← 欧几里得

几何原本

§3.prop.3-3.prop.5

直径与弦的垂直平分及相交圆的圆心

证明了直径与非直径弦的垂直与平分的可逆关系(命题3)、圆内不通过圆心的两弦不能彼此平分(命题4),以及两相交圆不能共有同一个圆心(命题5)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.prop.3

ἐὰν ἐν κύκλῳ εὐθεῖά τις διὰ τοῦ κέντρου εὐθεῖάν τινα μὴ διὰ τοῦ κέντρου δίχα τέμνῃ, καὶ πρὸς ὀρθὰς αὐτὴν τέμνει· καὶ ἐὰν πρὸς ὀρθὰς αὐτὴν τέμνῃ, καὶ δίχα αὐτὴν τέμνει. ἔστω κύκλος ὁ ΑΒΓ, καὶ ἐν αὐτῷ εὐθεῖά τις διὰ τοῦ κέντρου ἡ ΓΔ εὐθεῖάν τινα μὴ διὰ τοῦ κέντρου τὴν ΑΒ δίχα τεμνέτω κατὰ τὸ Ζ σημεῖον· λέγω, ὅτι καὶ πρὸς ὀρθὰς αὐτὴν τέμνει. εἰλήφθω γὰρ τὸ κέντρον τοῦ ΑΒΓ κύκλου, καὶ ἔστω τὸ Ε, καὶ ἐπεζεύχθωσαν αἱ ΕΑ, ΕΒ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΖ τῇ ΖΒ, κοινὴ δὲ ἡ ΖΕ, δύο δυσὶν ἴσαι.1 καὶ βάσις ἡ ΕΑ βάσει τῇ ΕΒ ἴση· γωνία ἄρα ἡ ὑπὸ ΑΖΕ γωνίᾳ τῇ ὑπὸ ΒΖΕ ἴση ἐστίν. ὅταν δὲ εὐθεῖα ἐπʼ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστιν· ἑκατέρα ἄρα τῶν ὑπὸ ΑΖΕ, ΒΖΕ ὀρθή ἐστιν. ἡ ΓΔ ἄρα διὰ τοῦ κέντρου οὖσα τὴν ΑΒ μὴ διὰ τοῦ κέντρου οὖσαν δίχα τέμνουσα καὶ πρὸς ὀρθὰς τέμνει. ἀλλὰ δὴ ἡ ΓΔ τὴν ΑΒ πρὸς ὀρθὰς τεμνέτω· λέγω, ὅτι καὶ δίχα αὐτὴν τέμνει, τουτέστιν, ὅτι ἴση ἐστὶν ἡ ΑΖ τῇ ΖΒ. τῶν γὰρ αὐτῶν κατασκευασθέντων, ἐπεὶ ἴση ἐστὶν ἡ ΕΑ τῇ ΕΒ, ἴση ἐστὶ καὶ γωνία ἡ ὑπὸ ΕΑΖ τῇ ὑπὸ ΕΒΖ. ἐστὶ δὲ καὶ ὀρθὴ ἡ ὑπὸ ΑΖΕ ὀρθῇ τῇ ὑπὸ ΒΖΕ ἴση· δύο ἄρα τρίγωνά ἐστι τὰ ΕΑΖ, ΕΖΒ τὰς δύο γωνίας δυσὶ γωνίαις ἴσας ἔχοντα2 καὶ μίαν πλευρὰν μιᾷ πλευρᾷ ἴσην κοινὴν αὐτῶν τὴν ΕΖ ὑποτείνουσαν ὑπὸ μίαν τῶν ἴσων γωνιῶν· καὶ τὰς λοιπὰς ἄρα πλευρὰς ταῖς λοιπαῖς πλευραῖς ἴσας ἕξει· ἴση ἄρα ἡ ΑΖ τῇ ΖΒ. ἐὰν ἄρα ἐν κύκλῳ εὐθεῖά τις διὰ τοῦ κέντρου εὐθεῖάν τινα μὴ διὰ τοῦ κέντρου δίχα τέμνῃ, καὶ πρὸς ὀρθὰς αὐτὴν τέμνει· καὶ ἐὰν πρὸς ὀρθὰς αὐτὴν τέμνῃ, καὶ δίχα αὐτὴν τέμνει· ὅπερ ἔδει δεῖξαι.

