- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:9.prop.1-9.prop.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
证明了两个相似平面数的积是平方数及其逆命题,并证明了一个立方数乘以自身得到的数也是立方数。
ἐὰν δύο ὅμοιοι ἐπίπεδοι ἀριθμοὶ πολλαπλασιάσαντες ἀλλήλους ποιῶσί τινα, ὁ γενόμενος1 τετράγωνος ἔσται. ἔστωσαν δύο ὅμοιοι ἐπίπεδοι ἀριθμοὶ οἱ Α, Β, καὶ ὁ Α τὸν Β πολλαπλασιάσας τὸν Γ ποιείτω· λέγω, ὅτι ὁ Γ τετράγωνός ἐστιν. ὁ γὰρ Α ἑαυτὸν πολλαπλασιάσας τὸν Δ ποιείτω. ὁ Δ ἄρα τετράγωνός ἐστιν. ἐπεὶ οὖν ὁ Α ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Δ πεποίηκεν, τὸν δὲ Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, οὕτως ὁ Δ πρὸς τὸν Γ. καὶ ἐπεὶ οἱ Α, Β ὅμοιοι ἐπίπεδοί εἰσιν ἀριθμοί, τῶν Α, Β ἄρα εἷς μέσος ἀνάλογον ἐμπίπτει ἀριθμός. ἐὰν δὲ δύο ἀριθμῶν μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτωσιν ἀριθμοί, ὅσοι εἰς αὐτοὺς ἐμπίπτουσι, τοσοῦτοι καὶ εἰς τοὺς τὸν αὐτὸν λόγον ἔχοντας· ὥστε καὶ τῶν Δ, Γ εἷς μέσος ἀνάλογον ἐμπίπτει ἀριθμός. καί ἐστι τετράγωνος ὁ Δ· τετράγωνος ἄρα καὶ ὁ Γ· ὅπερ ἔδει δεῖξαι.
如果两个相似的平面数互相相乘得到某个数,那么所产生的数将是平方数。 设两个相似的平面数为 Α、Β,且Α 乘以 Β 得到 Γ;我声称,Γ 是平方数。 因为设 Α 乘以自身得到 Δ;因此 Δ 是平方数。因此,由于 Α 乘以自身得到了 Δ,而乘以 Β 得到了 Γ,所以,Α 对 Β 就像 Δ 对 Γ。又由于 Α、Β 是相似的平面数,因此在 Α、Β 之间连续成比例地插入一个数。但在两个数之间连续成比例地插入的数有多少,插入与它们具有相同比的数之间的数也就有多少;所以,在 Δ、Γ 之间也连续成比例地插入一个数。而 Δ 是平方数;因此 Γ 也是平方数;这即是所要求证的。
ἐὰν δύο ἀριθμοὶ πολλαπλασιάσαντες ἀλλήλους ποιῶσι τετράγωνον, ὅμοιοι ἐπίπεδοί εἰσιν ἀριθμοί. ἔστωσαν δύο ἀριθμοὶ οἱ Α, Β, καὶ ὁ Α τὸν Β πολλαπλασιάσας τετράγωνον τὸν Γ ποιείτω· λέγω, ὅτι οἱ Α, Β ὅμοιοι ἐπίπεδοί εἰσιν ἀριθμοί. ὁ γὰρ Α ἑαυτὸν πολλαπλασιάσας τὸν Δ ποιείτω· ὁ Δ ἄρα τετράγωνός ἐστιν. καὶ ἐπεὶ ὁ Α ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Δ πεποίηκεν, τὸν δὲ Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Β, ὁ Δ πρὸς τὸν Γ. καὶ ἐπεὶ ὁ Δ τετράγωνός ἐστιν, ἀλλὰ καὶ ὁ Γ, οἱ Δ, Γ ἄρα ὅμοιοι ἐπίπεδοί εἰσιν. τῶν Δ, Γ ἄρα εἷς μέσος ἀνάλογον ἐμπίπτει. καί ἐστιν ὡς ὁ Δ πρὸς τὸν Γ, οὕτως ὁ Α πρὸς τὸν Β· καὶ τῶν Α, Β ἄρα εἷς μέσος ἀνάλογον ἐμπίπτει. ἐὰν δὲ δύο ἀριθμῶν εἷς μέσος ἀνάλογον ἐμπίπτῃ, ὅμοιοι ἐπίπεδοί εἰσιν ἀριθμοί· οἱ ἄρα Α, Β ὅμοιοί εἰσιν ἐπίπεδοι· ὅπερ ἔδει δεῖξαι.
