← 欧几里得

几何原本

§6.prop.9-6.prop.11

直线的比例分割与求第三比例线段

在第6卷命题9至11中,作者展示了如何从已知直线上截取所要求的一部分(如三分之一,命题9),如何将给定的未分割直线按另一条已分割直线同样地分割(命题10),以及如何求两条已知直线的第三比例线段(命题11)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§6.prop.9

τῆς δοθείσης εὐθείας τὸ προσταχθὲν μέρος ἀφελεῖν.1 ἔστω ἡ δοθεῖσα εὐθεῖα ἡ ΑΒ· δεῖ δὴ τῆς ΑΒ τὸ προσταχθὲν μέρος ἀφελεῖν. Ἐπιτετάχθω2 δὴ τὸ τρίτον. διήχθω τις ἀπὸ τοῦ α εὐθεῖα ἡ ΑΓ γωνίαν περιέχουσα μετὰ τῆς ΑΒ τυχοῦσαν· καὶ εἰλήφθω τυχὸν σημεῖον ἐπὶ τῆς ΑΓ τὸ Δ, καὶ κείσθωσαν τῇ ΑΔ ἴσαι αἱ ΔΕ, ΕΓ. καὶ ἐπεζεύχθω ἡ ΒΓ, καὶ διὰ τοῦ Δ παράλληλος αὐτῇ ἤχθω ἡ ΔΖ. ἐπεὶ οὖν τριγώνου τοῦ ΑΒΓ παρὰ μίαν τῶν πλευρῶν τὴν ΒΓ ἦκται ἡ ΖΔ, ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΓΔ πρὸς τὴν ΔΑ, οὕτως ἡ ΒΖ πρὸς τὴν ΖΑ. διπλῆ δὲ ἡ ΓΔ τῆς ΔΑ· διπλῆ ἄρα καὶ ἡ ΒΖ τῆς ΖΑ· τριπλῆ ἄρα ἡ ΒΑ τῆς ΑΖ. τῆς ἄρα δοθείσης εὐθείας τῆς ΑΒ τὸ ἐπιταχθὲν τρίτον μέρος ἀφῄρηται τὸ ΑΖ· ὅπερ ἔδει ποιῆσαι.

从已知直线上截取所要求的一部分。 设已知直线为 AB。要在 AB 上截取所要求的一部分。 设所要求的是三分之一。从A 引出任意直线 AC,使其与 AB 夹任意角。在 AC 上任取一点 D,并令 DE、EC 等于 AD。连接 BC,并经过 D作一条平行于 BC 的直线 DZ。 于是,因为在三角形 ABC 中,平行于它的一边 BC 引了直线 ZD,所以成比例:正如 CD 对 DA,BZ 对 ZA。而 CD 是DA 的两倍;因此 BZ 也是 ZA 的两倍;所以 BA 是 AZ 的三倍。 因此,从已知直线 AB 上截取了所要求的三分之一部分 AZ。这就是所要作的。

§6.prop.10

τὴν δοθεῖσαν εὐθεῖαν ἄτμητον τῇ δοθείσῃ τετμημένῃ ὁμοίως τεμεῖν. ἔστω ἡ μὲν δοθεῖσα εὐθεῖα ἄτμητος ἡ ΑΒ, ἡ δὲ τετμημένη ἡ ΑΓ κατὰ τὰ Δ, Ε σημεῖα, καὶ κείσθωσαν ὥστε γωνίαν τυχοῦσαν περιέχειν,3 καὶ ἐπεζεύχθω ἡ ΓΒ, καὶ διὰ τῶν Δ, Ε τῇ ΒΓ παράλληλοι ἤχθωσαν αἱ ΔΖ, ΕΗ, διὰ δὲ τοῦ Δ τῇ ΑΒ παράλληλος ἤχθω ἡ ΔΘΚ.4 παραλληλόγραμμον ἄρα ἐστὶν ἑκάτερον τῶν ΖΘ, ΘΒ· ἴση ἄρα ἡ μὲν ΔΘ τῇ ΖΗ, ἡ δὲ ΘΚ τῇ ΗΒ. καὶ ἐπεὶ τριγώνου τοῦ ΔΚΓ παρὰ μίαν τῶν πλευρῶν τὴν ΚΓ εὐθεῖα ἦκται ἡ ΘΕ, ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΓΕ πρὸς τὴν ΕΔ, οὕτως ἡ ΚΘ πρὸς τὴν ΘΔ. ἴση δὲ ἡ μὲν ΚΘ τῇ ΒΗ, ἡ δὲ ΘΔ τῇ ΗΖ. ἔστιν ἄρα ὡς ἡ ΓΕ πρὸς τὴν ΕΔ, οὕτως ἡ ΒΗ πρὸς τὴν ΗΖ. πάλιν, ἐπεὶ τριγώνου τοῦ ΑΗΕ παρὰ μίαν τῶν πλευρῶν τὴν ΗΕ ἦκται ἡ ΖΔ, ἀνάλογον ἄρα ἐστὶν ὡς ἡ ΕΔ πρὸς τὴν ΔΑ, οὕτως ἡ ΗΖ πρὸς τὴν ΖΑ. ἐδείχθη δὲ καὶ ὡς ἡ ΓΕ πρὸς τὴν ΕΔ, οὕτως ἡ ΒΗ πρὸς τὴν ΗΖ· ἔστιν ἄρα ὡς μὲν ἡ ΓΕ πρὸς τὴν ΕΔ, οὕτως ἡ ΒΗ πρὸς τὴν ΗΖ, ὡς δὲ ἡ ΕΔ πρὸς τὴν ΔΑ, οὕτως ἡ ΗΖ πρὸς τὴν ΖΑ. ἡ ἄρα δοθεῖσα εὐθεῖα ἄτμητος ἡ ΑΒ τῇ δοθείσῃ εὐθείᾳ τετμημένῃ τῇ ΑΓ ὁμοίως τέτμηται· ὅπερ ἔδει ποιῆσαι.

