- 底本
- Euclid. Euclidis Opera omnia, Vols. 1-5. Heiberg, Johan Ludvig, editor. Leipzig: Teubner, 1883-88.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg1799.tlg001.humanitext-grc2:2.prop.11-2.prop.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
命题11解决了如何分割一条给定的直线,使得整条线段与其中一个分段所构成的矩形,等于其余分段上所作的正方形。命题12证明了在钝角三角形中,对钝角的边上所作的正方形,大于夹钝角诸边上所作正方形之和,其相差之数等于夹钝角的一边与垂线在外侧所截线段构成的矩形的两倍。
τὴν δοθεῖσαν εὐθεῖαν τεμεῖν1 ὥστε τὸ ὑπὸ τῆς ὅλης καὶ τοῦ ἑτέρου τῶν τμημάτων περιεχόμενον ὀρθογώνιον ἴσον εἶναι τῷ ἀπὸ τοῦ λοιποῦ τμήματος τετραγώνῳ. ἔστω ἡ δοθεῖσα εὐθεῖα ἡ ΑΒ· δεῖ δὴ τὴν ΑΒ τεμεῖν ὥστε τὸ ὑπὸ τῆς ὅλης καὶ τοῦ ἑτέρου τῶν τμημάτων περιεχόμενον ὀρθογώνιον ἴσον εἶναι τῷ ἀπὸ τοῦ λοιποῦ τμήματος τετραγώνῳ. Ἀναγεγράφθω γὰρ ἀπὸ τῆς ΑΒ τετράγωνον τὸ ΑΒΔΓ, καὶ τετμήσθω ἡ ΑΓ δίχα κατὰ τὸ Ε σημεῖον, καὶ ἐπεζεύχθω ἡ ΒΕ, καὶ διήχθω ἡ ΓΑ ἐπὶ τὸ Ζ, καὶ κείσθω τῇ ΒΕ ἴση ἡ ΕΖ, καὶ ἀναγεγράφθω ἀπὸ τῆς ΑΖ τετράγωνον τὸ ΖΘ, καὶ διήχθω ἡ ΗΘ ἐπὶ τὸ Κ· λέγω, ὅτι ἡ ΑΒ τέτμηται κατὰ τὸ Θ, ὥστε τὸ ὑπὸ τῶν ΑΒ, ΒΘ περιεχόμενον ὀρθογώνιον ἴσον ποιεῖν τῷ ἀπὸ τῆς ΑΘ τετραγώνῳ. ἐπεὶ γὰρ εὐθεῖα ἡ ΑΓ τέτμηται δίχα κατὰ τὸ Ε, πρόσκειται δὲ αὐτῇ ἡ ΖΑ, τὸ ἄρα ὑπὸ τῶν ΓΖ, ΖΑ περιεχόμενον ὀρθογώνιον μετὰ τοῦ ἀπὸ τῆς ΑΕ τετραγώνου ἴσον ἐστὶ2 τῷ ἀπὸ τῆς ΕΖ τετραγώνῳ. ἴση δὲ ἡ ΕΖ τῇ ΕΒ· τὸ ἄρα ὑπὸ τῶν ΓΖ, ΖΑ μετὰ τοῦ ἀπὸ τῆς ΑΕ ἴσον ἐστὶ τῷ ἀπὸ ΕΒ. ἀλλὰ τῷ ἀπὸ ΕΒ ἴσα ἐστὶ τὰ ἀπὸ τῶν ΒΑ, ΑΕ· ὀρθὴ γὰρ ἡ πρὸς τῷ Α γωνία· τὸ ἄρα ὑπὸ τῶν ΓΖ, ΖΑ μετὰ τοῦ ἀπὸ τῆς ΑΕ ἴσον ἐστὶ τοῖς ἀπὸ τῶν ΒΑ, ΑΕ. κοινὸν ἀφῃρήσθω τὸ ἀπὸ τῆς ΑΕ· λοιπὸν ἄρα τὸ ὑπὸ τῶν ΓΖ, ΖΑ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ἀπὸ τῆς ΑΒ τετραγώνῳ. καί ἐστι τὸ μὲν ὑπὸ τῶν ΓΖ, ΖΑ τὸ ΖΚ· ἴση γὰρ ἡ ΑΖ τῇ ΖΗ· τὸ δὲ ἀπὸ τῆς ΑΒ τὸ ΑΔ· τὸ ἄρα ΖΚ ἴσον ἐστὶ τῷ ΑΔ. κοινὸν ἀφῃρήσθω τὸ ΑΚ· λοιπὸν ἄρα τὸ ΖΘ τῷ ΘΔ ἴσον ἐστίν. καί ἐστι τὸ μὲν ΘΔ τὸ ὑπὸ τῶν ΑΒ, ΒΘ· ἴση γὰρ ἡ ΑΒ τῇ ΒΔ· τὸ δὲ ΖΘ τὸ ἀπὸ τῆς ΑΘ· τὸ ἄρα ὑπὸ τῶν ΑΒ, ΒΘ περιεχόμενον ὀρθογώνιον ἴσον ἐστὶ τῷ ἀπὸ ΘΑ τετραγώνῳ. ἡ ἄρα δοθεῖσα εὐθεῖα ἡ ΑΒ τέτμηται κατὰ τὸ Θ ὥστε τὸ ὑπὸ τῶν ΑΒ, ΒΘ περιεχόμενον ὀρθογώνιον ἴσον ποιεῖν τῷ ἀπὸ τῆς ΘΑ τετραγώνῳ· ὅπερ ἔδει ποιῆσαι.
