷的开头有这样一个图(表述):“如果从两个给定的点向位置给定的直线折弯,且其中一条从位置给定的(直线)上向其上给定的点截取〔一段〕,那么另一条也将从另一〔直线〕上截取具有给定比的〔一段〕。”而在后续部分中,有以下这些:此点落在位置给定的直线上。此线段对此线段的比是给定的。此线段对截线的比〔存在〕。此线段在位置上是给定的。此线段趋向于给定的〔点〕。此线段对由此〔点〕至给定〔点〕的某〔线段〕的比〔存在〕。此线段对由此〔点〕引下的某〔线段〕的比〔存在〕。此面积对由给定〔线段〕与此线段围成的〔矩形〕的比〔存在〕。此面积中,一部分是某个给定的量,另一部分对截线有比。此面积,或此面积与某面积之和是给定的,而那个〔面积〕对截线有比。此线段与此线段对之有给定比的〔线段〕之和,对由此〔点〕至给定〔点〕的某〔线段〕有比。由给定〔线段〕与此线段围成的〔矩形〕,等于由给定〔线段〕与由此〔点〕至给定〔点〕的〔线段〕围成的〔矩形〕。此线段与此线段对由此〔点〕至给定〔点〕的某〔线段〕的比〔存在〕。此线段从位置给定的〔直线〕上截取围成给定〔矩形〕的〔线段〕。而在第二卷中,假设是不同的,但在探求之物中,大多数与第一卷中的相同,而以下是额外的: 此面积,或此面积与给定(面积)之和对截线有比。 由这些线段围成的(矩形)对截线的比(存在)。 由这些(两线段)之和与这些(两线段)之和围成的(矩形)对截线的比(存在)。 由此线段与此线段及此线段(其对此线段有给定比)之和围成的(矩形),以及由此线段与此线段(其对此线段有给定比)围成的(矩形)之和,对截线有比。 (两线段)之和对此(点)至给定(点)的(线分)的比(存在)。 由这些线段围成的(矩形)被给出。 而在第三卷中,大多数假设是在半圆上,少数在圆和弓形上,在探求之物中,许多与前述相似,但以下是额外的: 由这些线段围成的(矩形)对由这些线段围成的(矩形)的比(存在)。 以此线段为边的正方形对截线的比(存在)。 由这些线段围成的(矩形)等于由给定(线段)与由此(点)至给定(点)的(线段)围成的(矩形)。 以此线段为边的正方形等于由给定(线段)与由垂线至给定(点)所截取的(线段)围成的(矩形)。 此线段与此线段(其对此线段有给定比)之和对截线有比。 存在某个给定的点,从该点连接到这些(点)的直线将围成一个在形状上给定的三角形。 存在某个给定的点,从该点连接到此(点)的直线截取相等的弧。 此线段或在位置上平行,或与趋向于给定(点)的某直线围成给定的角。 副论三卷共有引理38个,定理本身有171个。 《副论集》第一、二、三卷。第一卷的,关于第一个副论。
- 5.1ὑπτίου ἢ παρυπτίου
指由完全四边形构成的特定几何配置的术语。此处意为“凹形或准凹形的(四边形配置)”,用于分类多条直线的相交模式。
- 5.1καταβεβλημένος
现在完成时中/被动分词 καταβεβλημένος 与 φαίνεται 结合,形成人称结构(“他似乎奠定了……”)。主语承接自前句中的 τὸν δὲ Στοιχειωτὴν(《几何原本》的作者)。
- 5.1τῷ ὑπὸ
在数学命题 XXIII 和 XXIV 中,动词或形容词 ἴσον(“等于”)被省略,从而导出了与格的含义“[等于]由……围成的矩形”。这是古典希腊语数学文献中极其常见的省略表达。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(18 处,最近 2026-11-24)
- 2026-11-24 AI校阅 — patch 3 处
- 2026-11-24 AI校阅 — 译文 15 处
