- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
证明平行于三角形一边的直线将按比例切断其余两边,反之亦然。
ἐὰν τριγώνου παρὰ μίαν τῶν πλευρῶν ἀχθῇ τις εὐθεῖα, ἀνάλογον1 τεμεῖ τὰς τοῦ τριγώνου πλευράς· καὶ ἐὰν αἱ τοῦ τριγώνου πλευραὶ ἀνάλογον τμηθῶσιν, ἡ ἐπὶ τὰς τομὰς ἐπιζευγνυμένη εὐθεῖα παρὰ τὴν λοιπὴν ἔσται τοῦ τριγώνου πλευράν. τριγώνου γὰρ τοῦ ΑΒΓ παράλληλος μιᾷ τῶν πλευρῶν τῇ ΒΓ ἤχθω ἡ ΔΕ· λέγω, ὅτι ἐστὶν ὡς ἡ ΒΔ πρὸς τὴν ΔΑ, οὕτως ἡ ΓΕ πρὸς τὴν ΕΑ. ἐπεζεύχθωσαν γὰρ αἱ ΒΕ, ΓΔ. ἴσον ἄρα ἐστὶ ΒΔΕ τρίγωνον τῷ ΓΔΕ τριγώνῳ· ἐπὶ γὰρ τῆς αὐτῆς βάσεώς ἐστι τῆς ΔΕ καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ταῖς ΔΕ, ΒΓ· ἄλλο δέ τι τὸ ΑΔΕ τρίγωνον. τὰ δὲ ἴσα πρὸς τὸ αὐτὸ τὸν αὐτὸν ἔχει λόγον· ἔστιν ἄρα ὡς τὸ ΒΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ, οὕτως τὸ ΓΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ τρίγωνον. ἀλλʼ ὡς μὲν τὸ ΒΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ, οὕτως ἡ ΒΔ πρὸς τὴν ΔΑ· ὑπὸ γὰρ τὸ αὐτὸ ὕψος ὄντα2 τὴν ἀπὸ τοῦ Ε ἐπὶ τὴν ΑΒ κάθετον ἀγομένην πρὸς ἄλληλά εἰσιν ὡς αἱ βάσεις. διὰ τὰ αὐτὰ δὴ ὡς τὸ ΓΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ, οὕτως ἡ ΓΕ πρὸς τὴν ΕΑ· καὶ ὡς ἄρα ἡ ΒΔ πρὸς τὴν ΔΑ, οὕτως ἡ ΓΕ πρὸς τὴν ΕΑ. ἀλλὰ δὴ αἱ τοῦ ΑΒΓ τριγώνου πλευραὶ αἱ ΑΒ, ΑΓ ἀνάλογον τετμήσθωσαν, ὡς ἡ ΒΔ πρὸς τὴν ΔΑ, οὕτως ἡ ΓΕ πρὸς τὴν ΕΑ, καὶ ἐπεζεύχθω ἡ ΔΕ· λέγω, ὅτι παράλληλός ἐστιν ἡ ΔΕ τῇ ΒΓ. τῶν γὰρ αὐτῶν κατασκευασθέντων,3 ἐπεί ἐστιν ὡς ἡ ΒΔ πρὸς τὴν ΔΑ, οὕτως ἡ ΓΕ πρὸς τὴν ΕΑ, ἀλλʼ ὡς μὲν ἡ ΒΔ πρὸς τὴν ΔΑ, οὕτως τὸ ΒΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ τρίγωνον, ὡς δὲ ἡ ΓΕ πρὸς τὴν ΕΑ, οὕτως τὸ ΓΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ τρίγωνον, καὶ ὡς ἄρα τὸ ΒΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ τρίγωνον, οὕτως τὸ ΓΔΕ τρίγωνον πρὸς τὸ ΑΔΕ τρίγωνον. ἑκάτερον ἄρα τῶν ΒΔΕ, ΓΔΕ τριγώνων πρὸς τὸ ΑΔΕ τὸν αὐτὸν ἔχει λόγον. ἴσον ἄρα ἐστὶ τὸ ΒΔΕ τρίγωνον τῷ ΓΔΕ τριγώνῳ· καί εἰσιν ἐπὶ τῆς αὐτῆς βάσεως τῆς ΔΕ. τὰ δὲ ἴσα τρίγωνα καὶ ἐπὶ τῆς αὐτῆς βάσεως ὄντα καὶ ἐν ταῖς αὐταῖς παραλλήλοις ἐστίν. παράλληλος ἄρα ἐστὶν ἡ ΔΕ τῇ ΒΓ. ἐὰν ἄρα τριγώνου παρὰ μίαν τῶν πλευρῶν ἀχθῇ τις εὐθεῖα, ἀνάλογον τεμεῖ τὰς τοῦ τριγώνου πλευράς· καὶ ἐὰν αἱ τοῦ τριγώνου πλευραὶ ἀνάλογον τμηθῶσιν, ἡ ἐπὶ τὰς τομὰς ἐπιζευγνυμένη εὐθεῖα παρὰ τὴν λοιπὴν ἔσται τοῦ τριγώνου πλευράν· ὅπερ ἔδει δεῖξαι.
