- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.12-6.prop.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
命题12阐述了求三条已知直线的第四比例线段的作图方法,命题13通过半圆与垂线求两条直线的比例中项,命题14证明了等角平行四边形面积相等与夹等角的边成逆比例互为充要条件。
τριῶν δοθεισῶν εὐθειῶν τετάρτην ἀνάλογον προσευρεῖν. ἔστωσαν αἱ δοθεῖσαι τρεῖς εὐθεῖαι αἱ Α, Β, Γ· δεῖ δὴ τῶν Α, Β, Γ τετάρτην ἀνάλογον προσευρεῖν. Ἐκκείσθωσαν δύο εὐθεῖαι αἱ ΔΕ, ΔΖ γωνίαν περιέχουσαι τὴν ὑπὸ ΕΔΖ· καὶ κείσθω τῇ μὲν Α ἴση ἡ ΔΗ, τῇ δὲ Β ἴση ἡ ΗΕ, καὶ ἔτι τῇ Γ ἴση ἡ ΔΘ· καὶ ἐπιζευχθείσης τῆς ΗΘ1 παράλληλος αὐτῇ ἤχθω διὰ τοῦ Ε ἡ ΕΖ. ἐπεὶ οὖν τριγώνου τοῦ ΔΕΖ παρὰ μίαν τὴν ΕΖ ἦκται ἡ ΗΘ, ἔστιν ἄρα ὡς ἡ ΔΗ πρὸς τὴν ΗΕ, οὕτως ἡ ΔΘ πρὸς τὴν ΘΖ. ἴση δὲ ἡ μὲν ΔΗ τῇ Α, ἡ δὲ ΗΕ τῇ Β, ἡ δὲ ΔΘ τῇ Γ· ἔστιν ἄρα ὡς ἡ Α πρὸς τὴν Β, οὕτως ἡ Γ πρὸς τὴν ΘΖ. τριῶν ἄρα δοθεισῶν εὐθειῶν τῶν Α, Β, Γ τετάρτη ἀνάλογον προσεύρηται ἡ ΘΖ· ὅπερ ἔδει ποιῆσαι.
求三条已知直线的第四比例线段。 设三条已知直线为 A、B、C。要在 A、B、C 之外求出一条第四比例线段。 设两条直线 DE、DZ 放置以夹角EDZ。并令 DH 等于 A,HE 等于 B,进一步令 DΘ 等于 C。连接 HΘ,且通过 E 作平行于它的直线 EZ。 于是,因为在三角形 DEZ 中,平行于它的一边 EZ引了直线 HΘ,所以正如 DH 对 HE,DΘ 对 ΘZ。而 DH 等于 A,HE 等于 B,DΘ 等于 C;因此,正如 A 对 B,C 对 ΘZ。 因此,对应于给定的三条直线 A、B、C,求出了它们的第四比例线段ΘZ。这就是所要作的。
δύο δοθεισῶν εὐθειῶν μέσην ἀνάλογον προσευρεῖν. ἔστωσαν αἱ δοθεῖσαι δύο εὐθεῖαι αἱ ΑΒ, ΒΓ· δεῖ δὴ τῶν ΑΒ, ΒΓ μέσην ἀνάλογον προσευρεῖν. κείσθωσαν ἐπʼ εὐθείας, καὶ γεγράφθω ἐπὶ τῆς ΑΓ ἡμικύκλιον τὸ ΑΔΓ, καὶ ἤχθω ἀπὸ τοῦ Β σημείου τῇ ΑΓ εὐθείᾳ πρὸς ὀρθὰς ἡ ΒΔ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΔ, ΔΓ. ἐπεὶ ἐν ἡμικυκλίῳ γωνία ἐστὶν ἡ ὑπὸ ΑΔΓ, ὀρθή ἐστιν. καὶ ἐπεὶ ἐν ὀρθογωνίῳ τριγώνῳ τῷ ΑΔΓ ἀπὸ τῆς ὀρθῆς γωνίας ἐπὶ τὴν βάσιν κάθετος ἦκται ἡ ΔΒ, ἡ ΔΒ ἄρα τῶν τῆς βάσεως τμημάτων2 τῶν ΑΒ, ΒΓ μέση ἀνάλογόν ἐστιν. δύο ἄρα δοθεισῶν εὐθειῶν τῶν ΑΒ, ΒΓ μέση ἀνάλογον προσεύρηται ἡ ΔΒ· ὅπερ ἔδει ποιῆσαι.