如果两个数互相相乘得到平方数,那么它们是相似的平面数。 设两个数为 Α、Β,且 Α 乘以 Β 得到平方数 Γ;我声称,Α、Β 是相似的平面数。 因为设 Α 乘以自身得到 Δ;因此 Δ 是平方数。由于 Α 乘以自身得到了 Δ,而乘以 Β 得到了 Γ,所以,Α 对 Β 就像 Δ 对 Γ。又由于 Δ 是平方数,且 Γ 也是,因此 Δ、Γ 是相似的平面数。因此在 Δ、Γ 之间连续成比例地插入一个数。且 Δ 对 Γ 就像 Α 对Β;因此在 Α、Β 之间也连续成比例地插入一个数。而在两个数之间如果连续成比例地插入一个数,那么它们是相似的平面数;因此 Α、Β 是相似的平面数;这即是所要求证的。
ἐὰν κύβος ἀριθμὸς ἑαυτὸν πολλαπλασιάσας ποιῇ τινα, ὁ γενόμενος κύβος ἔσται. κύβος γὰρ ἀριθμὸς ὁ Α ἑαυτὸν πολλαπλασιάσας τὸν Β ποιείτω· λέγω, ὅτι ὁ Β κύβος ἐστίν. εἰλήφθω γὰρ τοῦ Α πλευρὰ ὁ Γ, καὶ ὁ Γ ἑαυτὸν πολλαπλασιάσας τὸν Δ ποιείτω. φανερὸν δή ἐστιν, ὅτι ὁ Γ τὸν Δ πολλαπλασιάσας τὸν Α πεποίηκεν. καὶ ἐπεὶ ὁ Γ ἑαυτὸν πολλαπλασιάσας τὸν Δ πεποίηκεν, ὁ Γ ἄρα τὸν Δ μετρεῖ κατὰ τὰς ἐν αὑτῷ μονάδας.2 ἀλλὰ μὴν καὶ ἡ μονὰς τὸν Γ μετρεῖ κατὰ τὰς ἐν αὐτῷ μονάδας· ἔστιν ἄρα ὡς ἡ μονὰς πρὸς τὸν Γ, ὁ Γ πρὸς τὸν Δ. πάλιν, ἐπεὶ ὁ Γ τὸν Δ πολλαπλασιάσας τὸν Α πεποίηκεν, ὁ Δ ἄρα τὸν Α μετρεῖ κατὰ τὰς ἐν τῷ Γ μονάδας. μετρεῖ δὲ καὶ ἡ μονὰς τὸν Γ κατὰ τὰς ἐν αὐτῷ μονάδας· ἔστιν ἄρα ὡς ἡ μονὰς πρὸς τὸν Γ, ὁ Δ πρὸς τὸν Α. ἀλλʼ ὡς ἡ μονὰς πρὸς τὸν Γ, ὁ Γ πρὸς τὸν Δ· καὶ ὡς ἄρα ἡ μονὰς πρὸς τὸν Γ, οὕτως ὁ Γ πρὸς τὸν Δ καὶ ὁ Δ πρὸς τὸν Α. τῆς ἄρα μονάδος καὶ τοῦ Α ἀριθμοῦ δύο μέσοι ἀνάλογον κατὰ τὸ συνεχὲς ἐμπεπτώκασιν ἀριθμοὶ οἱ Γ, Δ.3 πάλιν, ἐπεὶ ὁ Α ἑαυτὸν πολλαπλασιάσας τὸν Β πεποίηκεν, ὁ Α ἄρα τὸν Β μετρεῖ κατὰ τὰς ἐν αὑτῷ μονάδας. μετρεῖ δὲ καὶ ἡ μονὰς τὸν Α κατὰ τὰς ἐν αὐτῷ μονάδας· ἔστιν ἄρα ὡς ἡ μονὰς πρὸς τὸν Α, ὁ Α πρὸς τὸν Β. τῆς δὲ μονάδος καὶ τοῦ Α δύο μέσοι ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί· καὶ τῶν Α, Β ἄρα δύο μέσοι ἀνάλογον ἐμπεσοῦνται ἀριθμοί. ἐὰν δὲ δύο ἀριθμῶν δύο μέσοι ἀνάλογον ἐμπίπτωσιν, ὁ δὲ πρῶτος κύβος ᾖ, καὶ ὁ δεύτερος κύβος ἔσται. καί ἐστιν ὁ Α κύβος· καὶ ὁ Β ἄρα κύβος ἐστίν· ὅπερ ἔδει δεῖξαι.