如果有一条直线平行于三角形的一条边,它将按比例切断三角形的边;如果三角形的边被按比例切断,那么连接切点的直线将平行于三角形的其余一条边。 因为,设平行于三角形 ABC 之一边 BC 的直线 DE 被引出;我说,正如 BD 对 DA,CE 也对 EA。 连接 BE, CD。 因此,三角形 BDE 等于三角形 CDE;因为它在同一底边 DE 上,并且在相同的平行线 DE, BC 之间。而三角形 ADE 是另外某个图形。相等的东西对相同的东西有相同的比;因此,正如三角形 BDE 对三角形 ADE,三角形 CDE 也对三角形 ADE。但是,正如三角形 BDE 对 ADE,BD 也对DA;因为它们在相同的高度下——即从 E 到 AB 所引的垂线——它们彼此的比等于其底边的比。同理,正如三角形 CDE 对 ADE,CE 也对 EA;因此,正如 BD 对 DA,CE 也对 EA。 但是,设三角形 ABC 的边 AB, AC 被按比例切断,即正如 BD 对 DA,CE 也对 EA,并且连接 DE;我说,DE 平行于 BC。 因为,在作相同准备的情况下,由于正如BD 对 DA,CE 也对 EA,但是正如 BD 对 DA,三角形 BDE 对三角形 ADE,正如 CE 对 EA,三角形 CDE 对三角形 ADE,因此,正如三角形 BDE 对三角形 ADE,三角形 CDE也对三角形 ADE。因此,三角形 BDE, CDE 的每一个对 ADE 都有相同的比。因此,三角形 BDE 等于三角形 CDE;并且它们在同一底边 DE 上。而在同一底边上的相等三角形,也在相同的平行线之间。因此,DE 平行于 BC。 因此,如果有一条直线平行于三角形的一条边,它将按比例切断三角形的边;如果三角形的边被按比例切断,那么连接切点的直线将平行于三角形的其余一条边;这就是所要证明的。
- 6.prop.2ἀνάλογον
原为形容词 ἀνάλογος 的中性单数形式,在此作副词使用,意为“成比例地”或“按比例”。
- 6.prop.2ὑπὸ τὸ αὐτὸ ὕψος ὄντα
ὄντα 是中性复数主格分词(或对格绝对结构),与前文提到的三角形 BDE 和 ADE(由中性名词 τρίγωνον 暗示)一致。在此作状语使用(“因为它们在相同的高度下”),其同位语短语 τὴν ἀπὸ τοῦ Ε ἐπὶ τὴν ΑΒ κάθετον ἀγομένην(从 E 到 AB 所引的垂线)进一步解释了这一“高度”。
- 6.prop.2τῶν γὰρ αὐτῶν κατασκευασθέντων
属格绝对(genitive absolute)结构,字面意思是“在作相同准备的情况下”,是一个公式化表达,表示在证明的第一部分中所作的辅助线和设定在第二部分中仍然适用。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 2 处
