- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:6.prop.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本章节为第6卷命题1,证明等高的三角形与平行四边形其面积之比等于底边之比。该证明利用同倍数的作图以及第5卷的比例定义。
τὰ τρίγωνα καὶ τὰ παραλληλόγραμμα, τὰ ὑπὸ τὸ αὐτὸ ὕψος ὄντα1 πρὸς ἄλληλά ἐστιν ὡς αἱ βάσεις. ἔστω τρίγωνα μὲν τὰ ΑΒΓ, ΑΓΔ, παραλληλόγραμμα δὲ τὰ ΕΓ, ΓΖ ὑπὸ τὸ αὐτὸ ὕψος τὸ ΑΓ· λέγω, ὅτι ἐστὶν ὡς ἡ ΒΓ βάσις πρὸς τὴν ΓΔ βάσιν, οὕτως τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΑΓΔ τρίγωνον, καὶ τὸ ΕΓ παραλληλόγραμμον πρὸς τὸ ΓΖ παραλληλόγραμμον. Ἐκβεβλήσθω γὰρ ἡ ΒΔ ἐφʼ ἑκάτερα τὰ μέρη ἐπὶ τὰ Θ, Λ σημεῖα, καὶ κείσθωσαν τῇ μὲν ΒΓ βάσει ἴσαι αἱ ΒΗ, ΗΘ, τῇ δὲ ΓΔ βάσει ἴσαι ὁσαιδηποτοῦν αἱ ΔΚ, ΚΛ, καὶ ἐπεζεύχθωσαν αἱ ΑΗ, ΑΘ, ΑΚ, ΑΛ. καὶ ἐπεὶ ἴσαι εἰσὶν αἱ ΓΒ, ΒΗ, ΗΘ ἀλλήλαις, ἴσα ἐστὶ καὶ τὰ ΑΘΗ, ΑΗΒ, ΑΒΓ τρίγωνα ἀλλήλοις. ὁσαπλασίων2 ἄρα ἐστὶν ἡ ΘΓ βάσις τῆς ΒΓ βάσεως, τοσαυταπλάσιόν ἐστι καὶ τὸ ΑΘΓ τρίγωνον τοῦ ΑΒΓ τριγώνου. διὰ τὰ αὐτὰ δὴ ὁσαπλασίων ἐστὶν ἡ ΛΓ βάσις τῆς ΓΔ βάσεως, τοσαυταπλάσιόν ἐστι καὶ τὸ ΑΛΓ τρίγωνον τοῦ ΑΓΔ τριγώνου· καὶ εἰ ἴση ἐστὶν ἡ ΘΓ βάσις τῇ ΓΛ βάσει, ἴσον ἐστὶ καὶ τὸ ΑΘΓ τρίγωνον τῷ ΑΓΛ τριγώνῳ, καὶ εἰ ὑπερέχει ἡ ΘΓ βάσις τῆς ΓΛ βάσεως, ὑπερέχει καὶ τὸ ΑΘΓ τρίγωνον τοῦ ΑΓΛ τριγώνου, καὶ εἰ ἐλάσσων, ἔλασσον. τεσσάρων δὴ ὄντων μεγεθῶν3 δύο μὲν βάσεων τῶν ΒΓ, ΓΔ, δύο δὲ τριγώνων τῶν ΑΒΓ, ΑΓΔ εἴληπται ἰσάκις πολλαπλάσια τῆς μὲν ΒΓ βάσεως καὶ τοῦ ΑΒΓ τριγώνου ἥ τε ΘΓ βάσις καὶ τὸ ΑΘΓ τρίγωνον, τῆς δὲ ΓΔ βάσεως καὶ τοῦ ΑΔΓ τριγώνου ἄλλα, ἃ ἔτυχεν, ἰσάκις πολλαπλάσια ἥ τε ΛΓ βάσις καὶ τὸ ΑΛΓ τρίγωνον· καὶ δέδεικται, ὅτι, εἰ ὑπερέχει ἡ ΘΓ βάσις τῆς ΓΛ βάσεως, ὑπερέχει καὶ τὸ ΑΘΓ τρίγωνον τοῦ ΑΛΓ τριγώνου, καὶ εἰ ἴση, ἴσον, καὶ εἰ ἐλάσσων, ἔλασσον· ἔστιν ἄρα ὡς ἡ ΒΓ βάσις πρὸς τὴν ΓΔ βάσιν, οὕτως τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΑΓΔ τρίγωνον. καὶ ἐπεὶ τοῦ μὲν ΑΒΓ τριγώνου διπλάσιόν ἐστι τὸ ΕΓ παραλληλόγραμμον, τοῦ δὲ ΑΓΔ τριγώνου διπλάσιόν ἐστι τὸ ΖΓ παραλληλόγραμμον, τὰ δὲ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον,4 ἔστιν ἄρα ὡς τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΑΓΔ τρίγωνον, οὕτως τὸ ΕΓ παραλληλόγραμμον πρὸς τὸ ΖΓ παραλληλόγραμμον. ἐπεὶ οὖν ἐδείχθη, ὡς μὲν ἡ ΒΓ βάσις πρὸς τὴν ΓΔ, οὕτως τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΑΓΔ τρίγωνον, ὡς δὲ τὸ ΑΒΓ τρίγωνον πρὸς τὸ ΑΓΔ τρίγωνον, οὕτως τὸ ΕΓ παραλληλόγραμμον πρὸς τὸ ΓΖ παραλληλόγραμμον, καὶ ὡς ἄρα ἡ ΒΓ βάσις πρὸς τὴν ΓΔ βάσιν, οὕτως τὸ ΕΓ παραλληλόγραμμον πρὸς τὸ ΖΓ παραλληλόγραμμον. τὰ ἄρα τρίγωνα καὶ τὰ παραλληλόγραμμα τὰ ὑπὸ τὸ αὐτὸ ὕψος ὄντα πρὸς ἄλληλά ἐστιν ὡς αἱ βάσεις· ὅπερ ἔδει δεῖξαι.
