- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:9.prop.4-9.prop.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
证明了两个立方数相乘仍为立方数(命题4)、立方数乘以某数若为立方数则该数亦为立方数(命题5)、自乘得立方数的数本身亦为立方数(命题6),以及合数与某数的乘积为立体数(命题7)。
ἐὰν κύβος ἀριθμὸς κύβον ἀριθμὸν πολλαπλασιάσας ποιῇ τινα, ὁ γενόμενος κύβος ἔσται. κύβος γὰρ ἀριθμὸς ὁ Α κύβον ἀριθμὸν τὸν Β πολλαπλασιάσας τὸν Γ ποιείτω· λέγω, ὅτι ὁ Γ κύβος ἐστίν. ὁ γὰρ Α ἑαυτὸν πολλαπλασιάσας τὸν Δ ποιείτω· ὁ Δ ἄρα κύβος ἐστίν. καὶ ἐπεὶ ὁ Α ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Δ πεποίηκεν, τὸν δὲ Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Δ πρὸς τὸν Γ. καὶ ἐπεὶ οἱ Α, Β κύβοι εἰσίν, ὅμοιοι στερεοί εἰσιν οἱ Α, Β. τῶν Α, Β ἄρα δύο μέσοι ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί· ὥστε καὶ τῶν Δ, Γ δύο μέσοι ἀνάλογον ἐμπεσοῦνται ἀριθμοί. καί ἐστι κύβος ὁ Δ· κύβος ἄρα καὶ ὁ Γ· ὅπερ ἔδει δεῖξαι.
如果一个立方数乘以一个立方数得到某个数,那么所产生的数将是立方数。 因为设立方数 Α 乘以立方数 Β 得到 Γ;我声称,Γ 是立方数。 因为设 Α 乘以自身得到 Δ;因此 Δ 是立方数。由于 Α 乘以自身得到了 Δ,而乘以 Β 得到了Γ,所以,Α 对 Β 就像 Δ 对 Γ。又由于 Α、Β 是立方数,所以 Α、Β 是相似的立体数。因此在 Α、Β 之间有两个连续成比例的数插入;所以,在 Δ、Γ 之间也将有两个连续成比例的数插入。而Δ 是立方数;因此 Γ 也是立方数;这即是所要求证的。
ἐὰν κύβος ἀριθμὸς ἀριθμόν τινα πολλαπλασιάσας κύβον ποιῇ, καὶ ὁ πολλαπλασιασθεὶς κύβος ἔσται. κύβος γὰρ ἀριθμὸς ὁ Α ἀριθμόν τινα τὸν Β πολλαπλασιάσας κύβον τὸν Γ ποιείτω· λέγω, ὅτι ὁ Β κύβος ἐστίν. ὁ γὰρ Α ἑαυτὸν πολλαπλασιάσας τὸν Δ ποιείτω· κύβος ἄρα ἐστίν ὁ Δ. καὶ ἐπεὶ ὁ Α ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Δ πεποίηκεν, τὸν δὲ Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, ὁ Δ πρὸς τὸν Γ. καὶ ἐπεὶ οἱ Δ, Γ κύβοι εἰσίν, ὅμοιοι στερεοί εἰσιν. τῶν Δ, Γ ἄρα δύο μέσοι ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί. καί ἐστιν ὡς ὁ Δ πρὸς τὸν Γ, οὕτως ὁ Α πρὸς τὸν Β· καὶ τῶν Α, Β ἄρα δύο μέσοι ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί. καί ἐστι κύβος ὁ Α· κύβος ἄρα ἐστὶ καὶ ὁ Β· ὅπερ ἔδει δεῖξαι.
如果一个立方数乘以某个数得到立方数,那么被乘的数也将是立方数。 因为设立方数 Α 乘以某个数 Β 得到立方数 Γ;我声称,Β 是立方数。 因为设 Α 乘以自身得到 Δ;因此 Δ 是立方数。由于 Α 乘以自身得到了 Δ,而乘以 Β 得到了 Γ,所以,Α 对 Β 就像 Δ 对 Γ。又由于 Δ、Γ 是立方数,所以它们是相似的立体数。因此在 Δ、Γ 之间有两个连续成比例的数插入。且 Δ 对 Γ 就像 Α 对 Β;因此在Α、Β 之间也有两个连续成比例的数插入。而 Α 是立方数;因此 Β 也是立方数;这即是所要求证的。
ἐὰν ἀριθμὸς ἑαυτὸν πολλαπλασιάσας κύβον ποιῇ, καὶ αὐτὸς κύβος ἔσται. ἀριθμὸς γὰρ ὁ Α ἑαυτὸν πολλαπλασιάσας κύβον τὸν Β ποιείτω· λέγω, ὅτι καὶ ὁ Α κύβος ἐστίν. ὁ γὰρ Α τὸν Β πολλαπλασιάσας τὸν Γ ποιείτω. ἐπεὶ οὖν ὁ Α ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Β πεποίηκεν, τὸν δὲ Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, ὁ Γ ἄρα κύβος ἐστίν.1 καὶ ἐπεὶ ὁ Α ἑαυτὸν πολλαπλασιάσας τὸν Β πεποίηκεν, ὁ Α ἄρα τὸν Β μετρεῖ κατὰ τὰς ἐν αὑτῷ μονάδας. μετρεῖ δὲ καὶ ἡ μονὰς τὸν Α κατὰ τὰς ἐν αὐτῷ μονάδας. ἔστιν ἄρα ὡς ἡ μονὰς πρὸς τὸν Α, οὕτως ὁ Α πρὸς τὸν Β. καὶ ἐπεὶ ὁ Α τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, ὁ Β ἄρα τὸν Γ μετρεῖ κατὰ τὰς ἐν τῷ Α μονάδας. μετρεῖ δὲ καὶ ἡ μονὰς τὸν Α κατὰ τὰς ἐν αὐτῷ μονάδας. ἔστιν ἄρα ὡς ἡ μονὰς πρὸς τὸν Α, οὕτως ὁ Β πρὸς τὸν Γ. ἀλλʼ ὡς ἡ μονὰς πρὸς τὸν Α, οὕτως ὁ Α πρὸς τὸν Β· καὶ ὡς ἄρα ὁ Α πρὸς τὸν Β, ὁ Β πρὸς τὸν Γ. καὶ ἐπεὶ οἱ Β, Γ κύβοι εἰσίν, ὅμοιοι στερεοί εἰσιν. τῶν Β, Γ ἄρα δύο μέσοι ἀνάλογόν εἰσιν ἀριθμοί.2 καί ἐστιν ὡς ὁ Β πρὸς τὸν Γ, ὁ Α πρὸς τὸν Β. καὶ τῶν Α, Β ἄρα δύο μέσοι ἀνάλογόν εἰσιν ἀριθμοί. καί ἐστι κύβος ὁ Β· κύβος ἄρα ἐστὶ καὶ ὁ Α· ὅπερ ἔδει δεῖξαι.
如果一个数乘以自身得到立方数,那么它自身也将是立方数。 因为设数 Α 乘以自身得到立方数 Β;我声称,Α 也将是立方数。 因为设 Α 乘以 Β 得到 Γ。因此,由于 Α 乘以自身得到了 Β,而乘以 Β 得到了 Γ,所以,Γ 是立方数。由于 Α 乘以自身得到了 Β,因此 Α 按照自身中的单位数度量 Β。但是,单位也按照 Α 中的单位数度量 Α。所以,单位对 Α 就像 Α 对 Β。又由于 Α 乘以 Β 得到了 Γ,因此 Β 按照Α 中的单位数度量 Γ。但是,单位也按照 Α 中的单位数度量 Α。所以,单位对 Α 就像 Β 对 Γ。但单位对 Α 就像 Α 对 Β;因此,Α 对 Β 就像 Β 对 Γ。又由于 Β、Γ 是立方数,所以它们是相似的立体数。因此在 Β、Γ 之间有两个连续成比例的数存在。且 Β 对 Γ 就像 Α 对 Β。因此在 Α、Β 之间也有两个连续成比例的数存在。而 Β 是立方数;因此 Α 也是立方数;这即是所要求证的。
ἐὰν σύνθετος ἀριθμὸς ἀριθμόν τινα πολλαπλασιάσας ποιῇ τινα, ὁ γενόμενος στερεὸς ἔσται. σύνθετος γὰρ ἀριθμὸς ὁ Α ἀριθμόν τινα τὸν Β πολλαπλασιάσας τὸν Γ ποιείτω· λέγω, ὅτι ὁ Γ στερεός ἐστιν. ἐπεὶ γὰρ ὁ Α σύνθετός ἐστιν, ὑπὸ ἀριθμοῦ τινος μετρηθήσεται. μετρείσθω ὑπὸ τοῦ Δ, καὶ ὁσάκις ὁ Δ τὸν Α μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Ε.3 ἐπεὶ οὖν ὁ Δ τὸν Α μετρεῖ κατὰ τὰς ἐν τῷ Ε μονάδας, ὁ Ε ἄρα τὸν Δ πολλαπλασιάσας τὸν Α πεποίηκεν. καὶ ἐπεὶ ὁ Α τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, ὁ δὲ Α ἐστιν ὁ ἐκ τῶν Δ, Ε, ὁ ἄρα ἐκ τῶν Δ, Ε τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν. ὁ Γ ἄρα στερεός ἐστιν, πλευραὶ δὲ αὐτοῦ εἰσιν οἱ Δ, Ε, Β· ὅπερ ἔδει δεῖξαι.
如果一个合数乘以某个数得到某个数,那么所产生的数将是立体数。 因为设合数 Α 乘以某个数 Β 得到 Γ;我声称,Γ 是立体数。 因为由于 Α 是合数,它将被某个数度量。设它被 Δ 度量,且 Δ 度量 Α 的次数与 Ε 中的单位数相同。因此,由于 Δ 按照Ε 中的单位数度量 Α,所以 Ε 乘以 Δ 得到了 Α。又由于 Α 乘以 Β 得到了 Γ,而 Α 是由 Δ、Ε 相乘所得的数,所以,由 Δ、Ε 相乘所得的数乘以 Β 得到了 Γ。因此 Γ 是立体数,且它的边是 Δ、Ε、Β;这即是所要求证的。
- 9.prop.6ὁ Γ ἄρα κύβος ἐστίν
“因此 Γ 是立方数”这一结论,是因为 A 乘以自身得到立方数 B(A^2),而 A 乘以 B 得到 Γ(A^3),因此 Γ 根据定义即为 A 的三次方(立方数)。
- 9.prop.6καὶ τῶν Α, Β ἄρα δύο μέσοι ἀνάλογόν εἰσιν ἀριθμοί
从连续比例 1 : A = A : B = B : Γ,我们有 B : Γ = A : B。由于在立方数 B 与 Γ 之间存在两个比例中项,因此在具有相同比的 A 与 B 之间也必然存在两个比例中项(根据第8卷命题8)。
- 9.prop.7ὁ δὲ Α ἐστιν ὁ ἐκ τῶν Δ, Ε
短语“ὁ ἐκ τῶν Δ, Ε”(由 Δ、Ε 所得的数)是古希腊数学中表示两数乘积(此处为 Δ × Ε)的规范表达。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 原文 1 处