求两条已知直线的比例中项。 设给定的两条直线为 AB、BC。要在 AB、BC 之外求出一条比例中项。 令它们在一条直线上放置,且在 AC 上作半圆 ADC,从点 B 作垂直于直线 AC 的直线 BD,并连接 AD、DC。 因为在半圆中的角 ADC 是直角。又因为在直角三角形 ADC 中,从直角向底边引了垂线 DB,所以 DB 是底边的分段 AB、BC 的比例中项。 因此,对应于给定的两条直线 AB、BC,求出了它们的比例中项 DB。这就是所要作的。
τῶν ἴσων τε καὶ ἰσογωνίων παραλληλογράμμων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας· καὶ ὧν ἰσογωνίων παραλληλογράμμων3 ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας, ἴσα ἐστὶν ἐκεῖνα. ἔστω ἴσα τε καὶ ἰσογώνια παραλληλόγραμμα τὰ ΑΒ, ΒΓ ἴσας ἔχοντα τὰς πρὸς τῷ Β γωνίας, καὶ κείσθωσαν ἐπʼ εὐθείας αἱ ΔΒ, ΒΕ· ἐπʼ εὐθείας ἄρα εἰσὶ καὶ αἱ ΖΒ, ΒΗ. λέγω, ὅτι τῶν ΑΒ, ΒΓ ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας, τουτέστιν, ὅτι ἐστὶν ὡς ἡ ΔΒ πρὸς τὴν ΒΕ, οὕτως ἡ ΗΒ πρὸς τὴν ΒΖ. συμπεπληρώσθω γὰρ τὸ ΖΕ παραλληλόγραμμον. ἐπεὶ οὖν ἴσον ἐστὶ τὸ ΑΒ παραλληλόγραμμον τῷ ΒΓ παραλληλογράμμῳ, ἄλλο δέ τι τὸ ΖΕ, ἔστιν ἄρα ὡς τὸ ΑΒ πρὸς τὸ ΖΕ, οὕτως τὸ ΒΓ πρὸς τὸ ΖΕ. ἀλλʼ ὡς μὲν τὸ ΑΒ πρὸς τὸ ΖΕ, οὕτως ἡ ΔΒ πρὸς τὴν ΒΕ, ὡς δὲ τὸ ΒΓ πρὸς τὸ ΖΕ, οὕτως ἡ ΗΒ πρὸς τὴν ΒΖ· καὶ ὡς ἄρα ἡ ΔΒ πρὸς τὴν ΒΕ, οὕτως ἡ ΗΒ πρὸς τὴν ΒΖ. τῶν ἄρα ΑΒ, ΒΓ παραλληλογράμμων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας. ἀλλὰ δὴ ἔστω ὡς ἡ ΔΒ πρὸς τὴν ΒΕ, οὕτως ἡ ΗΒ πρὸς τὴν ΒΖ· λέγω, ὅτι ἴσον ἐστὶ τὸ ΑΒ παραλληλόγραμμον τῷ ΒΓ παραλληλογράμμῳ. ἐπεὶ γάρ ἐστιν ὡς ἡ ΔΒ πρὸς τὴν ΒΕ, οὕτως ἡ ΗΒ πρὸς τὴν ΒΖ, ἀλλʼ ὡς μὲν ἡ ΔΒ πρὸς τὴν ΒΕ, οὕτως τὸ ΑΒ παραλληλόγραμμον πρὸς τὸ ΖΕ παραλληλόγραμμον, ὡς δὲ ἡ ΗΒ πρὸς τὴν ΒΖ, οὕτως τὸ ΒΓ παραλληλόγραμμον πρὸς τὸ ΖΕ παραλληλόγραμμον, καὶ ὡς ἄρα τὸ ΑΒ πρὸς τὸ ΖΕ, οὕτως τὸ ΒΓ πρὸς τὸ ΖΕ· ἴσον ἄρα ἐστὶ τὸ ΑΒ παραλληλόγραμμον τῷ ΒΓ παραλληλογράμμῳ. τῶν ἄρα ἴσων τε καὶ ἰσογωνίων παραλληλογράμμων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας· καὶ ὧν ἰσογωνίων παραλληλογράμμων ἀντιπεπόνθασιν αἱ πλευραὶ αἱ περὶ τὰς ἴσας γωνίας, ἴσα ἐστὶν ἐκεῖνα· ὅπερ ἔδει δεῖξαι.
在相等且等角的平行四边形中,夹等角的边是逆比例的;而在夹等角的边是逆比例的等角平行四边形中,它们是相等的。 设 AB、BC 为相等且等角的平行四边形,它们在 B 处的角相等。令 DB、BE 在一条直线上放置;因此 ZB、BH 也在一条直线上。我说,在 AB、BC 中,夹等角的边是逆比例的,也就是说,正如DB 对 BE,HB 对 BZ。 因为,设平行四边形 ZE 被补足。于是,因为平行四边形 AB 等于平行四边形 BC,而另有某个平行四边形 ZE,所以正如 AB 对 ZE,BC 对 ZE。然而,正如 AB 对 ZE,DB 对 BE,正如 BC 对 ZE,HB 对 BZ;因此,正如 DB 对 BE,HB 对 BZ。所以,在平行四边形 AB、BC 中,夹等角的边是逆比例的。 但是,设正如 DB 对 BE,HB对 BZ。我说,平行四边形 AB 等于平行四边形 BC。 因为,既然正如 DB 对 BE,HB 对 BZ,然而正如 DB 对 BE,平行四边形 AB 对平行四边形 ZE,正如 HB 对 BZ,平行四边形 BC 对平行四边形 ZE;所以,正如 AB 对 ZE,BC 对 ZE;因此,平行四边形 AB 等于平行四边形 BC。 因此,在相等且等角的平行四边形中,夹等角的边是逆比例的;而在夹等角的边是逆比例的等角平行四边形中,它们是相等的。这就是所要证明的。
- 6.prop.12ἐπιζευχθείσης τῆς ΗΘ
属格绝对结构(不定过去时被动分词),表示在主句命令式动词 ἤχθω 发生前的先决步骤(“在连接了 ΗΘ 之后”)。
- 6.prop.13τῶν τῆς βάσεως τμημάτων
依附于名词短语 μέση ἀνάλογον(比例中项)的关系属格,其后的属格 τῶν ΑΒ, ΒΓ 作其同格语,用于具体指明“底边的各个分段”。
- 6.prop.14ὧν ἰσογωνίων παραλληλογράμμων
关系代词吸引(attraction)的用法。原本应作为主句主语的先行词 ἐκεῖνα τὰ ἰσογώνια παραλληλόγραμμα 被并入关系从句中,并受关系代词 ὧν 的牵引而变成属格形式。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
