- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:8.prop.19#2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本命题证明了在两个相似立体数 Α 与 Β 之间存在两个比例中项 Ν 与 Ξ,并论证了 Α 与 Β 的比是它们对应边之比的三倍比。
καὶ ἐπεὶ ὁ Ε τὸν Κ πολλαπλασιάσας τὸν Α πεποίηκεν, ἀλλὰ μὴν καὶ1 τὸν Μ πολλαπλασιάσας τὸν Ν πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Κ πρὸς τὸν Μ, οὕτως ὁ Α πρὸς τὸν Ν. ὡς δὲ ὁ Κ πρὸς τὸν Μ, οὕτως ὅ τε Γ πρὸς τὸν Ζ καὶ ὁ Δ πρὸς τὸν Η καὶ ἔτι ὁ Ε πρὸς τὸν Θ·2 καὶ ὡς ἄρα ὁ Γ πρὸς τὸν Ζ καὶ ὁ Δ πρὸς τὸν Η καὶ ὁ Ε πρὸς τὸν Θ, οὕτως ὁ Α πρὸς τὸν Ν. πάλιν, ἐπεὶ ἑκάτερος τῶν Ε, Θ τὸν Μ πολλαπλασιάσας ἑκάτερον τῶν Ν, Ξ πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Ε πρὸς τὸν Θ, οὕτως ὁ Ν πρὸς τὸν Ξ. ἀλλʼ ὡς ὁ Ε πρὸς τὸν Θ, οὕτως ὅ τε Γ πρὸς τὸν Ζ καὶ ὁ Δ πρὸς τὸν Η· καὶ ὡς ἄρα ὁ Γ πρὸς τὸν Ζ καὶ ὁ Δ πρὸς τὸν Η καὶ ὁ Ε πρὸς τὸν Θ, οὕτως ὅ τε Α πρὸς τὸν Ν καὶ ὁ Ν πρὸς τὸν Ξ. πάλιν, ἐπεὶ ὁ Θ τὸν Μ πολλαπλασιάσας τὸν Ξ πεποίηκεν, ἀλλὰ μὴν καὶ τὸν Λ πολλαπλασιάσας τὸν Β πεποίηκεν, ἔστιν ἄρα ὡς ὁ Μ πρὸς τὸν Λ, οὕτως ὁ Ξ πρὸς τὸν Β. ἀλλʼ ὡς ὁ Μ πρὸς τὸν Λ, οὕτως ὅ τε Γ πρὸς τὸν Ζ καὶ ὁ Δ πρὸς τὸν Η καὶ ὁ Ε πρὸς τὸν Θ. καὶ ὡς ἄρα ὁ Γ πρὸς τὸν Ζ καὶ ὁ Δ πρὸς τὸν Η καὶ ὁ Ε πρὸς τὸν Θ, οὕτως οὐ μόνον ὁ Ξ πρὸς τὸν Β, ἀλλὰ καὶ ὁ Α πρὸς τὸν Ν καὶ ὁ Ν πρὸς τὸν Ξ. οἱ Α, Ν, Ξ, Β ἄρα ἑξῆς εἰσιν ἀνάλογον ἐν τοῖς εἰρημένοις τῶν πλευρῶν λόγοις. λέγω, ὅτι καὶ ὁ Α πρὸς τὸν Β τριπλασίονα λόγον3 ἔχει ἤπερ ἡ ὁμόλογος πλευρὰ πρὸς τὴν ὁμόλογον πλευράν, τουτέστιν ἤπερ ὁ Γ ἀριθμὸς πρὸς τὸν Ζ ἢ ὁ Δ πρὸς τὸν Η καὶ ἔτι ὁ Ε πρὸς τὸν Θ. ἐπεὶ γὰρ τέσσαρες ἀριθμοὶ ἑξῆς ἀνάλογόν εἰσιν οἱ Α, Ν, Ξ, Β, ὁ Α ἄρα πρὸς τὸν Β τριπλασίονα λόγον ἔχει ἤπερ ὁ Α πρὸς τὸν Ν. ἀλλʼ ὡς ὁ Α πρὸς τὸν Ν, οὕτως ἐδείχθη ὅ τε Γ πρὸς τὸν Ζ καὶ ὁ Δ πρὸς τὸν Η καὶ ἔτι ὁ Ε πρὸς τὸν Θ. καὶ ὁ Α ἄρα πρὸς τὸν Β τριπλασίονα λόγον ἔχει ἤπερ ἡ ὁμόλογος πλευρὰ πρὸς τὴν ὁμόλογον πλευράν, τουτέστιν ἤπερ ὁ Γ ἀριθμὸς πρὸς τὸν Ζ καὶ ὁ Δ πρὸς τὸν Η καὶ ἔτι ὁ Ε πρὸς τὸν Θ· ὅπερ ἔδει δεῖξαι.
