← 欧几里得

几何原本

§8.prop.10

两数与单位间的连比例项与两数间连比例项的对应

证明如果两个数中的每一个与单位之间插入了若干个连续比例的数,则插入的数的个数相同,在这两个数本身之间也同样会插入相同数量的连续比例的数。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.prop.10

ἐὰν δύο ἀριθμῶν ἑκατέρου καὶ μονάδος μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτωσιν ἀριθμοί, ὅσοι ἑκατέρου αὐτῶν καὶ μονάδος μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί, τοσοῦτοι καὶ εἰς αὐτοὺς μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεσοῦνται. δύο γὰρ ἀριθμῶν τῶν Α, Β καὶ μονάδος τῆς Γ1 μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπιπτέτωσαν ἀριθμοὶ οἵ τε Δ, Ε καὶ οἱ Ζ, Η·2 λέγω, ὅτι ὅσοι ἑκατέρου τῶν Α, Β καὶ μονάδος τῆς Γ μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεπτώκασιν ἀριθμοί, τοσοῦτοι καὶ εἰς τοὺς Α, Β μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπεσοῦνται. ὁ Δ γὰρ τὸν Ζ πολλαπλασιάσας τὸν Θ ποιείτω, ἑκάτερος δὲ τῶν Δ, Ζ τὸν Θ πολλαπλασιάσας ἑκάτερον τῶν Κ, Λ ποιείτω. καὶ ἐπεί ἐστιν ὡς ἡ Γ μονὰς πρὸς τὸν Δ ἀριθμόν, οὕτως ὁ Δ πρὸς τὸν Ε, ἰσάκις ἄρα ἡ Γ μονὰς τὸν Δ ἀριθμὸν μετρεῖ καὶ ὁ Δ τὸν Ε.3 ἡ δὲ Γ μονὰς τὸν Δ ἀριθμὸν μετρεῖ κατὰ τὰς ἐν τῷ Δ μονάδας· καὶ ὁ Δ ἄρα ἀριθμὸς τὸν Ε μετρεῖ κατὰ τὰς ἐν τῷ Δ μονάδας· ὁ Δ ἄρα ἑαυτὸν πολλαπλασιάσας τὸν Ε πεποίηκεν. πάλιν, ἐπεί ἐστιν ὡς ἡ Γ πρὸς τὸν Δ ἀριθμὸν, οὕτως ὁ Ε πρὸς τὸν Α, ἰσάκις ἄρα ἡ Γ μονὰς τὸν Δ ἀριθμὸν μετρεῖ καὶ ὁ Ε τὸν Α. ἡ δὲ Γ μονὰς τὸν Δ ἀριθμὸν μετρεῖ κατὰ τὰς ἐν τῷ Δ μονάδας· καὶ ὁ Ε ἄρα τὸν Α μετρεῖ κατὰ τὰς ἐν τῷ Δ μονάδας· ὁ Δ ἄρα τὸν Ε πολλαπλασιάσας τὸν Α πεποίηκεν. διὰ τὰ αὐτὰ δὴ καὶ ὁ μὲν Ζ ἑαυτὸν πολλαπλασιάσας τὸν Η πεποίηκεν, τὸν δὲ Η πολλαπλασιάσας τὸν Β πεποίηκεν. καὶ ἐπεὶ ὁ Δ ἑαυτὸν μὲν πολλαπλασιάσας τὸν Ε πεποίηκεν, τὸν δὲ Ζ πολλαπλασιάσας τὸν Θ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Δ πρὸς τὸν Ζ, οὕτως ὁ Ε πρὸς τὸν Θ. διὰ τὰ αὐτὰ δὴ καὶ ὡς ὁ Δ πρὸς τὸν Ζ, οὕτως ὁ Θ πρὸς τὸν Η. καὶ ὡς ἄρα ὁ Ε πρὸς τὸν Θ, οὕτως ὁ Θ πρὸς τὸν Η. πάλιν, ἐπεὶ ὁ Δ ἑκάτερον τῶν Ε, Θ πολλαπλασιάσας ἑκάτερον τῶν Α, Κ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Ε πρὸς τὸν Θ, οὕτως ὁ Α πρὸς τὸν Κ. ἀλλʼ ὡς ὁ Ε πρὸς τὸν Θ, οὕτως ὁ Δ πρὸς τὸν Ζ· καὶ ὡς ἄρα ὁ Δ πρὸς τὸν Ζ, οὕτως ὁ Α πρὸς τὸν Κ. πάλιν, ἐπεὶ ἑκάτερος τῶν Δ, Ζ τὸν Θ πολλαπλασιάσας ἑκάτερον τῶν Κ, Λ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Δ πρὸς τὸν Ζ, οὕτως ὁ Κ πρὸς τὸν Λ. ἀλλʼ ὡς ὁ Δ πρὸς τὸν Ζ, οὕτως ὁ Α πρὸς τὸν Κ· καὶ ὡς ἄρα ὁ Α πρὸς τὸν Κ, οὕτως ὁ Κ πρὸς τὸν Λ. ἔτι ἐπεὶ ὁ Ζ ἑκάτερον τῶν Θ, Η πολλαπλασιάσας ἑκάτερον τῶν Λ, Β πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Θ πρὸς τὸν Η, οὕτως ὁ Λ πρὸς τὸν Β. ὡς δὲ ὁ Θ πρὸς τὸν Η, οὕτως ὁ Δ πρὸς τὸν Ζ· καὶ ὡς ἄρα ὁ Δ πρὸς τὸν Ζ, οὕτως ὁ Λ πρὸς τὸν Β. ἐδείχθη δὲ καὶ ὡς ὁ Δ πρὸς τὸν Ζ, οὕτως ὅ τε Α πρὸς τὸν Κ καὶ ὁ Κ πρὸς τὸν Λ· καὶ ὡς ἄρα ὁ Α πρὸς τὸν Κ, οὕτως ὁ Κ πρὸς τὸν Λ καὶ ὁ Λ πρὸς τὸν Β. οἱ Α, Κ, Λ, Β ἄρα κατὰ τὸ συνεχὲς ἑξῆς εἰσιν ἀνάλογον. ὅσοι ἄρα ἑκατέρου τῶν Α, Β καὶ τῆς Γ μονάδος μεταξὺ κατὰ τὸ συνεχὲς ἀνάλογον ἐμπίπτουσιν ἀριθμοί, τοσοῦτοι καὶ εἰς τοὺς Α, Β μεταξὺ κατὰ τὸ συνεχὲς ἐμπεσοῦνται· ὅπερ ἔδει δεῖξαι.

