- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
证明若在两个互素的数之间插入若干个连续比例的数,则在它们中的每一个与单位之间也会插入同样多个连续比例的数。
ἐὰν δύο ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους ὦσιν, καὶ εἰς αὐτοὺς μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτωσιν ἀριθμοί, ὅσοι εἰς αὐτοὺς μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί, τοσοῦτοι καὶ ἑκατέρου αὐτῶν καὶ μονάδος μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεσοῦνται. ἔστωσαν δύο ἀριθμοὶ πρῶτοι πρὸς ἀλλήλους οἱ Α, Β καὶ εἰς αὐτοὺς μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπιπτέτωσαν οἱ Γ, Δ, καὶ ἐκκείσθω ἡ Ε μονάς· λέγω, ὅτι ὅσοι εἰς τοὺς Α, Β μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί, τοσοῦτοι καὶ ἑκατέρου τῶν Α, Β καὶ τῆς μονάδος μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεσοῦνται. εἰλήφθωσαν γὰρ δύο μὲν ἀριθμοὶ ἐλάχιστοι ἐν τῷ τῶν Α, Γ, Δ, Β λόγῳ ὄντες οἱ Ζ, Η, τρεῖς δὲ οἱ Θ, Κ, Λ, καὶ ἀεὶ ἑξῆς ἑνὶ πλείους, ἕως ἂν ἴσον γένηται τὸ πλῆθος1 αὐτῶν τῷ πλήθει τῶν Α, Γ, Δ, Β. εἰλήφθωσαν, καὶ ἔστωσαν οἱ Μ, Ν, Ξ, Ο. φανερὸν δή, ὅτι ὁ μὲν Ζ ἑαυτὸν πολλαπλασιάσας τὸν Θ πεποίηκεν, τὸν δὲ Θ πολλαπλασιάσας τὸν Μ πεποίηκεν, καὶ ὁ Η ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Λ πεποίηκεν, τὸν δὲ Λ πολλαπλασιάσας τὸν Ο πεποίηκεν. καὶ ἐπεὶ οἱ Μ, Ν, Ξ, Ο ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Ζ, Η, εἰσὶ δὲ καὶ οἱ Α, Γ, Δ, Β ἐλάχιστοι τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Ζ, Η, καί ἐστιν ἴσον τὸ πλῆθος τῶν Μ, Ν, Ξ, Ο τῷ πλήθει τῶν Α, Γ, Δ, Β, ἕκαστος ἄρα τῶν Μ, Ν, Ξ, Ο ἑκάστῳ τῶν Α, Γ, Δ, Β ἴσος ἐστίν· ἴσος ἄρα ἐστὶν ὁ μὲν Μ τῷ Α, ὁ δὲ Ο τῷ Β. καὶ ἐπεὶ ὁ Ζ ἑαυτὸν πολλαπλασιάσας τὸν Θ πεποίηκεν, ὁ Ζ ἄρα τὸν Θ μετρεῖ κατὰ τὰς ἐν τῷ Ζ μονάδας.2 μετρεῖ δὲ καὶ ἡ Ε μονὰς τὸν Ζ κατὰ τὰς ἐν αὐτῷ μονάδας· ἰσάκις ἄρα ἡ Ε μονὰς τὸν Ζ ἀριθμὸν μετρεῖ καὶ ὁ Ζ τὸν Θ. ἔστιν ἄρα ὡς ἡ Ε μονὰς πρὸς τὸν Ζ ἀριθμόν, οὕτως ὁ Ζ πρὸς τὸν Θ. πάλιν, ἐπεὶ ὁ Ζ τὸν Θ πολλαπλασιάσας τὸν Μ πεποίηκεν, ὁ Θ ἄρα τὸν Μ μετρεῖ κατὰ τὰς ἐν τῷ Ζ μονάδας. μετρεῖ δὲ καὶ ἡ Ε μονὰς τὸν Ζ ἀριθμὸν κατὰ τὰς ἐν αὐτῷ μονάδας· ἰσάκις ἄρα ἡ Ε μονὰς τὸν Ζ ἀριθμὸν μετρεῖ καὶ ὁ Θ τὸν Μ. ἔστιν ἄρα ὡς ἡ Ε μονὰς πρὸς τὸν Ζ ἀριθμόν, οὕτως ὁ Θ πρὸς τὸν Μ. ἐδείχθη δὲ καὶ ὡς ἡ Ε μονὰς πρὸς τὸν Ζ ἀριθμόν, οὕτως ὁ Ζ πρὸς τὸν Θ· καὶ ὡς ἄρα ἡ Ε μονὰς πρὸς τὸν Ζ ἀριθμόν, οὕτως ὁ Ζ πρὸς τὸν Θ καὶ ὁ Θ πρὸς τὸν Μ. ἴσος δὲ ὁ Μ τῷ Α·3 ἔστιν ἄρα ὡς ἡ Ε μονὰς πρὸς τὸν Ζ ἀριθμόν, οὕτως ὁ Ζ πρὸς τὸν Θ καὶ ὁ Θ πρὸς τὸν Α. διὰ τὰ αὐτὰ δὴ καὶ ὡς ἡ Ε μονὰς πρὸς τὸν Η ἀριθμόν, οὕτως ὁ Η πρὸς τὸν Λ καὶ ὁ Λ πρὸς τὸν Β. ὅσοι ἄρα εἰς τοὺς Α, Β μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί, τοσοῦτοι καὶ ἑκατέρου τῶν Α, Β καὶ μονάδος τῆς Ε μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί· ὅπερ ἔδει δεῖξαι.
