← 欧几里得

几何原本

§9.prop.10-9.prop.11

等比数列中幂数项的分布与项间的除整性

在第九卷命题10中,证明了在连续比例数列中,若第二项不是平方数(或立方数),则除了特定位置(每隔一个或两个)的数之外,其余数都不可能是平方数(或立方数);命题11证明了数列中较小的项能以数列中的某一项为商度量较大的项,并推导出了关于度量商所处位序的系理。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§9.prop.10

ἐὰν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ ἀνάλογον ὦσιν, ὁ δὲ μετὰ τὴν μονάδα μὴ ᾖ τετράγωνος, οὐδʼ ἄλλος οὐδεὶς τετράγωνος ἔσται χωρὶς τοῦ τρίτου ἀπὸ τῆς μονάδος καὶ τῶν ἕνα διαλειπόντων πάντων. καὶ ἐὰν ὁ μετὰ τὴν μονάδα κύβος μὴ ᾖ, οὐδὲ ἄλλος οὐδεὶς κύβος ἔσται χωρὶς τοῦ τετάρτου ἀπὸ τῆς μονάδος καὶ τῶν δύο διαλειπόντων πάντων. ἔστωσαν ἀπὸ μονάδος ἑξῆς ἀνάλογον ὁσοιδηποτοῦν ἀριθμοὶ οἱ Α, Β, Γ, Δ, Ε, Ζ, ὁ δὲ μετὰ τὴν μονάδα ὁ Α μὴ ἔστω τετράγωνος· λέγω, ὅτι οὐδὲ ἄλλος οὐδεὶς τετράγωνος ἔσται χωρὶς τοῦ τρίτου ἀπὸ τῆς μονάδος. εἰ γὰρ δυνατόν, ἔστω ὁ Γ τετράγωνος. ἔστι δὲ καὶ ὁ Β τετράγωνος· οἱ Β, Γ ἄρα πρὸς ἀλλήλους λόγον ἔχουσιν, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν. καί ἐστιν ὡς ὁ Β πρὸς τὸν Γ, ὁ Α πρὸς τὸν Β· οἱ Α, Β ἄρα πρὸς ἀλλήλους λόγον ἔχουσιν, ὃν τετράγωνος ἀριθμὸς πρὸς τετράγωνον ἀριθμόν· ὥστε οἱ Α, Β ὅμοιοι ἐπίπεδοί εἰσιν.1 καί ἐστι τετράγωνος ὁ Β· τετράγωνος ἄρα ἐστὶ καὶ ὁ Α· ὅπερ οὐχ ὑπέκειτο. οὐκ ἄρα ὁ Γ τετράγωνός ἐστιν. ὁμοίως δὴ δείξομεν, ὅτι οὐδʼ ἄλλος οὐδεὶς τετράγωνός ἐστι χωρὶς τοῦ τρίτου ἀπὸ τῆς μονάδος καὶ τῶν ἕνα διαλειπόντων. ἀλλὰ δὴ μὴ ἔστω ὁ Α κύβος. λέγω, ὅτι οὐδʼ ἄλλος οὐδεὶς κύβος ἔσται χωρὶς τοῦ τετάρτου ἀπὸ τῆς μονάδος καὶ τῶν δύο διαλειπόντων. εἰ γὰρ δυνατόν, ἔστω ὁ Δ κύβος. ἔστι δὲ καὶ ὁ Γ κύβος· τέταρτος γάρ ἐστιν ἀπὸ τῆς μονάδος. καί ἐστιν ὡς ὁ Γ πρὸς τὸν Δ, ὁ Β πρὸς τὸν Γ· καὶ ὁ Β ἄρα πρὸς τὸν Γ λόγον ἔχει, ὃν κύβος πρὸς κύβον. καί ἐστιν ὁ Γ κύβος· καὶ ὁ Β ἄρα κύβος ἐστίν. καὶ ἐπεί ἐστιν ὡς ἡ μονὰς πρὸς τὸν Α, ὁ Α πρὸς τὸν Β, ἡ δὲ μονὰς τὸν Α μετρεῖ κατὰ τὰς ἐν αὐτῷ μονάδας, καὶ ὁ Α ἄρα τὸν Β μετρεῖ κατὰ τὰς ἐν αὑτῷ μονάδας· ὁ Α ἄρα ἑαυτὸν πολλαπλασιάσας κύβον τὸν Β πεποίηκεν. ἐὰν δὲ ἀριθμὸς ἑαυτὸν πολλαπλασιάσας κύβον ποιῇ, καὶ αὐτὸς κύβος ἔσται.2 κύβος ἄρα καὶ ὁ Α· ὅπερ οὐχ ὑπόκειται. οὐκ ἄρα ὁ Δ κύβος ἐστίν. ὁμοίως δὴ δείξομεν, ὅτι οὐδʼ ἄλλος οὐδεὶς κύβος ἐστὶ χωρὶς τοῦ τετάρτου ἀπὸ τῆς μονάδος καὶ τῶν δύο διαλειπόντων· ὅπερ ἔδει δεῖξαι.