若在两个数中的每一个与单位之间有连续比例的数插入,则在它们中的每一个与单位之间插入了多少个连续比例的数,在这两个数本身之间也会插入同样多个连续比例的数。 因为,设在两个数 Α、Β 与单位 Γ 之间有连续比例的数插入,即为 Δ、Ε 与 Ζ、η;我声称,在 Α、Β 中的每一个与单位 Γ 之间插入了多少个连续比例的数,在 Α、Β 之间也会插入同样多个连续比例的数。 因为,设 Δ 乘以 Ζ 生成了 Θ,且 Δ、Ζ 中的每一个乘以 Θ 生成了 Κ、Λ 中的每一个。 又因为,单位 Γ 对数 Δ 就像Δ 对 Ε,所以单位 Γ 整除数 Δ 的次数与 Δ 整除 Ε 的次数相同。但单位 Γ 根据 Δ 中的单位数整除数 Δ;所以数 Δ 也根据 Δ 中的单位数整除 Ε;所以 Δ 乘以其自身生成了 Ε。再次,因为Γ 对数 Δ 就像 Ε 对 Α,所以单位 Γ 整除数 Δ 的次数与 Ε 整除 Α 的次数相同。但单位 Γ 根据 Δ 中的单位数整除数 Δ;所以 Ε 也根据 Δ 中的单位数整除 Α;所以 Δ 乘以 Ε 生成了 Α。同理,Ζ 乘以其自身生成了 Η,且乘以 Η 生成了 Β。又因为 Δ 乘以其自身生成了 Ε,且乘以 Ζ 生成了 Θ,所以,Δ 对 Ζ 就像 Ε 对 Θ。同理,Δ 对 Ζ 就像 Θ 对 Η。所以,Ε 对 Θ 就像 Θ 对 Η。再次,因为 Δ 乘以 Ε、Θ 中的每一个生成了 Α、Κ 中的每一个,所以,Ε 对 Θ 就像 Α 对 Κ。但 Ε 对 Θ 就像 Δ对 Ζ;所以,Δ 对 Ζ 就像 Α 对 Κ。再次,因为 Δ、Ζ 中的每一个乘以 Θ 生成了 Κ、Λ 中的每一个,所以,Δ 对 Ζ 就像 Κ 对 Λ。但 Δ 对 Ζ 就像 Α 对 Κ;所以,Α 对 Κ 就像 Κ 对 Λ。此外,因为 Ζ 乘以 Θ、Η 中的每一个生成了 Λ、Β 中的每一个,所以,Θ 对 Η 就像 Λ 对 Β。但 Θ 对 Η 就像 Δ 对 Ζ;所以,Δ 对 Ζ 就像 Λ 对Β。但也已证明 Δ 对 Ζ 就像 Α 对 Κ 且 Κ 对 Λ;所以,Α 对 Κ 同样地像 Κ 对 Λ 且 Λ 对 Β。所以 Α、Κ、Λ、Β 是连续接续比例的。所以,在 Α、Β 中的每一个与单位 Γ 之间插入了多少个连续比例的数,在 Α、Β 之间也同样插入了多少个连续比例的数;这就是所要证明的。

语法注3 条
  1. 10δύο γὰρ ἀριθμῶν τῶν Α, Β καὶ μονάδος τῆς Γ

    受介词(或副词)μεταξὺ 支配的属格短语,意为“在两个数 Α、Β 中的每一个与单位 Γ 之间”。

  2. 10οἵ τε Δ, Ε καὶ οἱ Ζ, η

    希腊字母 η 是 Η(Eta)的小写形式。尽管其他数均用大写字母(Α、Β、Γ、Δ、Ε、Ζ、Θ、Κ、Λ)表示,此处却使用了小写字母。译文保留了这一原文特征。

  3. 8.prop.10ἰσάκις ἄρα ἡ Γ μονὰς τὸν Δ ἀριθμὸν μετρεῖ καὶ ὁ Δ τὸν Ε

    使用相关副词 ἰσάκις... καί...(与……相同的次数,……也……)的句式。意为“单位 Γ 整除数 Δ 的次数与 Δ 整除 Ε 的次数相同”,在数学上,这是基于比的定义对等比关系的重述。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-22)
  • 2026-09-22 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.10