- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:2.prop.13-2.prop.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
命题13证明了锐角三角形中对锐角的边上正方形与夹锐角两边上正方形之和的关系(余弦定理的锐角情形)。命题14展示了如何构建一个等于给定直边图形的正方形。
ἐν τοῖς ὀξυγωνίοις τριγώνοις τὸ ἀπὸ τῆς τὴν ὀξεῖαν γωνίαν ὑποτεινούσης πλευρᾶς τετράγωνον ἔλαττόν ἐστι τῶν ἀπὸ τῶν τὴν ὀξεῖαν γωνίαν περιεχουσῶν πλευρῶν τετραγώνων τῷ περιεχομένῳ δὶς ὑπό τε μιᾶς τῶν περὶ τὴν ὀξεῖαν γωνίαν, ἐφʼ ἣν ἡ κάθετος πίπτει, καὶ τῆς ἀπολαμβανομένης1 ἐντὸς ὑπὸ τῆς καθέτου πρὸς τῇ ὀξείᾳ γωνίᾳ. ἔστω ὀξυγώνιον τρίγωνον τὸ ΑΒΓ ὀξεῖαν ἔχον τὴν πρὸς τῷ Β γωνίαν, καὶ ἤχθω ἀπὸ τοῦ Α σημείου ἐπὶ τὴν ΒΓ κάθετος ἡ ΑΔ· λέγω, ὅτι τὸ ἀπὸ τῆς ΑΓ τετράγωνον ἔλαττόν ἐστι τῶν ἀπὸ τῶν ΓΒ, ΒΑ τετραγώνων τῷ δὶς ὑπὸ τῶν ΓΒ, ΒΔ περιεχομένῳ ὀρθογωνίῳ. ἐπεὶ γὰρ εὐθεῖα ἡ ΓΒ τέτμηται, ὡς ἔτυχεν, κατὰ τὸ Δ, τὰ ἄρα ἀπὸ τῶν ΓΒ, ΒΔ τετράγωνα ἴσα ἐστὶ τῷ τε δὶς ὑπὸ τῶν ΓΒ, ΒΔ περιεχομένῳ ὀρθογωνίῳ καὶ τῷ ἀπὸ τῆς ΔΓ τετραγώνῳ. κοινὸν προσκείσθω τὸ ἀπὸ τῆς ΔΑ τετράγωνον· τὰ ἄρα ἀπὸ τῶν ΓΒ, ΒΔ, ΔΑ τετράγωνα ἴσα ἐστὶ τῷ τε δὶς ὑπὸ τῶν ΓΒ, ΒΔ περιεχομένῳ ὀρθογωνίῳ καὶ τοῖς ἀπὸ τῶν ΑΔ, ΔΓ τετραγώνοις. ἀλλὰ τοῖς μὲν ἀπὸ τῶν ΒΔ, ΔΑ ἴσον τὸ ἀπὸ τῆς ΑΒ· ὀρθὴ γὰρ ἡ πρὸς τῷ Δ γωνία· τοῖς δὲ ἀπὸ τῶν ΑΔ, ΔΓ ἴσον τὸ ἀπὸ τῆς ΑΓ· τὰ ἄρα ἀπὸ τῶν ΓΒ, ΒΑ ἴσα ἐστὶ τῷ τε ἀπὸ τῆς ΑΓ καὶ τῷ δὶς ὑπὸ τῶν ΓΒ, ΒΔ· ὥστε μόνον τὸ ἀπὸ τῆς ΑΓ ἔλαττόν ἐστι τῶν ἀπὸ τῶν ΓΒ, ΒΑ τετραγώνων τῷ δὶς ὑπὸ τῶν ΓΒ, ΒΔ περιεχομένῳ ὀρθογωνίῳ. ἐν ἄρα τοῖς ὀξυγωνίοις τριγώνοις τὸ ἀπὸ τῆς τὴν ὀξεῖαν γωνίαν ὑποτεινούσης πλευρᾶς τετράγωνον ἔλαττόν ἐστι τῶν ἀπὸ τῶν τὴν ὀξεῖαν γωνίαν περιεχουσῶν πλευρῶν τετραγώνων τῷ περιεχομένῳ δὶς ὑπό τε μιᾶς τῶν περὶ τὴν ὀξεῖαν γωνίαν, ἐφʼ ἣν ἡ κάθετος πίπτει, καὶ τῆς ἀπολαμβανομένης ἐντὸς ὑπὸ τῆς καθέτου πρὸς τῇ ὀξείᾳ γωνίᾳ· ὅπερ ἔδει δεῖξαι.