如果圆内一条通过圆心的直线将另一条不通过圆心的直线二等分,则它也垂直于它;如果它垂直于它,则它也将其二等分。 设ABC为一圆,在其中,通过圆心的直线GD在点Z处将一条不通过圆心的直线AB二等分。我说,它也垂直于它。 因为取圆ABC的圆心,设为E,连结EA、EB。 因为AZ等于ZB,且ZE是公共的,所以两边等于两边。且底边EA等于底边EB;因此角AZE等于角BZE。当一条直线立在另一条直线上,使相邻的角彼此相等时,这些相等角之每一个都是直角。因此角AZE、BZE之每一个都是直角。因此,通过圆心的GD在将不通过圆心的AB二等分的同时,也垂直于它。 然而,现在设GD垂直于AB。我说,它也将其二等分,也就是说,AZ等于ZB。 因为在作同样的准备下,由于EA等于EB,角EAZ也等于角EBZ。且直角AZE也等于直角BZE。因此有两个三角形EAZ、EZB,它们有两个角分别等于两个角,且有一边等于一边,即它们公共的边EZ,它对着相等角之一。因此它们也必有其余的边分别等于其余的边。因此AZ等于ZB。 由此,如果圆内一条通过圆心的直线将另一条不通过圆心的直线二等分,则它也垂直于它;如果它垂直于它,则它也将其二等分;此即所证。

§3.prop.4

ἐὰν ἐν κύκλῳ δύο εὐθεῖαι τέμνωσιν ἀλλήλας μὴ διὰ τοῦ κέντρου οὖσαι, οὐ τέμνουσιν ἀλλήλας δίχα. ἔστω κύκλος ὁ ΑΒΓΔ, καὶ ἐν αὐτῷ δύο εὐθεῖαι αἱ ΑΓ, ΒΔ τεμνέτωσαν ἀλλήλας κατὰ τὸ Ε μὴ διὰ τοῦ κέντρου οὖσαι· λέγω, ὅτι οὐ τέμνουσιν ἀλλήλας δίχα. εἰ γὰρ δυνατόν,3 τεμνέτωσαν ἀλλήλας δίχα ὥστε ἴσην εἶναι τὴν μὲν ΑΕ τῇ ΕΓ, τὴν δὲ ΒΕ τῇ ΕΔ· καὶ εἰλήφθω τὸ κέντρον τοῦ ΑΒΓΔ κύκλου, καὶ ἔστω τὸ Ζ, καὶ ἐπεζεύχθω ἡ ΖΕ. ἐπεὶ οὖν εὐθεῖά τις διὰ τοῦ κέντρου ἡ ΖΕ εὐθεῖάν τινα μὴ διὰ τοῦ κέντρου τὴν ΑΓ δίχα τέμνει, καὶ πρὸς ὀρθὰς αὐτὴν τέμνει· ὀρθὴ ἄρα ἐστὶν ἡ ὑπὸ ΖΕΑ· πάλιν, ἐπεὶ εὐθεῖά τις ἡ ΖΕ εὐθεῖάν τινα τὴν ΒΔ δίχα τέμνει, καὶ πρὸς ὀρθὰς αὐτὴν τέμνει· ὀρθὴ ἄρα ἡ ὑπὸ ΖΕΒ. ἐδείχθη δὲ καὶ ἡ ὑπὸ ΖΕΑ ὀρθή· ἴση ἄρα ἡ ὑπὸ ΖΕΑ τῇ ὑπὸ ΖΕΒ ἡ ἐλάττων τῇ μείζονι· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα αἱ ΑΓ, ΒΔ τέμνουσιν ἀλλήλας δίχα. ἐὰν ἄρα ἐν κύκλῳ δύο εὐθεῖαι τέμνωσιν ἀλλήλας μὴ διὰ τοῦ κέντρου οὖσαι, οὐ τέμνουσιν ἀλλήλας δίχα· ὅπερ ἔδει δεῖξαι.

如果圆内有两条直线彼此相交且不通过圆心,则它们不会彼此二等分。 设ABCD为一圆,在其中,两条不通过圆心的直线AC、BD在点E处彼此相交。我说,它们不会彼此二等分。 因为如果可能的话,设它们彼此二等分,从而AE等于EC,BE等于ED。并取圆ABCD的圆心,设为Z,连结ZE。 因为一条通过圆心的直线ZE将一条不通过圆心的直线AC二等分,所以它也垂直于它。因此角ZEA是直角。再次,因为直线ZE将直线BD二等分,所以它也垂直于它。因此角ZEB是直角。然而角ZEA也被证明是直角。因此角ZEA等于角ZEB,即较小者等于较大者。这是不可能的。因此AC、BD不会彼此二等分。 由此,如果圆内有两条直线彼此相交且不通过圆心,则它们不会彼此二等分;此即所证。