将一条给定的直线切分,使得整条线段与其中一个分段所构成的矩形,等于其余分段上所作的正方形。 设给定的直线为 AB;因此,需要切分 AB,使得整条线段与其中一个分段所构成之矩形,等于其余分段上所作的正方形。 因为,设在 AB 上作正方形 ABDG,且 AG 在 E 点被二等分,并连结BE;又将 GA 延长到 Z,且使 EZ 等于 BE,并在 AZ 上作正方形 ZTh,又将 HTh 延长到 K。我说,AB 在 Th 点被切分,使得由 AB、BTh所构成的矩形,等于在 ATh 上所作的正方形。 因为,既然直线 AG 在 E 被二等分,且 ZA 加在它上面,所以由 GZ、ZA 所构成的矩形与在 AE 上所作的正方形之和,等于在 EZ 上所作的正方形。而 EZ 等于 EB;因此,由 GZ、ZA 所构成的矩形与在 AE 上所作的正方形之和,等于在 EB 上所作的正方形。但是在 BA、AE 上所作的正方形之和等于在 EB 上所作的正方形(因为在 A 点的角是直角);因此,由 GZ、ZA 所构成的矩形与在 AE 上所作的正方形之和,等于在BA、AE 上所作的正方形之和。从双方减去共同的在 AE 上所作的正方形;因此,其余由 GZ、ZA 所构成的矩形等于在 AB 上所作的正方形。而由 GZ、ZA 所构成的矩形就是 ZK(因为 AZ 等于 ZH);在 AB 上所作的正方形就是 AD;因此 ZK 等于 AD。减去共同的AK;因此其余的 ZTh 等于 ThD。而 ThD 是由 AB、BTh 所构成的矩形(因为 AB 等于 BD);ZTh 是在 ATh 上所作的正方形;因此,由 AB、BTh 所构成的矩形等于在 ThA 上所作的正方形。 因此,给定的直线 AB 在 Th 点被切分,使得由 AB、BTh 所构成的矩形,等于在 ThA 上所作的正方形;这就是所要做的事。
ἐν τοῖς ἀμβλυγωνίοις τριγώνοις τὸ ἀπὸ τῆς τὴν ἀμβλεῖαν γωνίαν ὑποτεινούσης πλευρᾶς τετράγωνον μεῖζόν ἐστι τῶν ἀπὸ τῶν τὴν ἀμβλεῖαν γωνίαν περιεχουσῶν πλευρῶν τετραγώνων τῷ περιεχομένῳ δὶς3 ὑπό τε μιᾶς τῶν περὶ τὴν ἀμβλεῖαν γωνίαν, ἐφʼ ἣν ἡ κάθετος πίπτει, καὶ τῆς ἀπολαμβανομένης ἐκτὸς ὑπὸ τῆς καθέτου πρὸς τῇ ἀμβλείᾳ γωνίᾳ. ἔστω ἀμβλυγώνιον τρίγωνον τὸ ΑΒΓ ἀμβλεῖαν ἔχον τὴν ὑπὸ ΒΑΓ, καὶ ἤχθω ἀπὸ τοῦ Β σημείου ἐπὶ τὴν ΓΑ ἐκβληθεῖσαν κάθετος ἡ ΒΔ. λέγω, ὅτι τὸ ἀπὸ τῆς ΒΓ τετράγωνον μεῖζόν ἐστι τῶν ἀπὸ τῶν ΒΑ, ΑΓ τετραγώνων τῷ δὶς ὑπὸ τῶν ΓΑ, ΑΔ περιεχομένῳ ὀρθογωνίῳ. ἐπεὶ γὰρ εὐθεῖα ἡ ΓΑ τέτμηται, ὡς ἔτυχεν, κατὰ τὸ Α σημεῖον, τὸ ἄρα ἀπὸ τῆς ΔΓ ἴσον ἐστὶ τοῖς ἀπὸ τῶν ΓΑ, ΑΔ τετραγώνοις καὶ τῷ δὶς ὑπὸ τῶν ΓΑ, ΑΔ περιεχομένῳ ὀρθογωνίῳ. κοινὸν προσκείσθω τὸ ἀπὸ τῆς ΔΒ· τὰ ἄρα ἀπὸ τῶν ΓΔ, ΔΒ ἴσα ἐστὶ τοῖς τε ἀπὸ τῶν ΓΑ, ΑΔ, ΔΒ τετραγώνοις καὶ τῷ δὶς ὑπὸ τῶν ΓΑ, ΑΔ. ἀλλὰ τοῖς μὲν ἀπὸ τῶν ΓΔ, ΔΒ ἴσον ἐστὶ τὸ ἀπὸ τῆς ΓΒ· ὀρθὴ γὰρ ἡ πρὸς τῷ Δ γωνία· τοῖς δὲ ἀπὸ τῶν ΑΔ, ΔΒ ἴσον τὸ ἀπὸ τῆς ΑΒ· τὸ ἄρα ἀπὸ τῆς ΓΒ τετράγωνον ἴσον ἐστὶ τοῖς τε ἀπὸ τῶν ΓΑ, ΑΒ τετραγώνοις καὶ τῷ δὶς ὑπὸ τῶν ΓΑ, ΑΔ περιεχομένῳ ὀρθογωνίῳ· ὥστε τὸ ἀπὸ τῆς ΓΒ τετράγωνον τῶν ἀπὸ τῶν ΓΑ, ΑΒ τετραγώνων μεῖζόν ἐστι τῷ δὶς ὑπὸ τῶν ΓΑ, ΑΔ περιεχομένῳ ὀρθογωνίῳ. ἐν ἄρα τοῖς ἀμβλυγωνίοις τριγώνοις τὸ ἀπὸ τῆς τὴν ἀμβλεῖαν γωνίαν ὑποτεινούσης πλευρᾶς τετράγωνον μεῖζόν ἐστι τῶν ἀπὸ τῶν τὴν ἀμβλεῖαν γωνίαν περιεχουσῶν πλευρῶν τετραγώνων τῷ περιεχομένῳ δὶς ὑπό τε μιᾶς τῶν περὶ τὴν ἀμβλεῖαν γωνίαν, ἐφʼ ἣν ἡ κάθετος πίπτει, καὶ τῆς ἀπολαμβανομένης ἐκτὸς ὑπὸ τῆς καθέτου πρὸς τῇ ἀμβλείᾳ γωνίᾳ· ὅπερ ἔδει δεῖξαι.
在钝角三角形中,对钝角的边上所作的正方形,大于夹钝角诸边上所作正方形之和,其相差之数等于夹钝角的其中一边(即垂线所落的那一边)与垂线在钝角外侧所截出的线段所构成的矩形的两倍。 设 ABG 为一钝角三角形,其钝角为 BAG,并设从 B 点向 GA 的延长线引垂线 BD。我说,在 BG 上所作的正方形,大于在 BA、AG 上所作的正方形之和,其相差之数等于由 GA、AD 所构成的矩形的两倍。 因为,既然直线 GA 在 A 点被任意切分,所以在 DG 上所作的正方形等于在 GA、AD 上所作的正方形之和,与由 GA、AD 所构成的矩形的两倍之和。给双方加上共同的在 DB 上所作的正方形;因此,在 GD、DB 上所作的正方形之和,等于在 GA、AD、DB 上所作的正方形之和,与由 GA、AD 所构成的矩形的两倍之和。但是,在 GD、DB 上所作的正方形之和等于在 GB 上所作的正方形(因为在 D 点的角是直角);而在 AD、DB 上所作的正方形之和等于在 AB 上所作的正方形;因此,在 GB 上所作的正方形,等于在 GA、AB 上所作的正方形之和,与由 GA、AD所构成的矩形的两倍之和。所以,在 GB 上所作的正方形,大于在 GA、AB 上所作的正方形之和,其相差之数等于由 GA、AD 所构成的矩形的两倍。 因此,在钝角三角形中,对钝角的边上所作的正方形,大于夹钝角诸边上所作正方形之和,其相差之数等于夹钝角的其中一边(即垂线所落的那一边)与垂线在钝角外侧所截出的线段所构成的矩形的两倍;这就是所要证明的。
- 2.prop.11τεμεῖν
不定词“切分”(τεμεῖν)在几何作图题的标题中作为独立不定词(命令式用法)使用,在没有主控动词的情况下,表示需要完成的任务或命令。
- 2.prop.11μετὰ τοῦ ... ἴσον ἐστὶ
希腊几何学中表示代数加法的标准表达。语法上的单数主语(矩形)与介词短语“以及……”(μετά + 属格,指正方形)搭配,逻辑上构成了复数主语(A与B之和),尽管动词(ἐστὶ)仍保持单数形式。
- 2.prop.12τῷ περιεχομένῳ δὶς ...
表示差额程度的与格,修饰比较级“更大”(μεῖζόν),译为“大(两倍的矩形)”。介词“ὑπό”(由……所围成)后接属格“μιᾶς”和“τῆς ἀπολαμβανομένης”,指代构成该矩形的两条边。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 译文 2 处
- 2026-09-21 AI校阅 — 译文 1 处
