- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:3.prop.1-3.prop.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段内容包含求已知圆的圆心的方法(命题1)及其推论(弦的垂直平分线过圆心),并证明连结圆周上两点的直线必落在圆的内部(命题2)。
τοῦ δοθέντος κύκλου τὸ κέντρον εὑρεῖν.1 ἔστω ὁ δοθεὶς κύκλος ὁ ΑΒΓ· δεῖ δὴ τοῦ ΑΒΓ κύκλου τὸ κέντρον εὑρεῖν. διήχθω τις εἰς αὐτόν, ὡς ἔτυχεν, εὐθεῖα ἡ ΑΒ, καὶ τετμήσθω δίχα κατὰ τὸ Δ σημεῖον, καὶ ἀπὸ τοῦ Δ τῇ ΑΒ πρὸς ὀρθὰς ἤχθω ἡ ΔΓ καὶ διήχθω ἐπὶ τὸ Ε, καὶ τετμήσθω ἡ ΓΕ δίχα κατὰ τὸ Ζ· λέγω, ὅτι τὸ Ζ κέντρον ἐστὶ τοῦ ΑΒΓ. μὴ γάρ,2 ἀλλʼ εἰ δυνατόν, ἔστω τὸ Η, καὶ ἐπεζεύχθωσαν αἱ ΗΑ, ΗΔ, ΗΒ. καὶ ἐπεὶ ἴση ἐστὶν ἡ ΑΔ τῇ ΔΒ, κοινὴ δὲ ἡ ΔΗ, δύο δὴ αἱ ΑΔ, ΔΗ δύο ταῖς ΗΔ, ΔΒ ἴσαι εἰσὶν ἑκατέρα ἑκατέρᾳ· καὶ βάσις ἡ ΗΑ βάσει τῇ ΗΒ ἐστιν ἴση· ἐκ κέντρου3 γάρ· γωνία ἄρα ἡ ὑπὸ ΑΔΗ γωνίᾳ τῇ ὑπὸ ΗΔΒ ἴση ἐστίν. ὅταν δὲ εὐθεῖα ἐπʼ εὐθεῖαν σταθεῖσα τὰς ἐφεξῆς γωνίας ἴσας ἀλλήλαις ποιῇ, ὀρθὴ ἑκατέρα τῶν ἴσων γωνιῶν ἐστιν· ὀρθὴ ἄρα ἐστὶν ἡ ὑπὸ ΗΔΒ. ἐστὶ δὲ καὶ ἡ ὑπὸ ΖΔΒ ὀρθή· ἴση ἄρα ἡ ὑπὸ ΖΔΒ τῇ ὑπὸ ΗΔΒ, ἡ μείζων τῇ ἐλάττονι· ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα τὸ Η κέντρον ἐστὶ τοῦ ΑΒΓ κύκλου. ὁμοίως δὴ δείξομεν, ὅτι οὐδʼ ἄλλο τι πλὴν τοῦ Ζ. τὸ Ζ ἄρα σημεῖον κέντρον ἐστὶ τοῦ ΑΒΓ. Πόρισμα ἐκ δὴ τούτου φανερόν, ὅτι ἐὰν ἐν κύκλῳ εὐθεῖά τις εὐθεῖάν τινα δίχα καὶ πρὸς ὀρθὰς τέμνῃ, ἐπὶ τῆς τεμνούσης ἐστὶ τὸ κέντρον τοῦ κύκλου· ὅπερ ἔδει ποιῆσαι.
