← 欧几里得

几何原本

§9.prop.12

度量等比数列末项的素数对次项的整除

证明若从单位开始的一组数连续成比例,则度量最后一项的任何素数也必然度量第二项(即单位后面的数),此处采用反证法进行论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.prop.12

ἐὰν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον ὦσιν, ὑφʼ ὅσων ἂν ὁ ἔσχατος πρώτων ἀριθμῶν μετρῆται,1 ὑπὸ τῶν αὐτῶν καὶ ὁ παρὰ τὴν μονάδα μετρηθήσεται. ἔστωσαν ἀπὸ μονάδος ὁποσοιδηποτοῦν ἀριθμοὶ ἀνάλογον οἱ Α, Β, Γ, Δ· λέγω, ὅτι ὑφʼ ὅσων ἂν ὁ Δ πρώτων ἀριθμῶν μετρῆται, ὑπὸ τῶν αὐτῶν καὶ ὁ Α μετρηθήσεται. μετρείσθω γὰρ ὁ Δ ὑπό τινος πρώτου ἀριθμοῦ τοῦ Ε· λέγω, ὅτι ὁ Ε τὸν Α μετρεῖ. μὴ γάρ·2 καί ἐστιν ὁ Ε πρῶτος, ἅπας δὲ πρῶτος ἀριθμὸς πρὸς ἅπαντα, ὃν μὴ μετρεῖ, πρῶτός ἐστιν· οἱ Ε, Α ἄρα πρῶτοι πρὸς ἀλλήλους εἰσίν. καὶ ἐπεὶ ὁ Ε τὸν Δ μετρεῖ, μετρείτω αὐτὸν κατὰ τὸν Ζ· ὁ Ε ἄρα τὸν Ζ πολλαπλασιάσας τὸν Δ πεποίηκεν. πάλιν, ἐπεὶ ὁ Α τὸν Δ μετρεῖ κατὰ τὰς ἐν τῷ Γ μονάδας, ὁ Α ἄρα τὸν Γ πολλαπλασιάσας τὸν Δ πεποίηκεν. ἀλλὰ μὴν καὶ ὁ Ε τὸν Ζ πολλαπλασιάσας τὸν Δ πεποίηκεν· ὁ ἄρα ἐκ τῶν Α, Γ ἴσος ἐστὶ τῷ ἐκ τῶν Ε, Ζ. ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Ε, ὁ Ζ πρὸς τὸν Γ. οἱ δὲ Α, Ε πρῶτοι, οἱ δὲ πρῶτοι καὶ ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἰσάκις ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον· μετρεῖ ἄρα ὁ Ε τὸν Γ. μετρείτω αὐτὸν κατὰ τὸν Η· ὁ Ε ἄρα τὸν Η πολλαπλασιάσας τὸν Γ πεποίηκεν. ἀλλὰ μὴν διὰ τὸ πρὸ τούτου3 καὶ ὁ Α τὸν Β πολλαπλασιάσας τὸν Γ πεποίηκεν. ὁ ἄρα ἐκ τῶν Α, Β ἴσος ἐστὶ τῷ ἐκ τῶν Ε, Η. ἔστιν ἄρα ὡς ὁ Α πρὸς τὸν Ε, ὁ Η πρὸς τὸν Β. οἱ δὲ Α, Ε πρῶτοι, οἱ δὲ πρῶτοι καὶ ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι ἀριθμοὶ μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας αὐτοῖς ἰσάκις ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον· μετρεῖ ἄρα ὁ Ε τὸν Β. μετρείτω αὐτὸν κατὰ τὸν Θ· ὁ Ε ἄρα τὸν Θ πολλαπλασιάσας τὸν Β πεποίηκεν. ἀλλὰ μὴν καὶ ὁ Α ἑαυτὸν πολλαπλασιάσας τὸν Β πεποίηκεν· ὁ ἄρα ἐκ τῶν Ε, Θ ἴσος ἐστὶ τῷ ἀπὸ τοῦ Α. ἔστιν ἄρα ὡς ὁ Ε πρὸς τὸν Α, ὁ Α πρὸς τὸν Θ. οἱ δὲ Α, Ε πρῶτοι, οἱ δὲ πρῶτοι καὶ ἐλάχιστοι, οἱ δὲ ἐλάχιστοι μετροῦσι τοὺς τὸν αὐτὸν λόγον ἔχοντας ἰσάκις ὅ τε ἡγούμενος τὸν ἡγούμενον καὶ ὁ ἑπόμενος τὸν ἑπόμενον· μετρεῖ ἄρα ὁ Ε τὸν Α ὡς ἡγούμενος ἡγούμενον. ἀλλὰ μὴν καὶ οὐ μετρεῖ· ὅπερ ἀδύνατον. οὐκ ἄρα οἱ Ε, Α πρῶτοι πρὸς ἀλλήλους εἰσίν. σύνθετοι4 ἄρα. οἱ δὲ σύνθετοι ὑπὸ ἀριθμοῦ τινος μετροῦνται. καὶ ἐπεὶ ὁ Ε πρῶτος ὑπόκειται, ὁ δὲ πρῶτος ὑπὸ ἑτέρου ἀριθμοῦ οὐ μετρεῖται ἢ ὑφʼ ἑαυτοῦ, ὁ Ε ἄρα τοὺς Α, Ε μετρεῖ· ὥστε ὁ Ε τὸν Α μετρεῖ. μετρεῖ δὲ καὶ τὸν Δ· ὁ Ε ἄρα τοὺς Α, Δ μετρεῖ. ὁμοίως δὴ δείξομεν, ὅτι ὑφʼ ὅσων ἂν ὁ Δ πρώτων ἀριθμῶν μετρῆται, ὑπὸ τῶν αὐτῶν καὶ ὁ Α μετρηθήσεται· ὅπερ ἔδει δεῖξαι.

如果从单位开始任意多个数连续成比例,那么最后一个数被多少个素数度量,单位后面的数也同样被这些素数度量。 设从单位开始连续比例的任意多个数为Α、Β、Γ、Δ;我声称,Δ 被多少个素数度量,Α 也同样被这些素数度量。 因为设 Δ 被某个素数 Ε 度量;我声称,Ε 度量 Α。如果不度量;且 Ε 是素数,而每一个素数对于它所不度量的任何数都是互素的;因此 Ε 与 Α互素。由于 Ε 度量 Δ,设它按 Ζ 度量它;因此 Ε 乘以 Ζ 得到了 Δ。再者,由于 Α 按照 Γ 中的单位数度量 Δ,因此 Α 乘以 Γ 得到了 Δ。但是 Ε 乘以 Ζ 也得到了 Δ;因此Α 与 Γ 的乘积等于 Ε 与 Ζ 的乘积。因此,Α 对 Ε 就像 Ζ 对 Γ。但 Α 与 Ε 互素,而互素的数也是最小的,最小的数以相同的次数度量具有相同比的数,前项度量前项,后项度量后项;因此 Ε 度量 Γ。设它按 Η 度量它;因此 Ε 乘以 Η 得到了 Γ。但是根据前一命题,Α 乘以 Β 也得到了 Γ。因此 Α 与 Β 的乘积等于 Ε 与 Η 的乘积。因此,Α 对 Ε 就像 Η 对 Β。但 Α 与 Ε 互素,而互素的数也是最小的,最小的数以相同的次数度量与它们具有相同比的数,前项度量前项,后项度量后项;因此 Ε 度量 Β。设它按 Θ 度量它;因此 Ε 乘以 Θ 得到了 Β。但是 Α 乘以自身也得到了 Β;因此 Ε 与 Θ 的乘积等于 Α 的平方。因此,Ε 对 Α 就像 Α 对 Θ。但 Α 与 Ε 互素,而互素的数也是最小的,最小的数以相同的次数度量具有相同比的数,前项度量前项,后项度量后项;因此 Ε 作为前项度量前项 Α。但是[假定]它也不度量 Α;这是不可能的。因此 Ε 与 Α 并非互素。因此它们是合数。而合数被某个数度量。由于 Ε 被假定为素数,而素数除了自身之外不被任何其他数度量,因此 Ε 度量 Α 与 Ε;所以 Ε 度量 Α。但它也度量 Δ;因此 Ε 度量 Α 与 Δ。同样地,我们将证明,Δ 被多少个素数度量,Α 也同样被这些素数度量;这即是所要求证的。

语法注4 条
  1. 9.prop.12ὑφʼ ὅσων ἂν ὁ ἔσχατος πρώτων ἀριθμῶν μετρῆται

    词组 πρώτων ἀριθμῶν 被吸引到由 ὅσων 引导的关系从句中。虚拟语气 μετρῆται 与 ἄν 结合表示一般条件(“无论最后一个数被多少个素数度量”)。

  2. 9.prop.12μὴ γάρ

    标志着反证法开始的极其简练的省略句。此处省略了动词,应补全为 μὴ [μετρείτω](设其不度量)。

  3. 9.prop.12διὰ τὸ πρὸ τούτου

    意为“在此之前的[命题]”,指代前一命题(9.11)或其系理。由此推导得出 Α 度量 Γ 的商为 Β(即 Α 乘以 Β 得到 Γ)。

  4. 9.prop.12σύνθετοι

    该词通常单指“合数”(非素数),但此处是在“非互素”(即“互为合数”、有公约数)的意义上(σύνθετοι πρὸς ἀλλήλους)使用的。随后的“被某个数度量”这一说明证实了这一点。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:9.prop.12