§3.prop.5

ἐὰν δύο κύκλοι τέμνωσιν ἀλλήλους, οὐκ ἔσται αὐτῶν τὸ αὐτὸ κέντρον. δύο γὰρ κύκλοι οἱ ΑΒΓ, ΓΔΗ τεμνέτωσαν ἀλλήλους κατὰ τὰ Β, Γ σημεῖα. λέγω, ὅτι οὐκ ἔσται αὐτῶν τὸ αὐτὸ κέντρον. εἰ γὰρ δυνατόν, ἔστω τὸ Ε, καὶ ἐπεζεύχθω ἡ ΕΓ, καὶ διήχθω ἡ ΕΖΗ, ὡς ἔτυχεν. καὶ ἐπεὶ τὸ Ε σημεῖον κέντρον ἐστὶ τοῦ ΑΒΓ κύκλου, ἴση ἐστὶν ἡ ΕΓ τῇ ΕΖ.4 πάλιν, ἐπεὶ τὸ Ε σημεῖον κέντρον ἐστὶ τοῦ ΓΔΗ κύκλου, ἴση ἐστὶν ἡ ΕΓ τῇ ΕΗ· ἐδείχθη δὲ ἡ ΕΓ καὶ τῇ ΕΖ ἴση· καὶ ἡ ΕΖ ἄρα τῇ ΕΗ ἐστιν ἴση ἡ ἐλάσσων τῇ μείζονι· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα τὸ Ε σημεῖον κέντρον ἐστὶ τῶν ΑΒΓ, ΓΔΗ κύκλων. ἐὰν ἄρα δύο κύκλοι τέμνωσιν ἀλλήλους, οὐκ ἔστιν αὐτῶν τὸ αὐτὸ κέντρον· ὅπερ ἔδει δεῖξαι.

如果两个圆彼此相交,则它们不会有相同的圆心。 因为设两个圆ABC、CDH在点B、C处彼此相交。我说,它们不会有相同的圆心。 因为如果可能的话,设它是E,连结EC,并任意引EZH。因为点E是圆ABC的圆心,所以EC等于EZ。再次,因为点E是圆CDH的圆心,所以EC等于EH。然而EC也被证明等于EZ;因此EZ也等于EH,即较小者等于较大者。这是不可能的。因此点E不是圆ABC、CDH的圆心。 由此,如果两个圆彼此相交,则它们不会有相同的圆心;此即所证。

语法注4 条
  1. 3.prop.3δύο δυσὶν ἴσαι

    这是一个省略了主语 πλευραί(“边”)和系动词 εἰσίν(“是”)的极简省略表达。在上下文几何论证中,它表示三角形 EAZ 的两个对应边(AZ 和 ZE)分别等于三角形 EZB 的两个对应边(ZB 和 ZE)。

  2. 3.prop.3δύο ἄρα τρίγωνά ἐστι τὰ ΕΑΖ, ΕΖΒ τὰς δύο γωνίας δυσὶ γωνίαις ἴσας ἔχοντα

    一个长句结构,其中分词 ἔχοντα(中性复数主格)修饰指代两个三角形的主语名词短语(τὰ ΕΑΖ, ΕΖΒ)。该分词支配两个宾格目的语短语:(1) τὰς δύο γωνίας δυσὶ γωνίαις ἴσας(有两个角分别等于两个角)和 (2) μίαν πλευρὰν μιᾷ πλευρᾷ ἴσην(有一边等于一边),用于详述三角形的合同(全等)条件。

  3. 3.prop.4εἰ γὰρ δυνατόν

    引入反证法(归谬法)的公式化表达,其中省略了非人称系动词 ἐστίν(“因为如果可能的话”)。接下来的 ὥστε 从句利用不定式 εἶναι 及其宾格主语(τὴν μὲν ΑΕ,τὴν δὲ ΒΕ),展开了由该假设推导出的逻辑结果(“从而使得……”)。

  4. 3.prop.5ἴση ἐστὶν ἡ ΕΓ τῇ ΕΖ

    与格 τῇ ΕΖ 是形容词 ἴση 所要求的关系或比较与格(“与 EZ 相等”)。这一几何等价关系基于以下事实:由于点 E 是圆 ABC 的圆心,且点 Γ 和 Ζ 均位于其圆周上,因此线段 EG 和 EZ 作为半径彼此相等。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(6 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 译文 5 处
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:3.prop.3-3.prop.5