如果从单位开始任意多个数成比例,且单位后面的数不是平方数,那么除了自单位起第三个数和所有每隔一个的数之外,其余任何数也都不是平方数。如果单位后面的数不是立方数,那么除了自单位起第四个数和所有每隔两个的数之外,其余任何数也都不是立方数。 设从单位开始连续成比例的任意多个数为 Α、Β、Γ、Δ、Ε、Ζ,且单位后面的数 Α不是平方数;我声称,除了自单位起第三个数之外,其余任何数也都不是平方数。 因为如果可能,设 Γ 是平方数。但 Β 也是平方数;因此 Β 与 Γ 互有平方数与平方数之比。由于 Β 对 Γ 就像 Α 对Β;因此 Α 与 Β 互有平方数与平方数之比;所以 Α 与 Β 是相似平面数。而 Β 是平方数;因此 Α 也是平方数;这与假设相反。因此 Γ 不是平方数。同样地,我们将证明,除了自单位起第三个数和每隔一个的数之外,其余任何数也都不是平方数。 但现在设 Α 不是立方数。我声称,除了自单位起第四个数和每隔两个的数之外,其余任何数也都不是立方数。 因为如果可能,设 Δ 是立方数。但 Γ 也是立方数;因为它是自单位起第四个数。由于 Γ 对 Δ 就像 Β 对 Γ;因此 Β 对 Γ 也有立方数与立方数之比。而 Γ 是立方数;因此 Β 也是立方数。由于单位对 Α 就像 Α 对 Β,且单位按照 Α 中的单位数度量 Α,因此 Α 也按照自身中的单位数度量 Β;因此 Α 乘以自身得到了立方数 Β。如果一个数乘以自身得到立方数,那么它自身也将是立方数。因此 Α 也是立方数;这与假设相反。因此 Δ 不是立方数。同样地,我们将证明,除了自单位起第四个数和每隔两个的数之外,其余任何数也都不是立方数;这即是所要求证的。

§9.prop.11

ἐὰν ἀπὸ μονάδος ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον ὦσιν, ὁ ἐλάττων τὸν μείζονα μετρεῖ κατά τινα τῶν ὑπαρχόντων ἐν τοῖς ἀνάλογον ἀριθμοῖς. ἔστωσαν ἀπὸ μονάδος τῆς Α ὁποσοιοῦν ἀριθμοὶ ἑξῆς ἀνάλογον οἱ Β, Γ, Δ, Ε· λέγω, ὅτι τῶν Β, Γ, Δ, Ε ὁ ἐλάχιστος ὁ Β τὸν Ε μετρεῖ κατά τινα τῶν Γ, Δ. ἐπεὶ γάρ ἐστιν ὡς ἡ Α μονὰς πρὸς τὸν Β, οὕτως ὁ Δ πρὸς τὸν Ε, ἰσάκις ἄρα ἡ Α μονὰς τὸν Β ἀριθμὸν μετρεῖ καὶ ὁ Δ τὸν Ε· ἐναλλὰξ ἄρα ἰσάκις ἡ Α μονὰς τὸν Δ μετρεῖ καὶ ὁ Β τὸν Ε.3 ἡ δὲ Α μονὰς τὸν Δ μετρεῖ κατὰ τὰς ἐν αὐτῷ μονάδας· καὶ ὁ Β ἄρα τὸν Ε μετρεῖ κατὰ τὰς ἐν τῷ Δ μονάδας· ὥστε ὁ ἐλάσσων ὁ Β τὸν μείζονα τὸν Ε μετρεῖ κατά τινα ἀριθμὸν τῶν ὑπαρχόντων ἐν τοῖς ἀνάλογον ἀριθμοῖς. Πόρισμα Καὶ φανερόν, ὅτι ἣν ἔχει τάξιν ὁ μετρῶν ἀπὸ μονάδος, τὴν αὐτὴν ἔχει καὶ ὁ καθʼ ὃν μετρεῖ ἀπὸ τοῦ μετρουμένου ἐπὶ τὸ πρὸ αὐτοῦ. ¯ὅπερ ἔδει δεῖξαι.

如果从单位开始任意多个数连续成比例,那么较小数以这些比例数中存在的某数度量较大数。 设从单位 Α 开始连续成比例的任意多个数为 Β、Γ、Δ、Ε;我声称,在 Β、Γ、Δ、Ε 中,最小数 Β 以 Γ、Δ 中的某数度量 Ε。 因为由于单位 Α 对 Β 就像 Δ 对 Ε,因此单位 Α 度量数 Β的次数与 Δ 度量 Ε 的次数相同;因此交错地,单位 Α 度量 Δ 的次数与 Β 度量 Ε 的次数相同。但是单位 Α 按照 Δ 中的单位数度量 Δ;因此 Β 也按照 Δ 中的单位数度量 Ε;所以较小数 Β 以这些比例数中存在的某个数度量较大数 Ε。 系理:显然,度量数自单位起所占的位序,与以之度量的数自被度量数向其前项逆推所占的位序相同。这即是所要求证的。

语法注3 条
  1. 9.prop.10ὥστε οἱ Α, Β ὅμοιοι ἐπίπεδοί εἰσιν

    “所以 Α 与 Β 是相似平面数”。由于比 A:B 等于平方数与平方数之比,因而推导出这两个数是相似平面数。这是基于第八卷命题26(“相似平面数互有平方数与平方数之比”)的逆定理。

  2. 9.prop.10ἐὰν δὲ ἀριθμὸς ἑαυτὸν πολλαπλασιάσας κύβον ποιῇ, καὶ αὐτὸς κύβος ἔσται

    “如果一个数乘以自身得到立方数,那么它自身也将是立方数”。此性质直接以第九卷命题6(“如果一个数乘以自身得到立方数,那么它自身也将是立方数”)作为直接的逻辑依据。

  3. 9.prop.11ἐναλλὰξ ἄρα ἰσάκις ἡ Α μονὰς τὸν Δ μετρεῖ καὶ ὁ Β τὸν Ε

    “因此交错地,单位 Α 度量 Δ 的次数与 Β 度量 Ε 的次数相同”。这是将比例性质中的“内项交换(alternando)”应用于数。即由比例式 1:B = Δ:E 导出 1:Δ = B:E,从而表明单位 1 度量 Δ 的次数(即 Δ 自身)与 B 度量 E 的次数(商)相等。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:9.prop.10-9.prop.11