求已知圆的圆心。 设已知圆为ABC。以此,必须求圆ABC的圆心。 在其中任意引一条直线AB,并且在点D处将它二等分,自D引DG垂直于AB,并延长到E,并将GE在Z处二等分。我说,Z是ABC的圆心。 如果不(是Z),在可能的情况下,设它是H,并连结HA、HD、HB。因为AD等于DB,且DH是公共的,所以两边AD、DH分别等于两边HD、DB;且底边HA等于底边HB;因为它们是自圆心(引出的线段);因此角ADH等于角HDB。当一条直线立在另一条直线上,使相邻的角彼此相等时,这些相等角之每一个都是直角。因此角HDB是直角。但角ZDB也是直角;因此角ZDB等于角HDB,即较大者等于较小者;这是不可能的。因此H不是圆ABC的圆心。同样地,我们也可以证明,除了Z以外,没有其他点是圆心。 因此点Z是ABC的圆心。 推论 由此显然,如果在圆内,一条直线将另一条直线二等分且与之垂直,则该圆的圆心在分线上;此即所求作。
ἐὰν κύκλου ἐπὶ τῆς περιφερείας ληφθῇ δύο τυχόντα σημεῖα, ἡ ἐπὶ τὰ σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἐντὸς πεσεῖται τοῦ κύκλου. ἔστω κύκλος ὁ ΑΒΓ, καὶ ἐπὶ τῆς περιφερείας αὐτοῦ εἰλήφθω δύο τυχόντα σημεῖα τὰ Α, Β· λέγω, ὅτι ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β ἐπιζευγνυμένη εὐθεῖα ἐντὸς πεσεῖται τοῦ κύκλου. μὴ γάρ, ἀλλʼ εἰ δυνατόν, πιπτέτω ἐκτὸς ὡς ἡ ΑΕΒ, καὶ εἰλήφθω τὸ κέντρον τοῦ ΑΒΓ κύκλου, καὶ ἔστω τὸ δ, καὶ ἐπεζεύχθωσαν αἱ ΔΑ, ΔΒ, καὶ διήχθω ἡ ΔΖΕ. ἐπεὶ οὖν ἴση ἐστὶν ἡ ΔΑ τῇ ΔΒ, ἴση ἄρα καὶ γωνία ἡ ὑπὸ ΔΑΕ τῇ ὑπὸ ΔΒΕ· καὶ ἐπεὶ τριγώνου τοῦ ΔΑΕ μία πλευρὰ προσεκβέβληται ἡ ΑΕΒ, μείζων ἄρα ἡ ὑπὸ ΔΕΒ γωνία τῆς ὑπὸ ΔΑΕ. ἴση δὲ ἡ ὑπὸ ΔΑΕ τῇ ὑπὸ ΔΒΕ· μείζων ἄρα ἡ ὑπὸ ΔΕΒ τῆς ὑπὸ ΔΒΕ. ὑπὸ δὲ τὴν μείζονα γωνίαν ἡ μείζων πλευρὰ ὑποτείνει· μείζων ἄρα ἡ ΔΒ τῆς ΔΕ. ἴση δὲ ἡ ΔΒ τῇ ΔΖ. μείζων ἄρα ἡ ΔΖ τῆς ΔΕ ἡ ἐλάττων τῆς μείζονος·4 ὅπερ ἐστὶν ἀδύνατον. οὐκ ἄρα ἡ ἀπὸ τοῦ Α ἐπὶ τὸ Β ἐπιζευγνυμένη εὐθεῖα ἐκτὸς πεσεῖται τοῦ κύκλου. ὁμοίως δὴ δείξομεν, ὅτι οὐδὲ ἐπʼ αὐτῆς τῆς περιφερείας· ἐντὸς ἄρα. ἐὰν ἄρα κύκλου ἐπὶ τῆς περιφερείας ληφθῇ δύο τυχόντα σημεῖα, ἡ ἐπὶ τὰ σημεῖα ἐπιζευγνυμένη εὐθεῖα ἐντὸς πεσεῖται τοῦ κύκλου· ὅπερ ἔδει δεῖξαι.
若在圆周上任取两点,连结这两点的直线将落在圆的内部。 设ABC为一圆,并在其圆周上任取两点A、B。我说,自A至B连结的直线将落在圆的内部。 如果不(落在内部),在可能的情况下,设它落在外侧,如AEB,并取圆ABC的圆心,设为D,连结DA、DB,并引DZE。 因为DA等于DB,所以角DAE也等于角DBE。又因为三角形DAE的一边AEB已被延长,所以外角DEB大于内对角DAE。而角DAE等于角DBE;因此角DEB大于角DBE。而在较大角下对着较长边;因此DB大于DE。而DB等于DZ。因此DZ大于DE,即较小者大于较大者;这是不可能的。因此,自A至B连结的直线不会落在圆的外部。同样地,我们也可以证明,它也不会落在圆周本身上;因此落在内部。 由此,若在圆周上任取两点,连结这两点的直线将落在圆的内部;此即所证。
- 3.prop.1εὑρεῖν
独立不定式,意为“求出”,用作几何作图命题的标题以表示目的或要求。
- 3.prop.1μὴ γάρ
省略句,意为“如果不(是)”,通过假设相反情况来引入反证法。
- 3.prop.1ἐκ κέντρου
介词短语“自中心”,后面省略了名词“直线”(εὐθεῖαι),意为圆的“半径”。
- 3.prop.2ἡ ἐλάττων τῆς μείζονος
使用比较属格(τῆς μείζονος)的省略表达,意为“较小者(大于)较大者”,指出矛盾的中心。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