如果一个立方数乘以自身得到某个数,那么所产生的数将是立方数。 因为设立方数 Α 乘以自身得到 Β;我声称,Β 是立方数。 因为设取 Α 的边为 Γ,且 Γ 乘以自身得到 Δ。显然,Γ 乘以 Δ 得到了 Α。由于 Γ 乘以自身得到了 Δ,因此 Γ 按照自身中的单位数度量 Δ。但是,单位也按照 Γ 中的单位数度量 Γ;所以,单位对 Γ 就像 Γ 对 Δ。再者,由于 Γ 乘以 Δ 得到了 Α,因此 Δ 按照Γ 中的单位数度量 Α。而单位也按照 Γ 中的单位数度量 Γ;所以,单位对 Γ 就像 Δ 对 Α。但单位对 Γ 就像 Γ 对 Δ;因此,单位对 Γ 就像 Γ 对 Δ 且 Δ 对 Α。因此,在单位与数 Α之间,有两个数 Γ、Δ 连续成比例地插入。再者,由于 Α 乘以自身得到了 Β,因此 Α 按照自身中的单位数度量 Β。而单位也按照 Α 中的单位数度量 Α;所以,单位对 Α 就像 Α 对Β。但在单位与 Α 之间已经插入了两个连续成比例的数;因此在 Α、Β 之间也将插入两个连续成比例的数。但在两个数之间如果连续成比例地插入两个数,且第一个数是立方数,那么第二个数也将是立方数。而 Α 是立方数;因此 Β 也是立方数;这即是所要求证的。
- 9.prop.1ὁ γενόμενος
分词的名词性用法,意为“所产生的数”或“积”。它指代由前述相乘(πολλαπλασιάσαντες)所得到的数。
- 9.prop.3κατὰ τὰς ἐν αὑτῷ μονάδας
“按照自身中的单位数”。此表达基于欧几里得关于乘法的定义(《几何原本》第七卷定义15):数 Α 乘以数 Β,就是将 Β 自身相加,其次数等于 Α 中包含的单位数。因此,如果积为 Β,那么 Α 按照自身中的单位数度量 Β。
- 9.prop.3τῆς ἄρα μονάδος καὶ τοῦ Α ἀριθμοῦ δύο μέσοι ἀνάλογον κατὰ τὸ συνεχὲς ἐμπεπτώκασιν ἀριθμοὶ οἱ Γ, Δ
在单位 1 与立方数 Α 之间插入了两个平均比例数 Γ、Δ 的结构解释。因为 Γ 是 Α 的立方根,而 Δ 是 Γ 的平方(Γ^2),所以比例式 1 : Γ = Γ : Γ^2 = Γ^2 : Γ^3 (= Α) 成立(即 1 : Γ = Γ : Δ = Δ : Α),因此有两个数连续成比例地介于其间。