等高的三角形与平行四边形,其比等于它们的底边之比。 设三角形为 ABC、ACD,平行四边形为 EC、CF,且它们具有相同的高度 AC。我说:底边 BC 对底边 CD 的比,正如三角形 ABC对三角形 ACD 的比,也正如平行四边形 EC 对平行四边形 CF 的比。 因为,让 BD 向两边延长至点 H、L,并且设任意多个与底边 BC 相等的线段 BG、GH,以及任意多个与底边 CD 相等的线段 DK、KL,连接 AG、AH、AK、AL。 因为线段 CB、BG、GH 彼此相等,所以三角形 AHG、AGB、ABC 也彼此相等。因此,底边 HC 是底边 BC 的多少倍,三角形 AHC 也是三角形 ABC 的多少倍。同理,底边 LC 是底边 CD 的多少倍,三角形 ALC 也是三角形 ACD 的多少倍。如果底边 HC 等于底边 CL,那么三角形 AHC 也等于三角形 ACL;如果底边 HC 大于底边 CL,那么三角形 AHC 也大于三角形 ACL;如果小于,则小于。所以,这里有四个量,即两个底边 BC、CD 和两个三角形 ABC、ACD,底边 BC和三角形 ABC 取了相同倍数的量,即底边 HC 和三角形 AHC;而底边 CD 和三角形 ADC 则取了另外任意相同倍数的量,即底边 LC 和三角形 ALC。并且已经证明,如果底边 HC 大于底边 CL,那么三角形 AHC 也大于三角形 ALC;如果相等,则相等;如果小于,则小于。因此,底边 BC 对底边 CD 的比,正如三角形 ABC 对三角形 ACD 的比。 又因为,平行四边形EC 是三角形 ABC 的两倍,平行四边形 FC 是三角形 ACD 的两倍,而部分与它们的同倍量具有相同的比,所以,三角形 ABC 对三角形 ACD 的比,正如平行四边形 EC 对平行四边形 FC 的比。因为,已经证明,底边 BC 对 CD 的比,正如三角形 ABC 对三角形 ACD 的比;而三角形 ABC 对三角形 ACD 的比,正如平行四边形 EC 对平行四边形 CF 的比;所以,底边 BC 对底边 CD 的比,也正如平行四边形 EC对平行四边形 FC 的比。 因此,等高的三角形与平行四边形,其比等于它们的底边之比。这就是所要证明的。
- 6.prop.1τὰ ὑπὸ τὸ αὐτὸ ὕψος ὄντα
介词 ὑπό 连同宾格 τὸ αὐτὸ ὕψος 表示“处于相同的高度之下”,即具有相同的高。分词 ὄντα 作为定语修饰主语 τὰ τρίγωνα καὶ τὰ παραλληλόγραμμα。
- 6.prop.1ὁσαπλασίων
由关系形容词 ὁσαπλασίων(无论多少倍)与指示形容词 τοσαυταπλάσιόν(同样倍数)构成相关结构。作为比较对象的 τῆς ΒΓ βάσεως 和 τοῦ ΑΒΓ τριγώνου 为属格,由这些表示倍数的形容词支配(比较属格)。
- 6.prop.1τεσσάρων δὴ ὄντων μεγεθῶν
属格独立结构(Genitive Absolute)。数词 τεσσάρων 和名词 μεγεθῶν 起主语作用,分词 ὄντων 起谓语作用(“存在四个量”)。紧随其后的 δύο μὲν βάσεων ... δύο δὲ τριγώνων 与之同格。
- 6.prop.1τὰ δὲ μέρη τοῖς ὡσαύτως πολλαπλασίοις τὸν αὐτὸν ἔχει λόγον
与格短语 τοῖς ὡσαύτως πολλαπλασίοις(对于以同样方式倍增的量)由形容词 τὸν αὐτόν(相同的)支配,表示部分与它们各自的同倍量具有相同的比。