在锐角三角形中,对锐角的边上所作的正方形,小于夹锐角诸边上所作正方形之和,其相差之数等于夹锐角的其中一边(即垂线所落的那一边)与垂线在锐角内侧所截出的线段所构成的矩形的两倍。 设 ABG 为一锐角三角形,其在 B 点的角为锐角,并设从 A 点向 BG 引垂线 AD。我说,在 AG 上所作的正方形,小于在 GB、BA 上所作的正方形之和,其相差之数等于由 GB、BD 所构成的矩形的两倍。 因为,既然直线 GB 在 D 点被任意切分,所以在 GB、BD 上所作的正方形之和,等于由 GB、BD 所构成的矩形的两倍,与在 DG 上所作的正方形之和。给双方加上共同的在 DA 上所作的正方形;因此,在 GB、BD、DA 上所作的正方形之和,等于由 GB、BD 所构成的矩形的两倍,与在 AD、DG 上所作的正方形之和。但是,在 BD、DA 上所作的正方形之和等于在 AB 上所作的正方形(因为在 D 点的角是直角);而在 AD、DG 上所作的正方形之和等于在 AG 上所作的正方形;因此,在 GB、BA 上所作的正方形之和,等于在 AG 上所作的正方形与由 GB、BD 所构成的矩形的两倍之和。所以,单是在 AG 上所作的正方形,小于在 GB、BA 上所作的正方形之和,其相差之数等于由 GB、BD 所构成的矩形的两倍。 因此,在锐角三角形中,对锐角的边上所作的正方形,小于夹锐角诸边上所作正方形之和,其相差之数等于夹锐角的其中一边(即垂线所落的那一边)与垂线在锐角内侧所截出的线段所构成的矩形的两倍;这就是所要证明的。
τῷ δοθέντι εὐθυγράμμῳ ἴσον τετράγωνον συστήσασθαι. ἔστω τὸ δοθὲν εὐθύγραμμον τὸ Α· δεῖ δὴ τῷ Α εὐθυγράμμῳ ἴσον τετράγωνον συστήσασθαι. συνεστάτω γὰρ τῷ Α εὐθυγράμμῳ ἴσον παραλληλόγραμμον ὀρθογώνιον τὸ ΒΔ· εἰ μὲν οὖν ἴση ἐστὶν ἡ ΒΕ τῇ ΕΔ, γεγονὸς ἂν εἴη2 τὸ ἐπιταχθέν. συνέσταται γὰρ τῷ Α εὐθυγράμμῳ ἴσον τετράγωνον τὸ ΒΔ· εἰ δὲ οὔ, μία τῶν ΒΕ, ΕΔ μείζων ἐστίν. ἔστω μείζων ἡ ΒΕ, καὶ ἐκβεβλήσθω ἐπὶ τὸ Ζ, καὶ κείσθω τῇ ΕΔ ἴση ἡ ΕΖ, καὶ τετμήσθω ἡ ΒΖ δίχα κατὰ τὸ Η, καὶ κέντρῳ τῷ Η, διαστήματι δὲ ἑνὶ τῶν ΗΒ, ΗΖ ἡμικύκλιον γεγράφθω τὸ ΒΘΖ, καὶ ἐκβεβλήσθω ἡ ΔΕ ἐπὶ τὸ Θ, καὶ ἐπεζεύχθω ἡ ΗΘ. ἐπεὶ οὖν εὐθεῖα ἡ ΒΖ τέτμηται εἰς μὲν ἴσα κατὰ τὸ Η, εἰς δὲ ἄνισα κατὰ τὸ Ε, τὸ ἄρα ὑπὸ τῶν ΒΕ, ΕΖ περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς ΕΗ τετραγώνου ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΗΖ τετραγώνῳ. ἴση δὲ ἡ ΗΖ τῇ ΗΘ· τὸ ἄρα ὑπὸ τῶν ΒΕ, ΕΖ μετὰ τοῦ ἀπὸ τῆς ΗΕ ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΗΘ. τῷ δὲ ἀπὸ τῆς ΗΘ ἴσα ἐστὶ τὰ ἀπὸ τῶν ΘΕ, ΕΗ τετράγωνα· τὸ ἄρα ὑπὸ τῶν ΒΕ, ΕΖ μετὰ τοῦ ἀπὸ ΗΕ ἴσα ἐστὶ τοῖς ἀπὸ τῶν ΘΕ, ΕΗ. κοινὸν ἀφῃρήσθω τὸ ἀπὸ τῆς ΗΕ τετράγωνον· λοιπὸν ἄρα τὸ ὑπὸ τῶν ΒΕ, ΕΖ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΕΘ τετραγώνῳ. ἀλλὰ τὸ ὑπὸ τῶν ΒΕ, ΕΖ τὸ ΒΔ ἐστιν· ἴση γὰρ ἡ ΕΖ τῇ ΕΔ· τὸ ἄρα ΒΔ παραλληλόγραμμον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΘΕ τετραγώνῳ. ἴσον δὲ τὸ ΒΔ τῷ Α εὐθυγράμμῳ. καὶ τὸ Α ἄρα εὐθύγραμμον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΕΘ ἀναγραφησομένῳ3 τετραγώνῳ. τῷ ἄρα δοθέντι εὐθυγράμμῳ τῷ Α ἴσον τετράγωνον συνέσταται τὸ ἀπὸ τῆς ΕΘ ἀναγραφησόμενον· ὅπερ ἔδει ποιῆσαι.
构建一个等于给定的直边图形的正方形。 设给定的直边图形为 A;因此,需要构建一个等于直边图形 A 的正方形。 因为,设构建一个等于直边图形 A 的矩形 BD。如果 BE 等于 ED,那么所要求的事就已经完成了;因为已经构建了等于直边图形 A 的正方形 BD。但如果不是这样,直线 BE、ED 中必有一条较大。设 BE 较大,且将其延长到 Z,并使 EZ 等于 ED,且 BZ 在 H 被二等分,并以 H 为圆心,以 HB、HZ 中的一条为半径画半圆 BThZ,且将 DE 延长到 Th,并连结 HTh。 因此,既然直线 BZ 在 H 被切分成相等部分,且在 E 被切分成不相等部分,所以由 BE、EZ 所构成的矩形与在 EH 上所作的正方形之和,等于在 HZ 上所作的正方形。而 HZ 等于HTh;因此,由 BE、EZ 所构成的矩形与在 HE 上所作的正方形之和,等于在 HTh 上所作的正方形。但在 ThE、EH 上所作的正方形之和等于在 HTh 上所作的正方形;因此,由 BE、EZ 所构成的矩形与在 HE 上所作的正方形之和,等于在 ThE、EH 上所作的正方形之和。从双方减去共同的在 HE 上所作的正方形;因此,其余由 BE、EZ 所构成的矩形等于在 ETh 上所作的正方形。但是由 BE、EZ 所构成的矩形就是 BD(因为 EZ 等于 ED);因此平行四边形 BD 等于在 ThE 上所作的正方形。而 BD 等于直边图形 A;因此直边图形 A 也等于将在 ETh 上所作的正方形。 因此,已经构建了一个等于给定的直边图形 A 的正方形,即将在 ETh 上所作的正方形;这就是所要做的事。
- 2.prop.13τῆς ἀπολαμβανομένης
此处省略了阴性名词 εὐθείας(直线、线段)。指被垂线(ὑπὸ τῆς καθέτου)在靠近锐角一侧(πρὸς τῇ ὀξείᾳ γωνίᾳ)所截出的线段(即BD)。
- 2.prop.14γεγονὸς ἂν εἴη
由完成时分词 γεγονός、动词 εἰμί 的现在愿望语气 εἴη 以及语气词 ἄν 构成的迂回式完成愿望语气。与条件从句中的直陈式现在时 εἰ ... ἐστίν 相对,主句使用此形式表达一种潜在或假定的结果(“便算完成了”)。
- 2.prop.14ἀναγραφησομένῳ
动词 ἀναγράφω(画出、构建)的将来时被动分词与格。意为“即将被作出的(正方形)”,在作图证明尚未最终完成的阶段,预先指代即将被构建的正方形。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-09-22 AI校阅 — 原文 1 处