由于 Ε 乘以 Κ 生成了 Α,但确实乘以 Μ 也生成了 Ν,因此,Κ 对 Μ 就像 Α 对 Ν。而 Κ 对 Μ 就像 Γ 对 Ζ 且 Δ对 Η 且进一步 Ε 对 Θ;因此,Γ 对 Ζ 且 Δ 对 Η 且 Ε 对 Θ 就像 Α 对 Ν。再次,由于 Ε、Θ 各自乘以 Μ 生成了 Ν、Ξ,因此,Ε 对 Θ 就像 Ν 对 Ξ。但 Ε对 Θ 就像 Γ 对 Ζ 且 Δ 对 Η;因此,Γ 对 Ζ 且 Δ 对 Η 且 Ε 对 Θ 就像 Α 对 Ν 且 Ν 对 Ξ。再次,由于 Θ 乘以 Μ 生成了 Ξ,但确实乘以 Λ 也生成了 Β,因此,Μ 对 Λ 就像 Ξ 对 Β。但 Μ 对 Λ 就像 Γ 对 Ζ 且 Δ 对 Η 且 Ε 对 Θ。因此,Γ 对 Ζ 且 Δ 对 Η 且 Ε 对 Θ 就像不仅 Ξ 对 Β,而且 Α 对Ν 且 Ν 对 Ξ。因此,Α、Ν、Ξ、Β 在所述边的比中连续成比例。 我声称,Α 对 Β 也具有对应边对对应边之比的三倍比,即数 Γ 对 Ζ,或 Δ 对 Η,且进一步 Ε 对 Θ 之比。因为由于四个数 Α、Ν、Ξ、Β 连续成比例,因此 Α 对 Β 具有 Α 对 Ν 之比的三倍比。但 Α 对 Ν 就像已证明的 Γ 对 Ζ 且 Δ 对 Η 且进一步 Ε 对 Θ。因此,Α 对Β 也具有对应边对对应边之比的三倍比,即数 Γ 对 Ζ 且 Δ 对 Η 且进一步 Ε 对 Θ 之比;这即是所要求证的。
- 8.prop.19ἀλλὰ μὴν καὶ
译为“但确实也”,在先前的乘积基础上,引入使用相同乘数(Ε或Θ)的另一个乘法运算,用作强调性的逻辑连接词。
- 8.prop.19ὅ τε Γ πρὸς τὸν Ζ καὶ ὁ Δ πρὸς τὸν Η καὶ ἔτι ὁ Ε πρὸς τὸν Θ
采用 “ὅ τε ... καὶ ... καὶ ἔτι ...” 的并列关联结构。它全面地指出前述的比(Κ 对 Μ)与这三个边之比(Γ 对 Ζ、Δ 对 Η、Ε 对 Θ)中的每一个都相等。
- 8.prop.19τριπλασίονα λόγον
数学词汇,指“三倍比”(立方比)。其依据是《几何原本》第五卷定义10:如果四个量连续成比例(Α对Ν = Ν对Ξ = Ξ对Β),则首尾两项之比(Α对Β)是相邻两项之比(Α对Ν)的三倍比。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-09-22 AI校阅 — 原文 1 处