将一条给定的未分割直线按照一条给定的已分割直线同样地分割。 设 AB 为给定的未分割直线,AC 为在点 D、E 处分割的已分割直线。令它们放置以夹任意角。连接 CB,并经过 D、E 作平行于 BC 的直线 DZ、EH;此外,经过 D 作平行于 AB 的直线 DHK。 因此 ZH、HB 的每一个都是平行四边形;所以 DH 等于 ZH,HK 等于 HB。又因为在三角形 DKC 中,平行于它的一边 KC引了直线 HE,所以成比例:正如 CE 对 ED,KH 对 HD。而 KH 等于 BH,HD 等于 HZ;因此,正如 CE 对 ED,BH 对 HZ。再次,因为在三角形 AHE 中,平行于它的一边 HE 引了直线 ZD,所以成比例:正如 ED 对 DA,HZ 对 ZA。而且已被证明,正如 CE 对 ED,BH 对 HZ;因此,正如 CE 对 ED,BH 对 HZ,且正如 ED 对 DA,HZ 对 ZA。 因此,给定的未分割直线 AB 已按照给定的已分割直线 AC 同样地分割。这就是所要作的。

§6.prop.11

δύο δοθεισῶν εὐθειῶν τρίτην ἀνάλογον5 προσευρεῖν. ἔστωσαν αἱ δοθεῖσαι αἱ ΒΑ, ΑΓ καὶ κείσθωσαν γωνίαν περιέχουσαι τυχοῦσαν. δεῖ δὴ τῶν ΒΑ, ΑΓ τρίτην ἀνάλογον προσευρεῖν. ἐκβεβλήσθωσαν γὰρ ἐπὶ τὰ Δ, Ε σημεῖα, καὶ κείσθω τῇ ΑΓ ἴση ἡ ΒΔ, καὶ ἐπεζεύχθω ἡ ΒΓ, καὶ διὰ τοῦ Δ παράλληλος αὐτῇ ἤχθω ἡ ΔΕ. ἐπεὶ οὖν τριγώνου τοῦ ΑΔΕ παρὰ μίαν τῶν πλευρῶν τὴν ΔΕ ἦκται ἡ ΒΓ, ἀνάλογόν ἐστιν ὡς ἡ ΑΒ πρὸς τὴν ΒΔ, οὕτως ἡ ΑΓ πρὸς τὴν ΓΕ. ἴση δὲ ἡ ΒΔ τῇ ΑΓ. ἔστιν ἄρα ὡς ἡ ΑΒ πρὸς τὴν ΑΓ, οὕτως ἡ ΑΓ πρὸς τὴν ΓΕ. δύο ἄρα δοθεισῶν εὐθειῶν τῶν ΑΒ, ΑΓ τρίτη ἀνάλογον αὐταῖς προσεύρηται ἡ ΓΕ· ὅπερ ἔδει ποιῆσαι.

求两条已知直线的第三比例线段。 设给定的两条直线为 BA、AC,且令它们放置以夹任意角。要在 BA、AC 之外求出一条第三比例线段。因为,让它们延长到点 D、E,并令 BD 等于 AC,连接 BC,并通过 D 作平行于它的直线 DE。 于是,因为在三角形 ADE 中,平行于它的一边DE 引了直线 BC,所以成比例:正如 AB 对 BD,AC 对 CE。而 BD 等于 AC;因此,正如 AB 对 AC,AC 对 CE。 因此,对应于给定的两条直线 AB、AC,求出了它们的第三比例线段 CE。这就是所要作的。

语法注5 条
  1. 6.prop.9ἀφελεῖν

    用于作图题标题中的不定式,表示在给定条件下“要完成的任务”(“截取”)。

  2. 6.prop.9Ἐπιτετάχθω

    第三人称单数完成时被动命令式。在作图法中,它用于设定一个具体的条件(在此为三分之一)“已被指定”的假设。

  3. 6.prop.10ὥστε γωνίαν τυχοῦσαν περιέχειν

    表示结果或目的的 ὥστε 从句,指出两条直线应当被放置得“以夹任意角”。

  4. 6.prop.10ΔΘΚ

    原文中的希腊字母 Θ (Theta) 在通常的英译等字母表示中被分配为 H 或 K;在此它代表图示中构成平行线 DHK(原文为 Δ-Θ-Κ)的点。

  5. 6.prop.11τρίτην ἀνάλογον

    意为“第三比例线(项)”,指比例式 a:b = b:x 中的未知项 x(直线)。在此省略了被修饰的阴性名词 εὐθεῖαν(直线)。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.9-6.prop.11