- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
证明如果两个数之间有一个比例中项,那么这两个数是相似的平面数。
ἐὰν δύο ἀριθμῶν εἷς μέσος ἀνάλογον ἐμπίπτῃ ἀριθμός, ὅμοιοι ἐπίπεδοι ἔσονται οἱ ἀριθμοί. δύο γὰρ ἀριθμῶν τῶν Α, Β εἷς μέσος ἀνάλογον ἐμπιπτέτω ἀριθμὸς ὁ Γ· λέγω, ὅτι οἱ Α, Β ὅμοιοι ἐπίπεδοί εἰσιν ἀριθμοί. εἰλήφθωσαν ἐλάχιστοι ἀριθμοὶ τῶν τὸν αὐτὸν λόγον ἐχόντων1 τοῖς Α, Γ οἱ Δ, Ε· ἰσάκις ἄρα ὁ Δ τὸν Α μετρεῖ καὶ ὁ Ε τὸν Γ. ὁσάκις δὴ ὁ Δ τὸν Α μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Ζ· ὁ Ζ ἄρα τὸν Δ πολλαπλασιάσας τὸν Α πεποίηκεν.2 ὥστε ὁ Α ἐπίπεδός ἐστιν, πλευραὶ δὲ αὐτοῦ οἱ Δ, Ζ. πάλιν, ἐπεὶ οἱ Δ, Ε ἐλάχιστοί εἰσι τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Γ, Β,3 ἰσάκις ἄρα ὁ Δ τὸν Γ μετρεῖ καὶ ὁ Ε τὸν Β. ὁσάκις δὴ ὁ Ε τὸν Β μετρεῖ, τοσαῦται μονάδες ἔστωσαν ἐν τῷ Η. ὁ Ε ἄρα τὸν Β μετρεῖ κατὰ τὰς ἐν τῷ Η μονάδας· ὁ Η ἄρα τὸν Ε πολλαπλασιάσας τὸν Β πεποίηκεν. ὁ Β ἄρα ἐπίπεδός ἐστι, πλευραὶ δὲ αὐτοῦ εἰσιν οἱ Ε, Η. οἱ Α, Β ἄρα ἐπίπεδοί εἰσιν ἀριθμοί. λέγω δή, ὅτι καὶ ὅμοιοι. ἐπεὶ γὰρ ὁ Ζ τὸν μὲν Δ πολλαπλασιάσας τὸν Α πεποίηκεν, τὸν δὲ Ε πολλαπλασιάσας τὸν Γ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Δ πρὸς τὸν Ε, οὕτως ὁ Α πρὸς τὸν Γ, τουτέστιν ὁ Γ πρὸς τὸν Β. πάλιν, ἐπεὶ ὁ Ε ἑκάτερον τῶν Ζ, Η πολλαπλασιάσας τοὺς Γ, Β πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Ζ πρὸς τὸν Η, οὕτως ὁ Γ πρὸς τὸν Β. ὡς δὲ ὁ Γ πρὸς τὸν Β, οὕτως ὁ Δ πρὸς τὸν Ε· καὶ ὡς ἄρα ὁ Δ πρὸς τὸν Ε, οὕτως ὁ Ζ πρὸς τὸν Η. καὶ ἐναλλὰξ ὡς ὁ Δ πρὸς τὸν Ζ, οὕτως ὁ Ε πρὸς τὸν Η. οἱ Α, Β ἄρα ὅμοιοι ἐπίπεδοί εἰσιν ἀριθμοί· αἱ γὰρ πλευραὶ αὐτῶν ἀνάλογόν εἰσιν· ὅπερ ἔδει δεῖξαι.
如果两个数之间有一个数连续成比例地插入,那么这些数将是相似的平面数。 因为设在两个数 Α、Β 之间有一个数 Γ 连续成比例地插入;我声称,Α、Β 是相似的平面数。 设取与 Α、Γ 具有相同比的数中最小的数 Δ、Ε;因此 Δ 度量 Α 的次数与 Ε 度量 Γ 的次数相同。那么,设在Ζ 中的单位个数与 Δ 度量 Α 的次数相同;因此 Ζ 乘以 Δ 生成了 Α。所以 Α 是一个平面数,其边为 Δ、Ζ。再次,由于 Δ、Ε 是与 Γ、Β 具有相同比的数中最小的,因此 Δ 度量 Γ 的次数与 Ε 度量 Β 的次数相同。那么,设在 Η 中的单位个数与 Ε 度量 Β 的次数相同;因此 Ε 按照 Η 中的单位个数度量 Β;因此 Η 乘以 Ε 生成了 Β。因此 Β 是平面数,其边为 Ε、Η。因此 Α、Β 是平面数。现在我声称,它们也是相似的。因为由于 Ζ 乘以 Δ 生成了 Α,而乘以 Ε 生成了 Γ,因此,Δ 对 Ε 就像 Α 对 Γ,即 Γ 对Β。再次,由于 Ε 乘以 Ζ、Η 中的每一个生成了 Γ、Β,因此,Ζ 对 Η 就像 Γ 对 Β。但 Γ 对 Β 就像 Δ 对 Ε;因此,Δ 对 Ε 就像 Ζ 对 Η。且内项交替地,Δ 对 Ζ 就像 Ε 对 Η。因此 Α、Β 是相似的平面数;因为它们的边成比例;这即是所要求证的。
- 8.prop.20τῶν τὸν αὐτὸν λόγον ἐχόντων
部分属格,意为“在具有相同比的数之中”,修饰并限定了 “ἐλάχιστοι ἀριθμοὶ”(最小的数)。
- 8.prop.20ὁ Ζ ἄρα τὸν Δ πολλαπλασιάσας τὸν Α πεποίηκεν.
与主格主语 “ὁ Ζ” 一致的不定过去时分词 “πολλαπλασιάσας” 表示相对于主动词 “πεποίηκεν” 的手段或伴随状况。
- 8.prop.20τῶν τὸν αὐτὸν λόγον ἐχόντων τοῖς Γ, Β
这同样是一个部分属格,修饰前置的 “ἐλάχιστοί [ἀριθμοὶ]”。由于 Α:Γ = Γ:Β 已经成立,因此对于 Α、Γ 的最小比 Δ:Ε 自然也成为对于 Γ、Β 的最小比。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