若两个数彼此互素,且在它们之间有连续比例的数插入,则在它们之间插入了多少个连续比例的数,在它们中的每一个与单位之间也会插入同样多个连续比例的数。 设两个彼此互素的数 Α、Β,且在它们之间有连续比例的数 Γ、Δ 插入,并设单位 Ε 被给出;我声称,在 Α、Β 之间插入了多少个连续比例的数,在 Α、Β 中的每一个与单位之间也会插入同样多个连续比例的数。 因为,设在 Α、Γ、Δ、Β 的比中取最小的两个数 Ζ、Η,三个数 Θ、Κ、Λ,并始终接续多一个,直到它们的个数与 Α、Γ、Δ、Β 的个数相等为止。设已被取出,且设它们为 Μ、Ν、Ξ、Ο。显然,Ζ 乘以其自身生成了 Θ,乘以 Θ 生成了 Μ,且 Η 乘以其自身生成了 Λ,乘以 Λ 生成了Ο。又因为,Μ、Ν、Ξ、Ο 是具有与 Ζ、Η 相同比的数中最小的,而 Α、Γ、Δ、Β 也是具有与 Ζ、Η 相同比的数中最小的,且 Μ、Ν、Ξ、Ο 的个数与 Α、Γ、Δ、Β 的个数相等,所以 Μ、Ν、Ξ、Ο 中的每一个与 Α、Γ、Δ、Β 中的每一个相等;所以 Μ 与 Α 相等,且 Ο 与 Β 相等。又因为 Ζ 乘以其自身生成了 Θ,所以 Ζ 根据 Ζ 中的单位数整除 Θ。但单位 Ε 也根据 Ζ 中的单位数整除 Ζ;所以单位 Ε 整除数 Ζ 的次数与 Ζ 整除 Θ 的次数相同。所以,单位 Ε 对数 Ζ 就像 Ζ 对 Θ。再次,因为 Ζ 乘以 Θ 生成了 Μ,所以 Θ 根据 Ζ 中的单位数整除 Μ。但单位 Ε 也根据 Ζ 中的单位数整除数Ζ;所以单位 Ε 整除数 Ζ 的次数与 Θ 整除 Μ 的次数相同。所以,单位 Ε 对数 Ζ 就像 Θ 对 Μ。但也已证明单位 Ε 对数 Ζ 就像 Ζ 对 Θ;所以,单位 Ε 对数 Ζ 就像 Ζ 对 Θ 且 Θ 对 Μ。但 Μ 与 Α 相等;所以,单位 Ε 对数 Ζ 就像 Ζ 对 Θ 且 Θ 对 Α。同理,单位 Ε 对数 Η 就像 Η 对 Λ 且 Λ 对 Β。所以,在 Α、Β 之间插入了多少个连续比例的数,在Α、Β 中的每一个与单位 Ε 之间也同样插入了多少个连续比例的数;这就是所要证明的。
- 8.prop.9ἕως ἂν ἴσον γένηται τὸ πλῆθος
使用 ἕως ἄν 搭配虚拟语气(γένηται)的时间状语从句,表示未来的界限(“直到个数相等”)。此处描述了构建具有相同比(Ζ:Η)的最小数序列的迭代过程:从两个数(Ζ、Η)开始,接着是三个数(Θ、Κ、Λ),每次增加一个数,直到项数与原序列 Α、Γ、Δ、Β 的项数相等。
- 8.prop.9κατὰ τὰς ἐν τῷ Ζ μονάδας
介词 κατά 搭配宾格,表示基准或度量(“根据 Ζ 中的单位数”,即“与 Ζ 中单位的个数相同的次数”)。这在逻辑上源自乘法的定义:因为 Ζ 乘以自身生成了 Θ,所以 Ζ 整除 Θ 的次数必然等于 Ζ 自身所包含的单位数。
- 8.prop.9ὡς ἡ Ε μονὰς πρὸς τὸν Ζ ἀριθμόν, οὕτως ὁ Ζ πρὸς τὸν Θ καὶ ὁ Θ πρὸς τὸν Α
联结多个比(Ε:Ζ = Ζ:Θ = Θ:Α)的连比例表达法。这一复杂的比例结构被紧凑地表达在一个单一的比较句式(ὡς... οὕτως... καί...)中。由于已证明 Μ 等于 Α,序列中的最后一项 Μ 被替换为 Α。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 1 处
